χαρίεντές γέ εἰσιν οἱ τῶν σφετέρων ἀγαθῶν περὶ τοὺς λόγους, ἵνʼ εὐφήμως ἄρξωμαι, τοὺς ἀκροατὰς αἰτιώμενοι καὶ λέγοντες ὡς ἄρα τούτου χάριν ἐκβαίνουσι τοῦ ῥυθμοῦ καὶ τῆς ὀρθότητος, ἵνʼ ὡς πλείστους ἀρέσαι δυνηθῶσι. καίτοι εἰ μὲν συγγνώμην αἰτοῦντες ταύτῃ τῇ σκήψει καταχρῶνται, πῶς ἐπαινεῖσθαί γʼ ἀξιοῦσι; χωρὶς γὰρ ἔπαινός τε καὶ συγγνώμη, καὶ ὅτε μηδʼ αὐτοὶ σφᾶς αὐτοὺς ἐπαινοῦσι, σχολῇ γʼ ἂν παρὰ τοῖς ἄλλοις εἰκότως ἐπαινοῖντο. εἰ δʼ αὖ μηδέν ἐστι τοῦ τρόπου δυσχερὲς, ἀλλʼ ὀρθῶς ἔχει, τί δεῖ τοὺς πολλοὺς αἰτιᾶσθαι καὶ καταφεύγειν ἐπὶ ταύτην τὴν παραίτησιν, ἀλλʼ οὐ τὸν τρόπον ὡς ὀρθῶς ἔχει δεικνύναι; ἀλλʼ οἶμαι, κομψοί τινές εἰσι καὶ διπλᾶ κρούουσιν, ἵνʼ ἐὰν μὲν ἕλωσι, ταύτῃ κεκρατηκότες ὦσιν, ἂν δὲ φωράσῃ τις, ἔχωσιν ἀναχώρησιν καὶ λέγωσιν ὡς οὐδʼ αὐτοὶ τὸ βέλτιον ἠγνόουν, ἀλλʼ ἑτέρων ἕνεχʼ ἡμάρτανον. ἔστι δὲ τοῦτο ἡ πρώτη καὶ μεγίστη ψῆφος, ἣν αὐτοὶ καθʼ αὑτῶν διʼ ὑπερβολὴν σοφίας φέρουσιν. ἐγὼ γὰρ εὐξαίμην ἂν μάλιστα μὲν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν εὐδοκιμεῖν, τὴν δʼ οὖν ἀρχὴν ἀφʼ ἑστίας εἶναί μοι καὶ πείθειν ἐμαυτὸν πρῶτον, καὶ μὴ τὸ τῆς κυνὸς τῆς ἐν τῷ μύθῳ παθεῖν, μηδʼ ἐν ὅσῳ τὴν ἔξωθεν συλλέγω δόξαν, ἣν αὐτῷ μοι περὶ ἐμαυτοῦ προσῆκεν ἔχειν διαφθεῖραι, μηδὲ φθάσαι τὴν τοῦ φαῦλος εἶναι πίστιν κατʼ ἐμαυτοῦ λαβὼν, πρὶν τὴν τοῦ σπουδαῖος παρὰ τοῖς ἄλλοις βεβαιώσασθαι. τοσοῦτον δʼ ἔμοιγε ἀπολογίας ἀπέχειν δοκοῦσιν, ὅταν ταῦτα λέγωσιν, ὥστε δύʼ ἀνθʼ ἑνὸς ποιεῖν τὰ ἐγκλήμαθʼ ἑαυτοῖς, ἓν μὲν εἰ τοιαῦτʼ ἀσελγαίνουσι περὶ τοὺς λόγους, ἕτερον δὲ εἰ τούτου χάριν, ὡς ταύτῃ βελτίους κριθήσεσθαι μέλλοντες. καὶ μὴν ὅταν γε ὡς ἡμᾶς εὐθέως πιστεύσοντας οἷς πλάττονται καὶ τἀληθὲς οὐχὶ συνήσοντας παράγειν ζητῶσιν, ἄλλην αὖ τρίτην ταύτην ἀμαθίαν ἐμφανίζουσιν, εἰ μὴ νομίζουσι φωρᾶσθαι. τὸ δʼ, οἶμαι, τοιοῦτόν ἐστιν. οὐδεὶς ἑκὼν μεθίησι τὸ βέλτιστον· ἀλλὰ Πλάτων καὶ Πίνδαρος πολλαχῆ μὲν καὶ ἄλλῃ σοφοὶ, καὶ δὴ καὶ κατὰ τόνδε τὸν λόγον οὐχ ἥκιστα, ὁ μὲν οὑτωσὶ λέγων οὔτις ἑκὼν κακὸν εὕρετο καὶ πάλιν ὁρμηθεὶς ἐκ τῶν περὶ τῆς Ἐριφύλης λόγων ὦ πόποι φησὶν οἷʼ ἀπατᾶται φροντὶς ἐπαμερίων οὐκ εἰδυῖα· ὁ δʼ ἄνω καὶ κάτω δή που διορίζεται καὶ δείκνυσι τὰ ἁμαρτήματα ὡς ἀκούσια καὶ ὅτι οὐδεὶς ἑκὼν φαῦλος. μηδʼ ἡμεῖς ὑπὸ τούτων πειθώμεθα, ὡς ἄρʼ ἔχοντές τι βέλτιον παρʼ ἑαυτοῖς, εἶθʼ ἑκόντες τοῦτʼ ἀφέντες τὸ χεῖρον ἀλλάττονται. οὔκουν χρυσόν γʼ ἂν ἔχοντες ἠλλάττοντο μόλιβδον ἀντʼ αὐτοῦ, οὐδʼ εἰ πάντες ἄνθρωποι κροτήσειν ἔμελλον· οὐδὲ μελίνην ἀντὶ πυρῶν, οὐδʼ ἀντʼ οἴνου τρύγα καὶ ταύτην σαπρὰν, οἶμαι δὲ οὐδὲ ψίαθον ἀντὶ ξυστίδος, οὐδʼ αὖ βύρσης ὄζειν, μύρων ἐξόν. ἀλλὰ ταῦτʼ ἐστὶν ἀνθρώπων ὑποκοριζομένων τὴν αὑτῶν φαυλότητα καὶ δυστυχίαν, οἳ τὸ μὲν δίκαιον, οἶμαι, καὶ ἀληθὲς οὐκ ἐθέλουσι λέγειν, ὅτι τὴν ὀρθὴν οὔτʼ ἴσασιν οὔτε δύνανται πορεύεσθαι, φασὶ δὲ τοῖς ἀκροαταῖς χαριζόμενοι ταῦτα ποιεῖν, ὥσπερ ἂν εἰ τῶν ὑποκριτῶν οἱ ἐκπίπτοντες καὶ μὴ δυνάμενοι τὸ δρᾶμα περαίνειν κατὰ φύσιν τοῖς θεαταῖς φάσκοιεν χαριζόμενοι ταῦτα ποιεῖν. καὶ συρίττεσθαί γε καὶ κλώζεσθαι ὑπʼ αὐτῶν τῶν θεατῶν ἀντὶ ταύτης τῆς χάριτος φαίη τις ἄν. οὐκοῦν καὶ ὑμεῖς ὑπὸ τῶν ἀκροατῶν. ἀλλὰ μή πω ταῦτα. ἀλλὰ τί κωλύει καὶ τοὺς πτωχοὺς τοὺς τὰ ῥάκια ἀμπεχομένους οἴκοι μὲν αὑτοῖς ἕτερʼ εἶναι φάσκειν πάνυ γενναῖα ἱμάτια, πρὸς δὲ τοὺς ἔξω σχηματίζεσθαι; οὐκοῦν ὅ γʼ αὐτὸς ποιητὴς, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἔφη τὰ καλὰ τρέπειν ἔξω τοὺς ἀγαθούς. ὥστʼ εἰ μὲν ὡς περὶ καλλιόνων τῶν λόγων διαλέγονται, τί δεῖ τοῖς πολλοῖς ἐγκαλεῖν, εἰ τούτων ἐρῶσιν; εἰ δʼ ὁμολογοῦσιν ἡμαρτῆσθαι, τοὐναντίον ἢ προσῆκε πράττουσι. πολὺ γὰρ μᾶλλον εἰκὸς ἦν αὐτοὺς ὅπως τι βέλτιον ἐροῦσι σκέψασθαι τῶν ἀκουσομένων καὶ συνησομένων ἕνεκα ἢ τὰ ὑπάρχοντα ἀγαθὰ ἀφανίζοντας τὰ χείρω δεικνύναι, καὶ ταῦτʼ ἐξεπίτηδες ποριζομένους. οὔκουν εἴς γε τὰς πομπὰς τὰ χείριστα ἔχοντες βαδίζομεν, ἀλλὰ κἂν εἰ μή τῳ εἴη οἴκοθεν, αἰτούμεθα, ἵνʼ ὡς κάλλιστα ἔχοντες φαινοίμεθα θαἰμάτια, τὰ σκεύη, τοὺς ἵππους, πᾶν ὅτουπερ ἂν ἡ πομπὴ δέηται. ὥσθʼ ὅταν φῶσιν ἐπείσακτα ταῦθʼ ἑαυτοῖς εἶναι καὶ πεπορισμένα καὶ τῆς ἀρχαίας ἰδέας ἑκόντες ἐκβαίνειν, ἐρωτᾶν χρὴ πότερον χείρονος οὔσης ἢ βελτίονος. εἰ μὲν γὰρ βελτίονος, πῶς οὐ τετύφωνται, εἰ τὴν οἰκείαν καὶ πλείονος ἀξίαν ἀφέντες τὴν φαυλοτέραν ἅμα καὶ μηδὲν προσήκουσαν διώκουσιν; ἀλλὰ μὴν εἴ γε χείρονος φήσουσιν, οὐκ ἐγχωρεῖ λέγειν ὡς ἄρα ἑκόντες προΐενται τὸ βέλτιον, ὅ γε μήτʼ ἐκτήσαντο μήτε εἶδον πώποτε. οὐ γὰρ περὶ ὧν πλημμελοῦσιν ἀπολογία τοῦτό γʼ ἐστὶν, ἀλλʼ ὁμολογία τοῦ κἂν χείρω τούτων εἰπεῖν, εἰ ταῦτʼ ἐκωλύθησαν. ἡδέως δʼ ἂν πυθοίμην παρʼ αὐτῶν εἰ καὶ πηρωθέντας αὐτοὺς ἤτοι νὴ Δία τοὺς ὀφθαλμοὺς ἢ τὰς χεῖρας ἢ καὶ ἄλλʼ ὁτιοῦν τοῦ σώματος, ἡδέως ἂν ἰδόντων τῶν ἀκροατῶν, ἑτοίμως ταῦτα ὑπηρετήσουσιν· ἢ τῶν μὲν τοῦ σώματος οὐδὲν ἂν πρόοιντο εἰς τὴν ἑτέρων ἡδονὴν, τῶν δʼ ἐν τῇ ψυχῇ τὸ βέλτιστον διαφθείροντες οὐδεμίαν ζημίαν τίθενται. ἐγὼ μὲν οὖν ὅταν τούτων ταῦτʼ ἀκούω λεγόντων, οὐκ ἀπέγνωκα τὸ μὴ καὶ τοὺς χωλοὺς τολμήσειν λέγειν ὡς ἄρα οὐκ ἄκοντες ἐνταῦθʼ ἥκουσι τύχης, ἀλλʼ ἑκόντες τὼ σκέλη προήκαντο, ἵνʼ ὡς ἥδιστοι τοῖς ὁρῶσι φαίνοιντο. ἀλλʼ ὅστις μὲν οὕτω δύσερως οὐκ οἶδα ἔγωγε, θῶμεν δʼ, εἰ βούλει, καὶ πάντας, ἀλλὰ τίς οὕτω δυστυχὴς ὅστις ἑκὼν αἱρεῖται δυστυχεῖν; ἢ τίς εἰς τὴν ἑτέρου χάριν αὑτῷ λυμαίνεται; ὅπου γὰρ καὶ τὸ εὖ ποιεῖν διὰ τοῦτο ὁρῶμεν σπουδαζόμενον, ὅτι ἐξ αὐτοῦ καὶ τὸ ἀντʼ εὖ πείσεσθαι προσδοκᾶν ἐστιν, ἦ που τό γε ὑπὲρ τοῦ χαρίσασθαί τῳ κακῶς διαθεῖναι τὰ ἑαυτοῦ παντάπασι πᾶς τις ὀκνήσειεν ἄν. ἢ πολλῆς γʼ ἂν εἴη τῆς ἀλογίας τῶν μὲν φίλων τοὺς οὐκ ἐθέλοντας ἀντευποιεῖν φαύλους ἡγεῖσθαι, αὐτὸν δὲ τοσαύτην ὑπερβολὴν ποιήσασθαι ὥστε πρότερον αὑτῷ τὰ χείριστα χρήσασθαι, πρὶν εὖ τι ποιῆσαι τοὺς χρωμένους, καὶ πρὶν εἶναι δῆλον ἥντινα τῆς προθυμίας κομιεῖται χάριν, αὑτὸν τῶν ὄντων τὰ βέλτιστʼ ἀφαιρεῖσθαι. οὐ γὰρ δὴ τό γε τοῦ Ζωπύρου καὶ τοῦ Κεφαλλῆνος παράδειγμʼ ἂν εἴποιμεν, ὧν ὁ μὲν τὴν ῥῖνα τὴν ἑαυτοῦ καὶ τὰ ὦτα λωβησάμενος εἰσῆλθεν εἰς Βαβυλῶνα, ὁ δὲ πληγαῖς αὑτὸν αἰκισάμενος κατέδυ Τρώων πόλιν εὐρυάγυιαν, ὁ μὲν Βαβυλῶνα λαβεῖν, ὁ δὲ Τροίαν ἐσπουδακώς. πρῶτον μὲν γὰρ οὐκ ἴσα δή που τὰ ἆθλα, κρατῆσαι πολεμίων καὶ τὰ ὦτα γαργαλίσαι τινῶν. ἔπειτʼ αὐτὸ τοὐναντίον ἐκ τῶν παραδειγμάτων ἀπαντᾷ. εἰ γὰρ ἐκεῖνοι μὲν οὕτω σφόδρα καρτερεῖν ἠπίσταντο ὥστε μηδὲ τοῦ σώματος φείδεσθαι τοῦ ἑαυτῶν, ἀλλὰ τὰς ἐσχάτας ἀλγηδόνας καὶ πόνους ὑπομένειν ὑπὲρ τοῦ μηδὲν τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐγκαταλιπεῖν, οὗτοι δʼ, ἐξὸν ἄνευ πραγμάτων καὶ ταλαιπωρίας τὴν ὑπόθεσιν διασώζειν τὴν ἑαυτῶν, αἱροῦνται μαλακίζεσθαι, πῶς οὐχὶ δικαίως ὁτιοῦν ἂν πάθοιεν; ἐγὼ μὲν γὰρ ἁκεῖνοι σφᾶς αὐτοὺς ἔδρασαν, ταῦτʼ εἰκότως ἂν τούτους ὑπὸ τῶν ἄλλων παθεῖν οἴομαι, πορνείας ἕνεκα καὶ ὕβρεως τῆς εἰς τοὺς λόγους. ἢ κομιδῆ γʼ ἂν ἐκείνους μιμήσαιντο ὑπὲρ τοῦ τὴν τάξιν μὴ λιπεῖν, οἳ νῦν ἐπὶ τῷ λιπεῖν πάντα ποιοῦσιν, ἵνα μὴ λέγω πάσχουσιν. ἔτι τοίνυν Ὀδυσσεὺς μὲν καὶ Ζώπυρος οὐκ οὔσης ἴσως ἄλλης ἁλώσεως αὐτοῖς τῶν πολεμίων οὕτω ταῦθʼ ὑπέστησαν· οὗτοι δὲ τί καὶ φήσουσι; πότερον οὐκ εἶναι τοῖς βελτίστοις καὶ τοῖς ὀρθοτάτοις λόγοις ἄγειν καὶ πείθειν ἀνθρώπους; ἀλλʼ αἰσχρὸς ὁ λόγος, οὐ μόνον ψευδής. ἀλλʼ ἐξὸν ἐκείνως ἄγειν οὕτως μᾶλλον αἱρεῖσθαι; περιττὴν ἄρα τὴν αἰσχύνην προστίθενται. πάλιν δὲ ἀναλάβωμεν. οὐκ ἔσθʼ ἕτερον τρόπον ἀνθρώπους ἄγειν ἢ τοῦτον, δῶμεν τοῦ λόγου χάριν, εἰ δοκεῖ. οὐκοῦν εἰ χωρὶς μὲν τὸ βέλτιον, χωρὶς δὲ τὸ ἄγειν,