<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="398"><p> ἂν τοσοῦτον σωφροσύνης εἰσηνέγκατο. ἐξελέγξεις δέ με ἡνίκʼ ἂν αὐτὸς κτησάμενος τὴν αὐτὴν δύναμιν τῶν λόγων, οἶμαι δʼ οὐ ῥᾷστόν σοι, εἶτα μετριώτερον ἐπὶ σαυτῷ φρονῶν ὀφθῇς. ἂν δʼ αὐτὸς προσαιτῶν καὶ τῆς ἐφημέρου τροφῆς ἀπορῶν καὶ βλέπων εἰς δύο καὶ τρεῖς ὀβολοὺς ἔγκλημα ποιῇ τῷ βασιλεῖ τῷ γράφοντι, μηδὲ χρυσοῦ καὶ ἀργύρου δαπάνη κεκωλύσθω, φάσκων ὑπερηφανίαν εἶναι ταῦτα καὶ λόγων κόμπον, ὁμοίως ἀργυρίου καὶ φρενῶν ἀπορῶν ἔσει. εἶτα τί φησὶν ὁ Σόλων; <quote rend="blockquote">εἰ γὰρ ἤθελον <l/> ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε, <pb xml:id="v.2.p.538"/> <l/> αὖθις δʼ ἃ τοῖσιν ἁτέροις δρᾶσαι, διὰ <l/> πολλῶν ἂν ἀνδρῶν ἥδʼ ἐχειρώθη πόλις. <l/> ατῶν οὕνεκʼ ἀρχὴν πάντοθεν κυκεύμενος <l/> ὡς ἐν κυσὶν πολλαῖσιν ἐστράφην λύκος.</quote> ὁρᾷς ὅτι καὶ Σόλων καλλωπίζεται καὶ σοῦ μεῖζον ἐφʼ αὑτῷ φρονεῖ. ἡγεῖτο γὰρ, οἶμαι, τὰ εἰς αὑτὸν αὐτῷ ταῦτα ἐγκώμια πεποιημένα λυσιτελεῖν τοῖς ἄλλοις γίγνεσθαι παραδείγματα. διὰ ταῦτα ὁ εἴσω τὴν χεῖρα ἔχων τὸ φθέγμα ἐπαίρεται καὶ τὰ αὑτοῦ κοσμεῖ δικαίως. τὴν μὲν γὰρ χεῖρα, οἶμαι, εἴσω ἔχειν ἠξίου, τὴν κεφαλὴν δʼ οὐ κάτω. φέρε δή σε καὶ διʼ ἑτέρου τῶν ὀνομαστοτάτων παραμυθήσομαι, ἐπειδὴ δειλότερος εἶ τοῦ δέοντος, ἵνα μὴ λέγω θρασύτερος. ἔστι δʼ ὑπερβολὴ τῶν τοῦ Σόλωνος ἃ οὗτος εἴρηκε. σκόπει γάρ· <q>τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιητὴς οὔτε ὑμνήσει κατʼ ἀξίαν· ἔχει δὲ ὧδε.</q> εἶδες ὡς ἐξεφύσησεν ἅπαντας τοὺς βασκάνους, γράψας ἐλευθέρως περὶ τῆς ἑαυτοῦ φύσεως καὶ ὡς εἰκὸς ἦν τὸν βεβαιοῦντα τὸν ἐν χειρὶ λόγον, ὡς ἄρα ἡ τῶν κρειττόνων <pb xml:id="v.2.p.539"/> ἐπίπνοια ὑπερφρονεῖν ποιεῖ τῶν πολλῶν. ἢ τοῖς ἐκ τῶν τριόδων παραπλησίως ἔχειν δοκεῖ σοι ταῦτα; διαπερανάμενος τοίνυν τὸν λόγον τὸν περὶ τοῦ ἔρωτος ποίαν εὐφημίαν ὕστερον περὶ αὑτοῦ παραλέλοιπεν, ἢ τί τῶν καλλίστων οὐκ εἴρηκε; πρῶτον μὲν ὡς ὀρθῶς ἐζήτησε τἀληθὲς, τῷ τὰ μὲν συναγαγεῖν, τὰ δὲ τέμνειν πρὸς λόγον εἰδέναι· ἔπειθʼ ὡς ἐν τάξει τὸν λόγον διέθετο· μέγιστον δὲ πάντων ἐπὶ τῇ μεγαλοπρεπείᾳ φρονεῖ, ὥστε καὶ ἄντικρυς τοῦ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="399"><p> ἀντιπάλου καθαπτόμενος εἴρηκεν, εἰ μὴ ἄρα οὕτω σφόδρα παῖς εἶ ὥστε νομίζειν Φαίδρου τὰ ῥήματα εἶναι καὶ οὐ τὸν Πλάτωνα ὡς τὸν Φαῖδρον λέγειν <q>τὸν λόγον δέ σου πάλαι θαυμάσας ἔχω, ὅσῳ καλλίω τοῦ προτέρου ἀπειργάσω, ὥστε ὀκνῶ μή μοι ὁ Λυσίας ταπεινὸς φανῇ, ἐὰν ἄρα θελήσῃ πρὸς αὐτὸν ἄλλον ἀντιπαρατεῖναι.</q> ἐκεῖνα δʼ αὖ τί φήσεις; φεῦ ὅσῳ τεχνικωτέρας λέγεις νύμφας τὰς Ἀχελώου καὶ Πᾶνα τὸν Ἑρμοῦ Λυσίου τοῦ Κεφάλου πρὸς λόγους εἶναι. ταῦτα οὐ μετὰ πάντων ἐγκωμίων εἰς αὑτὸν εἰρῆσθαί σοι δοκεῖ τῷ ἀνδρὶ, εἴπερ γε μὴ τὰ Μίδου ὦτα ἔχεις, οὗ τὸ ἐπίγραμμα ἐκεῖνος ἐπέσκωπτε προσεικάζων τῷ τοῦ ἑταίρου λόγῳ, καὶ κατὰ πάσας γέ που τὰς ἀρετάς; ἀναγκαίως· ταῦτα διεξέρχεται περὶ αὑτοῦ. φρονίμου μὲν γὰρ, οἶμαι, καὶ σώφρονος γνῶναι τὴν ἀξίαν, δικαίου δὲ τὰ πρέποντα καὶ αὑτῷ καὶ ἑτέροις ἀποδοῦναι, ἀνδρείου δὲ μὴ φοβηθῆναι τἀληθὲς εἰπεῖν. ὁ δʼ αὖ νεμεσῶν ἅπασι <pb xml:id="v.2.p.540"/> τοῖς ἐναντίοις τούτων εἰκότως ἐνέχεται, ἕως ἂν μὴ δείξῃ ὡς ἀλλότριοι τοῦ λέγοντος οἱ λόγοι καὶ μείζω δόξαν τῆς ἀληθείας ἐφέλκονται.</p><p rend="align(indent)">ἄλλα τοίνυν μυρίʼ ἔχων εἰπεῖν παραλείπω. ἀλλʼ ἐπειδὴ Σόλωνος ἐμνήσθην καὶ ὧν ἐκεῖνος διαλέγεται περὶ τῆς αὑτοῦ πολιτείας, φέρε σκόπει τί αὖ καὶ οὗτος ἐν αὐτοῖς τοῖς νόμοις οὓς ἐτίθει λέγει; ταῦτα δὲ νομοθέτῃ προσήκει μᾶλλον εἰδέναι ἢ ποιηταῖς ξύμπασιν. οὐκοῦν ἄντικρυς δοκεῖ σοι συμπάντων τῶν ποιητῶν πρῶτον καὶ σοφώτατον ἀνακηρύττειν ἑαυτόν; μετʼ ἰσχυρᾶς γέ που τῆς ἀνάγκης οὕτω τοῦτο συμβαίνει. ὅταν γὰρ αὐτὸς μὲν ὁ φάσκων εἶναι νομοθέτης ᾖ, αὐτὸς δὲ ὁ φάσκων δεῖν τοὺς ποιητὰς παραχωρεῖν τῷ νομοθέτῃ καὶ ταῦτα σύμπαντας, πῶς οὐκ εἰς τοῦθʼ ὃ προεῖπον τελευτᾷ; ἆρʼ οὖν ἐνεθυμήθης διὰ πάντων τούτων πόσον τὸ μεταξὺ σοῦ τε κἀκείνου πρὸς ταῦτα; ἢ πάντων οὖν κατηγόρει τῶν ἀρίστων ἐν τοῖς Ἕλλησιν, ἢ καὶ ἡμῖν πρᾳότερος εἶναι τοῦ λοιποῦ, ὦ τὰ μὲν ὑπὲρ ἐμοῦ δεδιὼς, τὰ δʼ ὑπὲρ σαυτοῦ μὴ σκοπῶν, καὶ αὐτὸς μὲν κατʼ εὔνοιαν ἀξιῶν παρρησιάζεσθαι πρὸς ἐμὲ, ἐμὲ δʼ οὐκ ἐῶν πρὸς τούτους παρρησιάζεσθαι </p></div></div></body></text></TEI>