<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="395"><p> ἡδονῆς ἀπολαύειν, ὥσπερ ἂν εἰ ἑτέρου τὸ βιβλίον ἦν, οὐδʼ ἂν πηδῶν ᾐσχυνόμην, τί τὴν ἐγκράτειάν μου θαυμάζειν ἀφεὶς αἰτιᾷ τὰ μηδὲν ἐμοὶ προσήκοντα;</p><p rend="align(indent)">ἐγὼ τοίνυν ὑπερβολὴν ἔτι ποιήσομαι· ἔστω ταῦτα πάντα ἄρρητα· ἐκεῖνο πρὸς θεῶν ἔχεις εἰπεῖν, ὡς ἄρα <pb xml:id="v.2.p.533"/> χρείας μὲν οὐδεμιᾶς ἕνεκα οὐδὲν ἔδρων, τηνάλλως δὲ σοφιστοῦ νόμῳ καὶ χαυνότητι ταῦτα ἐκομψευόμην καὶ σχήματος ἕνεκα; οὐ πάντες ἐμοὶ συνίσασιν ὅσον τούτων χωρὶς εἰμί; οὐ πᾶν ἕτερον τὸ ἡμέτερον; οὐκ ἐπʼ ἔσχατον μὲν ἀληθείας ἥκοντας τοὺς λόγους ἐκ τῶν δυνατῶν ὁρᾶτε, ἐπʼ ἔσχατον δʼ ἀληθείας πᾶσαν τὴν περὶ αὐτῶν βουλὴν ἅπαντες ὁρᾶτε; ποίαν ἢ χειρῶν ἐγὼ κίνησιν, ἢ χειλῶν παραγωγὴν ἐξεπίτηδες περαιτέρω τοῦ μετρίου νενόμικα; ποῖον ἐσθῆτος σχῆμα λυπηρόν; ὥσπερ ἤδη τινὲς αὑτοὺς ἀπέκρυψαν τοῖς ἱματίοις, ἴσως μὲν τιμήσαντες τῆς ἀξίας αὑτοῖς· ἐγὼ δʼ οὒ, καίτοι πλείονος σκέπης ἢ κατὰ τοὺς πολλοὺς δεόμενος, ὅμως τὸ πρόβλημα τοῦτο ἔφυγον. ἀλλὰ ἄλλο τι τοιοῦτον πώποτε ἐπλασάμην; ἀλλὰ ὀρχοῦμαι δίπτυχα, ὥσπερ ἕτεροί τινες; ἀλλὰ προσήκει μοί τι κακῶν ἀλλοτρίων; ἀλλʼ εἰς τοσοῦτον ἥκει μοι σχολῆς; ἀλλʼ ἔμοιγε ἱκανὸν, ἂν περὶ αὐτοὺς τοὺς λόγους καὶ τἀναγκαῖα πραγματευόμενος οἷός τε ὦ διαγίγνεσθαι, μηδὲν ἐπακτὸν κακὸν ἐμαυτῷ προστιθέμενος. οὐκοῦν ἁφθεὶς ὑπὸ τοῦ λόγου ταῦτʼ ἔλεγον. ὥστʼ εἰ ὅτι μάλιστα μὴ δεῖ μὲν παραληρεῖν, ὡς σὺ φῂς, ἐκ δὲ τῆς τοῦ λόγου ῥύμης καὶ τὸ τοιοῦτον ἐπέρχεται, τί τῆς ἀδυνάτου συμβουλῆς πλέον; ὥσπερ ἂν εἴ τινα ὑπὸ πνεύματος ἁρπασθέντα ἐν τῇ θαλάττῃ σὺ κελεύοις ἀτρεμεῖν καὶ μένειν, ἀπὸ τῆς ἀκτῆς λέγων, ὁρᾷς, <pb xml:id="v.2.p.534"/> ἐγὼ κάθημαι σιωπῇ. καί μοι δοκεῖς κατὰ τὴν παροιμίαν τὸν ὑπὸ τῆς ἐχίδνης δηχθέντα αἰτιᾶσθαι, μηδεπώποτʼ αὐτὸς δηχθείς. ταῦτα δʼ ἄν σου Φιλοκτήτης ὁ τοῦ Ποίαντος οὐκ ἠνείχετο ἀκούων. ἀλλὰ γὰρ ἴσως ᾠήθης με τούτων ἕνα τῶν σοφιστῶν εἶναι, οὓς οἱ προσαγωγεῖς νουθετοῦσι καλῶς ποιοῦντες. ἔγωγʼ οὖν ἤδη ποτὲ εἶδον σοφιστὴν μεταξὺ λέγοντα ὑπὸ προσαγωγέως ἐξαγόμενον οὕτως ὡς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="396"><p> ὅ τε προσαγωγεὺς ἀμείνων ᾤετο εἶναι γνῶναι καὶ ἅττα ἐκείνῳ ῥητέον καὶ εἰς ὅσον καὶ αὐτὸς δὴ ἐκεῖνος συνεχώρει, ἀλλὰ μὴ πάντα ἐν ταὐτῷ φύρειν, ἵνα μὴ καὶ γέλωτα ὀφλήσῃ. ἡμεῖς τοι καὶ εἰς τὸ σῶμα πληγέντες οὐκ ἐπʼ ἀγεννεῖς ἱκετείας ἰατρῶν ἀφικόμεθα, ἀλλὰ καίτοι σὺν θεοῖς εἰπεῖν τοὺς ἀρίστους τῶν ἰατρῶν φίλους κεκτημένοι κατεφύγομεν εἰς Ἀσκληπιοῦ, νομίσαντες εἴτε δέοι σώζεσθαι, διʼ ἐκείνου κάλλιον εἶναι, εἴτε μὴ ἐγχωροῖ, καιρὸν εἶναι τεθνάναι. ἔχοιεν δʼ ἂν καὶ οἱ συμφοιτηταὶ φράζειν περὶ τῆς φύσεως τῆς ἐμῆς. ἐγὼ γάρ τοι καὶ παῖς ὢν, εἴ τι ἤρετο διδάσκαλος ὧν ἠπιστάμην, εἰ ἕτερος ἔφθη ὑπολαβὼν, οὐκ ἂν ἔτι ἐφθεγξάμην, ἵνα δὴ μὴ τὰ ἑτέρου δοκοίην λέγειν. παραπλήσια δὲ καὶ τὰ νῦν ἐν Ἀσκληπιοῦ. εἰρήσεται γὰρ καὶ πρὸς ὑμᾶς τά γε ἀληθῆ, χείρω δὲ καὶ βελτίω νομίζειν ἔξεστιν ὡς ἂν ἑκάστῳ δοκῇ. οὕτω γὰρ αὖ καὶ πρὸς τοὺς ἐκεῖ συμφοιτητὰς καὶ εἶχον καὶ ἔχω, ὥστε ὅστις <pb xml:id="v.2.p.535"/> μὲν μὴ ὑπανίσταται, οὐκ ἄχθομαι αὐτῷ, ὑπανισταμένῳ δὲ αἰσχυνοίμην ἂν μὴ παρεὶς τὴν χώραν. σὺ δʼ εἰ μὲν ὡς ἄρξων ἐνταῦθα ἀφικνεῖ, πεῖσον τούτους ὡς σοὶ προσήκει πρὸ ἡμῶν, εἰ δὲ παρίης ἑτέρῳ τὴν ἡγεμονίαν, ἀναμνήσθητι τῶν Ὁμήρου <quote rend="blockquote">τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·</quote> καὶ <quote rend="blockquote">ὧδʼ ἔστω, Τρῶες μεγαλήτορες, ὡς ἀγορεύω·</quote> καὶ <quote rend="blockquote">Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,</quote> στρατήγει δὲ μὴ παρὰ τὸν στρατηγόν. αἰσχρὸν γὰρ ἀμφοτέροις, καὶ σοὶ καὶ τῷ στρατηγῷ.</p><p rend="align(indent)">μικρὰ δὲ προσθεὶς ἀπαλλάξομαι. καὶ ταῦτα ἐξεπίτηδες ἀπέτεινα, οὐχ ὡς οὐ καὶ ἓν τούτων ὁτιοῦν ἱκανὸν ὂν, ἀλλʼ ἵνʼ εἰδῇς διὰ πόσων ἀμαθὴς εἶ τῶν ἐλέγχων καὶ ὅσων ἀθέατος καὶ ἀνήκοος δεῦρο εἰσῆλθες ὥσπερ τις βέβηλος παντάπασιν. εἶτα μύστης ὢν τὸν ἱεροφάντην ἐξετάζεις; καὶ ὁ μὲν ἀρτιτελὴς μύστης ἀτιμότερος τοῦ πάλαι μύστου, ὁ δὲ νῦν πρῶτον εἰς μύστας τελῶν κρίνεις τὸν μυσταγωγόν; ἀρχαῖον δέ μοι δοκεῖς περὶ Μώμου καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="397"><p>Ἀφροδίτης λόγον ἀνανεοῦσθαι. φασὶ γὰρ ὡς ἡ μὲν καθῆστο κεκοσμημένη, ὁ δὲ Μῶμος διερρήγνυτο, οὐκ ἔχων ὅ τι αἰτιάσεται· τελευτῶν δὲ αὐτῆς μὲν ἀπείχετο, τὴν δὲ βλαύτην ἔσκωψεν αὐτῆς. ὥστε ἄμφω συμβῆναι, μήτε δὴ τὴν Ἀφροδίτην ἀκοῦσαι κακῶς μήτε τὸν Μῶμον εἰπεῖν εὖ. καὶ σὺ τὴν σκηνὴν θαυμάζων τὰ παρασκήνια ᾐτιάσω καὶ τοὺς λόγους ἀφεὶς ἐτήρεις τὰ παραφθέγματα. οὕτω πόρρω τοῦ νόμου βαίνεις. ἵνα τοίνυν εἰδῇς ὅτι καὶ Σόλων ὁ τῶν νομοθετῶν ἐνδοξότατος παραφθέγγεται, ἄκουε καὶ τούτου. καίτοι τοσοῦτόν γε ἐμὲ τόλμῃ καὶ αὐθαδείᾳ παρελήλυθε, <pb xml:id="v.2.p.536"/> ταῦτα γὰρ αὐτῷ τὰ ὀνόματα ἐκ τῆς σῆς αἰτίας ἁρμόττει, ὥστʼ ἐγὼ μὲν ἔξω τοῦ βιβλίου παρελήρησα, καὶ ταῦτα ἐξαχθεὶς ὑπὸ τοῦ λόγου, ὁ δὲ δὴ Σόλων καὶ βιβλίον ἐξεπίτηδες πεποίηκεν, ὥσπερ ἡμεῖς εἰς τὴν Ἀθηνᾶν, οὕτως ἐκεῖνος εἰς αὑτὸν καὶ τὴν ἑαυτοῦ πολιτείαν, ἐν ᾧ ἄλλα τε δὴ λέγει καὶ ταῦτα <quote rend="blockquote">ἃ μὲν ἄελπτα σὺν θεοῖσιν ἤνυσʼ, ἄλλα δʼ οὐ μάτην <l/> ἔρδον.</quote> ὁρᾷς ὡς αὐθαδῶς καὶ οὐ τῆς σῆς συμβουλῆς; καὶ ταῦτα μέν ἐστιν ἐν τετραμέτροις· ἐν δὲ τοῖς ἰάμβοις <quote rend="blockquote">συμμαρτυροίη ταῦτʼ ἂν ἐν δίκῃ χρόνου <l/> μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων <l/> ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε <l/> ὅρους ἀνεῖλον πολλαχῆ πεπηγότας, <l/> πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα. <l/> πολλοὺς δʼ Ἀθήνας πατρίδʼ εἰς θεόκτιτον <l/> ἀνήγαγον πραθέντας ἄλλον ἐκδίκως, <l/> ἄλλον δικαίως, τοὺς δʼ ἀναγκαίης ὕπο <l/> χρησμὸν λέγοντας γλῶσσαν οὐκέτʼ Ἀττικὴν <pb xml:id="v.2.p.537"/> <l/> ἱέντας, ὡς ἂν πολλαχῆ πλανωμένους, <l/> τοὺς δʼ ἐνθάδʼ αὐτοῦ δουλίην ἀεικέα <l/> ἔχοντας ἠδὲ δεσπότας τρομευμένους <l/> ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει <l/> ὁμοῦ βίαν τε καὶ δίκην συναρμόσας <l/> ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχόμην. <l/> θεσμοὺς δʼ ὁμοίους τῷ κακῷ τε κἀγαθῷ <l/> εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην <l/> ἔγραψα. κέντρον δʼ ἄλλος ὡς ἐγὼ λαβὼν <l/> κακοφραδής τε καὶ φιλοκτήμων ἀνὴρ <l/> οὐκ ἂν κατέσχε θυμόν.</quote> τίθει δὴ καὶ ὑπὲρ ἡμῶν λέγειν τὸν Σόλωνα, ἄλλος δʼ ἂν τοῦτο τὸ κέντρον εἰς τοὺς λόγους εἰσενεγκάμενος οὐκ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="398"><p> ἂν τοσοῦτον σωφροσύνης εἰσηνέγκατο. ἐξελέγξεις δέ με ἡνίκʼ ἂν αὐτὸς κτησάμενος τὴν αὐτὴν δύναμιν τῶν λόγων, οἶμαι δʼ οὐ ῥᾷστόν σοι, εἶτα μετριώτερον ἐπὶ σαυτῷ φρονῶν ὀφθῇς. ἂν δʼ αὐτὸς προσαιτῶν καὶ τῆς ἐφημέρου τροφῆς ἀπορῶν καὶ βλέπων εἰς δύο καὶ τρεῖς ὀβολοὺς ἔγκλημα ποιῇ τῷ βασιλεῖ τῷ γράφοντι, μηδὲ χρυσοῦ καὶ ἀργύρου δαπάνη κεκωλύσθω, φάσκων ὑπερηφανίαν εἶναι ταῦτα καὶ λόγων κόμπον, ὁμοίως ἀργυρίου καὶ φρενῶν ἀπορῶν ἔσει. εἶτα τί φησὶν ὁ Σόλων; <quote rend="blockquote">εἰ γὰρ ἤθελον <l/> ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε, <pb xml:id="v.2.p.538"/> <l/> αὖθις δʼ ἃ τοῖσιν ἁτέροις δρᾶσαι, διὰ <l/> πολλῶν ἂν ἀνδρῶν ἥδʼ ἐχειρώθη πόλις. <l/> ατῶν οὕνεκʼ ἀρχὴν πάντοθεν κυκεύμενος <l/> ὡς ἐν κυσὶν πολλαῖσιν ἐστράφην λύκος.</quote> ὁρᾷς ὅτι καὶ Σόλων καλλωπίζεται καὶ σοῦ μεῖζον ἐφʼ αὑτῷ φρονεῖ. ἡγεῖτο γὰρ, οἶμαι, τὰ εἰς αὑτὸν αὐτῷ ταῦτα ἐγκώμια πεποιημένα λυσιτελεῖν τοῖς ἄλλοις γίγνεσθαι παραδείγματα. διὰ ταῦτα ὁ εἴσω τὴν χεῖρα ἔχων τὸ φθέγμα ἐπαίρεται καὶ τὰ αὑτοῦ κοσμεῖ δικαίως. τὴν μὲν γὰρ χεῖρα, οἶμαι, εἴσω ἔχειν ἠξίου, τὴν κεφαλὴν δʼ οὐ κάτω. φέρε δή σε καὶ διʼ ἑτέρου τῶν ὀνομαστοτάτων παραμυθήσομαι, ἐπειδὴ δειλότερος εἶ τοῦ δέοντος, ἵνα μὴ λέγω θρασύτερος. ἔστι δʼ ὑπερβολὴ τῶν τοῦ Σόλωνος ἃ οὗτος εἴρηκε. σκόπει γάρ· <q>τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιητὴς οὔτε ὑμνήσει κατʼ ἀξίαν· ἔχει δὲ ὧδε.</q> εἶδες ὡς ἐξεφύσησεν ἅπαντας τοὺς βασκάνους, γράψας ἐλευθέρως περὶ τῆς ἑαυτοῦ φύσεως καὶ ὡς εἰκὸς ἦν τὸν βεβαιοῦντα τὸν ἐν χειρὶ λόγον, ὡς ἄρα ἡ τῶν κρειττόνων <pb xml:id="v.2.p.539"/> ἐπίπνοια ὑπερφρονεῖν ποιεῖ τῶν πολλῶν. ἢ τοῖς ἐκ τῶν τριόδων παραπλησίως ἔχειν δοκεῖ σοι ταῦτα; διαπερανάμενος τοίνυν τὸν λόγον τὸν περὶ τοῦ ἔρωτος ποίαν εὐφημίαν ὕστερον περὶ αὑτοῦ παραλέλοιπεν, ἢ τί τῶν καλλίστων οὐκ εἴρηκε; πρῶτον μὲν ὡς ὀρθῶς ἐζήτησε τἀληθὲς, τῷ τὰ μὲν συναγαγεῖν, τὰ δὲ τέμνειν πρὸς λόγον εἰδέναι· ἔπειθʼ ὡς ἐν τάξει τὸν λόγον διέθετο· μέγιστον δὲ πάντων ἐπὶ τῇ μεγαλοπρεπείᾳ φρονεῖ, ὥστε καὶ ἄντικρυς τοῦ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="399"><p> ἀντιπάλου καθαπτόμενος εἴρηκεν, εἰ μὴ ἄρα οὕτω σφόδρα παῖς εἶ ὥστε νομίζειν Φαίδρου τὰ ῥήματα εἶναι καὶ οὐ τὸν Πλάτωνα ὡς τὸν Φαῖδρον λέγειν <q>τὸν λόγον δέ σου πάλαι θαυμάσας ἔχω, ὅσῳ καλλίω τοῦ προτέρου ἀπειργάσω, ὥστε ὀκνῶ μή μοι ὁ Λυσίας ταπεινὸς φανῇ, ἐὰν ἄρα θελήσῃ πρὸς αὐτὸν ἄλλον ἀντιπαρατεῖναι.</q> ἐκεῖνα δʼ αὖ τί φήσεις; φεῦ ὅσῳ τεχνικωτέρας λέγεις νύμφας τὰς Ἀχελώου καὶ Πᾶνα τὸν Ἑρμοῦ Λυσίου τοῦ Κεφάλου πρὸς λόγους εἶναι. ταῦτα οὐ μετὰ πάντων ἐγκωμίων εἰς αὑτὸν εἰρῆσθαί σοι δοκεῖ τῷ ἀνδρὶ, εἴπερ γε μὴ τὰ Μίδου ὦτα ἔχεις, οὗ τὸ ἐπίγραμμα ἐκεῖνος ἐπέσκωπτε προσεικάζων τῷ τοῦ ἑταίρου λόγῳ, καὶ κατὰ πάσας γέ που τὰς ἀρετάς; ἀναγκαίως· ταῦτα διεξέρχεται περὶ αὑτοῦ. φρονίμου μὲν γὰρ, οἶμαι, καὶ σώφρονος γνῶναι τὴν ἀξίαν, δικαίου δὲ τὰ πρέποντα καὶ αὑτῷ καὶ ἑτέροις ἀποδοῦναι, ἀνδρείου δὲ μὴ φοβηθῆναι τἀληθὲς εἰπεῖν. ὁ δʼ αὖ νεμεσῶν ἅπασι <pb xml:id="v.2.p.540"/> τοῖς ἐναντίοις τούτων εἰκότως ἐνέχεται, ἕως ἂν μὴ δείξῃ ὡς ἀλλότριοι τοῦ λέγοντος οἱ λόγοι καὶ μείζω δόξαν τῆς ἀληθείας ἐφέλκονται.</p><p rend="align(indent)">ἄλλα τοίνυν μυρίʼ ἔχων εἰπεῖν παραλείπω. ἀλλʼ ἐπειδὴ Σόλωνος ἐμνήσθην καὶ ὧν ἐκεῖνος διαλέγεται περὶ τῆς αὑτοῦ πολιτείας, φέρε σκόπει τί αὖ καὶ οὗτος ἐν αὐτοῖς τοῖς νόμοις οὓς ἐτίθει λέγει; ταῦτα δὲ νομοθέτῃ προσήκει μᾶλλον εἰδέναι ἢ ποιηταῖς ξύμπασιν. οὐκοῦν ἄντικρυς δοκεῖ σοι συμπάντων τῶν ποιητῶν πρῶτον καὶ σοφώτατον ἀνακηρύττειν ἑαυτόν; μετʼ ἰσχυρᾶς γέ που τῆς ἀνάγκης οὕτω τοῦτο συμβαίνει. ὅταν γὰρ αὐτὸς μὲν ὁ φάσκων εἶναι νομοθέτης ᾖ, αὐτὸς δὲ ὁ φάσκων δεῖν τοὺς ποιητὰς παραχωρεῖν τῷ νομοθέτῃ καὶ ταῦτα σύμπαντας, πῶς οὐκ εἰς τοῦθʼ ὃ προεῖπον τελευτᾷ; ἆρʼ οὖν ἐνεθυμήθης διὰ πάντων τούτων πόσον τὸ μεταξὺ σοῦ τε κἀκείνου πρὸς ταῦτα; ἢ πάντων οὖν κατηγόρει τῶν ἀρίστων ἐν τοῖς Ἕλλησιν, ἢ καὶ ἡμῖν πρᾳότερος εἶναι τοῦ λοιποῦ, ὦ τὰ μὲν ὑπὲρ ἐμοῦ δεδιὼς, τὰ δʼ ὑπὲρ σαυτοῦ μὴ σκοπῶν, καὶ αὐτὸς μὲν κατʼ εὔνοιαν ἀξιῶν παρρησιάζεσθαι πρὸς ἐμὲ, ἐμὲ δʼ οὐκ ἐῶν πρὸς τούτους παρρησιάζεσθαι </p></div></div></body></text></TEI>