ἄνευ θεοῦ τάδε μαίνεται, ἀλλὰ παρούσης τῆς Ἀθηνᾶς, ᾗ τὰ κράτιστα τῆς σωφροσύνης ἀνεῖται. ἤκουσας δέ που καὶ Ὁμήρου περὶ ἀγωνιστῶν λέγοντος μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος, ἢ ὀλοὸν πῦρ οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης, ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο· καὶ οἶσθα δὴ τἀπὶ τούτοις, ἵνα σοι καὶ χαρίσωμαι. νὴ Δίʼ ἀλλὰ βάρβαρος οὗτος καὶ κατέχειν αὑτὸν οὐ δυνάμενος. τὸν δʼ ἕτερον τί φῶμεν, τὸν κάλλιστον τῶν Ἀχαιῶν; οὐκ ἀναμνησθήσει πῶς αὖ καὶ τοῦτον ὁπλίζει μετὰ τὴν ἀπόρρησιν τῆς μήνιδος; ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεὺς, τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε· τὼ δέ οἱ ὄσσε λαμπέσθην ὡσεί τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ δῦνʼ ἄχος ἄτλητον· ὁ δʼ ἄρα Τρωσὶν μενεαίνων δύσατο δῶρα θεοῦ. ὁρᾷς ὅτι πάντα ὁμοῦ τῷ ἀνδρὶ προστίθησιν, ὀδόντων κρότον, πῦρ ἐν ὀφθαλμοῖς, ὀργὴν εἰς τοὺς πολεμίους, λύπην ἐπὶ τῇ συμφορᾷ, καλλωπισμὸν εἰς τοὺς συστρατιώτας. Ἐνυοῦς μὲν δὴ καὶ Ἐνυαλίου χορευταὶ τοῦτον ἵστανται τὸν τρόπον, οὔτε τὴν γνώμην ἀτρεμεῖν δυνάμενοι, πολὺ δὲ ἧττον ἔτι τὼ χεῖρε ἀτρεμίζοντες, κινεῖται δὲ ἄτοπόν τινα κίνησιν καὶ τὰ χείλη καὶ πᾶν μέρος τοῦ σώματος, καί τις αὐτοὺς θαυμαστὴ κατέχει κρᾶσις λύπης, ὀργῆς, ἐπιθυμίας, λογισμοῦ· οἳ κἂν εἰς λόγους ἔρχωνται, μεταξὺ τῶν ἔργων τοιαυτὶ λέγουσιν ἆσσον ἴθι καὶ δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι· τοὺς δὲ Ἑρμοῦ τε καὶ Μουσῶν χορευτὰς, περὶ οὓς τὰ τῶν πτερωτῶν λόγων κάλλη τε καὶ τολμήματα Ζεὺς ὁ θεῶν βασιλεὺς ἔταξεν εἶναι, πότερα εἰς γῆν κάτω βλέποντας ὥσπερ τοὺς Ἐρεμβοὺς οὕτως ἀξιώσεις ἐπιδείκνυσθαι τὰ σφέτερʼ αὐτῶν ἔργα, μηδὲν τῶν κανθηλίων διαφέροντας, μέσους ἐγρηγορότων καὶ καθευδόντων, ἢ μηδὲν ἀμβλυτέρους ὄντας φαίνεσθαι τῶν ἐκ Κορυβάντων ἤ τινος ἄλλου δαίμονος θερμοῦ κατεχομένων, ἀλλʼ ἅμα τῷ μέλει κινεῖσθαι τὰ γιγνόμενα; ἀλλὰ τοῦ μὲν Διομήδους οὐκ αἰτιᾷ τὴν κόρυν οὐδὲ τὴν ἀσπίδα, πῦρ ἀφιεῖσαν, ὥς φησιν Ὅμηρος, ἀλλὰ καὶ θαυμάζεις καὶ μεγάλων αὐτὸ ποιεῖς σύμβολον, ὧν δʼ ἐξ αὐτῆς τῆς κεφαλῆς ἀνίησι τὸ πῦρ ἡ θεὸς, τούτοις οὐδὲ συγγνώμης μεταδίδως; καὶ ποίας μάχης τοσαύτην θέρμην φήσεις ἡγεῖσθαι, ὅσην τῶν ἐμψύχων λόγων καὶ ἀληθινῶν; πάντα μὲν γὰρ ἴσως κατὰ Δαρεῖον τὸ πῦρ ἐκόσμησε, καὶ οὐ δυνατοῦ μᾶλλον τὸ ῥῆμα ἢ ἀνδρὸς σοφοῦ, λόγων δʼ αὕτη πηγὴ μία, τὸ ὡς ἀληθῶς ἱερὸν καὶ θεῖον πῦρ τὸ ἐκ Διός ἐστιν, ἐφʼ ᾧ καθεύδειν οὐκ ἔνι δή που τὸν τετελεσμένον τε καὶ εἰς τὸ μέσον φερόμενον. σὺ δὲ τηνικαῦτα ἀξιοῖς σκοπεῖν εἰς σὲ καὶ τοὺς σοὺς ὀφθαλμοὺς, δεδοικότα ὥσπερ παῖδα μή τι γρύξειεν ὅ σοί τινα ἀηδίαν οἴσει. καὶ τίθης οὐχὶ τῷ χειμάρρῳ ὅρια, ἀλλὰ τῷ Νείλῳ, καὶ ταῦτα ὁμοῦ τῷ μεγέθει τὴν συμμετρίαν ἔχοντι. οὐκ οἶσθʼ ὅτι ὥσπερ τὰ παρʼ Ἡφαίστου ὅπλα αὐτὰ καθʼ αὑτὰ κινούμενα ἁνὴρ ἐκεῖνος ἐποίησεν; οἶμαι δέ που καὶ τοὺς τοῦ Ἀπόλλωνος ὀϊστοὺς αὐτοὺς ἐφʼ αὑτῶν ἐπηχῆσαι συνοργισθέντας αὐτῷ. οὕτω κἀν τοῖς ἀγῶσι τοῖς περὶ τοὺς λόγους τοὺς περὶ τῶν θεῶν πολλὰ τοιαῦτα αὐτῶν τῶν λόγων ἰδίᾳ κινουμένων ὥσπερ ἔκφορα γίγνεται, καί τινα ἠχὴν παρέχεται τότε ὁ λόγος ἀναγκαίαν καὶ ἀκόλουθον τῇ ῥύμῃ καθάπερ βέλος τι σὺν ῥοίζῳ φερόμενον. δέδοικα μὲν οὖν μὴ παρὰ κωφὸν λέγω καί τινα τρόπον ἐξορχῶμαι δεικνὺς ἀμυήτῳ τὰ ἱερά· ὅμως δὲ ὥσπερ ἐν μύθῳ τις ἀπόρρητος λόγος τοῖς μὲν ἀκούειν δυνατοῖς εἰρήσεται, σοὶ δὲ οὐδὲν μᾶλλον. λέγω γὰρ οὖν ὡς ἐπειδὰν περιέλθῃ τὸ τοῦ θεοῦ φῶς, καὶ τὸ λεγόμενον δὴ τοῦτο ἀστράψῃ διʼ ἅρματος, οἷα δὴ ταῖς Μούσαις ἅρματα οἱ ποιηταὶ δεδώκασι, καὶ κατάσχῃ τὴν ψυχὴν τοῦ λέγοντος, ὥσπερ τι πῶμα παρελθὸν ἐξ Ἀπόλλωνος πηγῶν, εὐθὺς μὲν τόνου καὶ θέρμης ἐνέπλησε μετʼ εὐθυμίας, ἦρε δὲ τοὺς ὀφθαλμοὺς ἄνω καὶ τὰς τρίχας διέστησε, βλέπει δὲ οὐδʼ εἰς ἓν ἄλλο ὁ τοιοῦτος, εἴτε χορευτὴν εἴτε βάκχον βούλει λέγειν, οὔτε παρὸν οὔτε ἀπὸν, ἀλλʼ ἢ πρὸς αὐτοὺς τοὺς λόγους καὶ τοὺς ταμίας αὐτῶν, ὥσπερ οἱ πρὸς τοὺς ἄλλο τι ὀρέγοντας ἑαυτοῖς βλέποντες, καὶ ταῦθʼ ὅταν ἐξ ὑψηλῶν προτείνωσι, καί τι ἔπος, φησὶ, προέηκεν ὅπερ ἄρρητον οὐ φορητὸν ἦν—φέρει γὰρ ὁ καιρὸς πόλλʼ ἅ τις οὐκ ἂν ἐννοήσειεν ἰδιώτης τῶν τοιούτων ἀγώνων—καὶ οὐκ ἔστιν ἀνέντα τὴν γνώμην οὐδʼ ὑποθέντα ἑαυτὸν τοῖς ἀκροαταῖς, ὃ προσήκει κέντρον τῶν λόγων διασώσασθαι, ἀλλʼ ἡ θέρμη καθάπερ τι φάρμακον μόνη δὴ παραπέμπει καὶ κατευθύνει καθάπερ ναῦν τὸν λόγον καὶ τοῖς ἐναντίοις χώραν οὐ δίδωσιν. ἡνίκʼ ἂν δὲ αὕτη προλίπῃ, ὑπορρεῖ τὰ τῶν λόγων καὶ τὰ τῆς νάρκης νικᾷ, καὶ ἀνάγκη δὴ κάτω φέρεσθαι τὸν τοιοῦτον ῥήτορα ὑπὸ τῆς ἀμβλύτητος ἀποψυχόμενον, καθάπερ τινὰ ἀετὸν τῶν πτερῶν ὑφιέντα. ἔχω δέ σοι καὶ λόγον τινὰ ἱερὸν διελθεῖν, ἀκούσας νύκτωρ οὐ πάλαι παρά του τῶν κρειττόνων, οἷόν ἐστι τὸ χρῆμα τῆς θείας μανίας. εἶχε δέ πως ὧδε ὁ λόγος. ἀνάγκη τὸν νοῦν, ἔφη, κινηθῆναι τὴν πρώτην ἀπὸ τοῦ συνήθους καὶ κοινοῦ, κινηθέντα δὲ καὶ ὑπερφρονήσαντα θεῷ συγγενέσθαι καὶ ὑπερέχειν. καὶ οὐδέτερόν γε, ἔφη ὁ διδάσκων, θαυμαστόν. ὑπεριδών τε γὰρ τῶν πολλῶν ὁμιλεῖ θεῷ θεῷ τε ὁμιλήσας ὑπερέχει. τάδε μέν σοι τῆς ἱερᾶς, ὡς οἱ ποιηταὶ καλοῦσι, νυκτὸς ἀπομνημονεύματα διὰ κεράτων μὲν ἥκοντα, στιλπνότερα δὲ ὡς ἀληθῶς ἐλέφαντος παντός. ὥστʼ εἰ καὶ μηδένα μηδʼ ἀφʼ ἑνὸς εἴδους εἴχομεν εἰπεῖν ἐπʼ αὐτῷ τι φρονήσαντα, μηδʼ ἦν ἀναγκαῖον τῶν λόγων τὸ τοιοῦτον πάθημα, ἡμᾶς δʼ εἰς ταύτην ὁ θεὸς νῦν ἦγεν, οὐκ ἂν τὰ πρεσβεῖα δή που συμφορὰν ἐποιούμεθα. σὺ δʼ αἰτιᾷ τὸ σύμβολον αὐτοῦ τοῦ ῥήματος. ἢ πρὸς θεῶν ἀκροατὴς μὲν οὐχ ὅστις σφόδρα σώφρων, ἀλλʼ ὅστις ἐπίσταται κινεῖσθαι βέλτιστος καὶ ὅστις ἀπαντᾷ τοῖς λεγομένοις, ῥήτωρ δὲ οὐχ ὁ θερμότατος καὶ πρῶτος αὐτὸς αὑτοῦ συνιεὶς ἄριστος, ἀλλʼ ὅστις ἡττᾶται τῶν ἀκροωμένων, ἢ παρʼ ἐκείνων δεῖται μαθεῖν ὁποῖʼ ἄττα ἐστὶν ἃ λέγει; σκόπει δὴ καὶ τοῦτο. φημὶ γὰρ αὐτῶν ἕνεκα τῶν λόγων συμβαίνειν ἀνάγκην πολλάκις παραφθέγξασθαι τόν γε δὴ καθαρῶς ἁπλοῦν καὶ φιλάνθρωπον· εἰ δὲ μὴ, τοὺς πολλοὺς ἐκφεύγειν ἐστὶν ἃ τῶν κρειττόνων μὴ λαθεῖν. οἷόν τι λέγω, ἔστι κάλλη περὶ λόγους, ὡσαύτως δὲ περὶ ποίησιν, καί τινες ἰδέαι καὶ πόρρω καὶ ἐγγὺς ἀλλήλων, ἃς ἅμα μὲν πάσας λαβεῖν οὐ ῥᾴδιον, μέρος δὲ ἕκαστος ἀποτεμόμενος κατὰ τοῦτο ηὐδοκίμησεν· Ὅμηρον δὲ, εἰ βούλει, ποιητῶν ἐξαίρει λόγου. ὅταν οὖν τις ἀγώνισμα ποιήσηται διὰ πάντων τῶν καλῶν τούτων διεξελθεῖν καὶ πάσας μίξεις μῖξαι περὶ τοὺς λόγους, καὶ πρῶτον μὲν τὰ ἤθη πρέποντα τοῖς καιροῖς ἀποδοῦναι, ἔπειτα τὰς συζυγίας, οὗ μὲν ἀκριβείας δεῖ, ἐνταῦθα ὥραν προστιθεὶς, οὗ δʼ ἐργασίας, ἐνταῦθα τάχος, τῷ δὲ περιττῷ σαφήνειαν, χάριν δὲ οὗ σεμνότης, οὗ δὲ εὕρεσις, ἐνταῦθα διαχειρίζειν, οὗ δὲ τολμήματα, ἐνταῦθα ἀσφάλειαν, ἐφʼ ἅπασι δὲ ῥᾳστώνην καὶ δρόμον, καί μοι παρείη περὶ τούτων ἄμεινον σοῦ καὶ τῶν σοὶ προσομοίων ἐπίστασθαι, σκοτοδινιᾷ δὴ πᾶς ἐνταῦθα ἀκροατὴς καὶ οὐκ ἔχει τίς γένηται, ἀλλʼ ὥσπερ ἐν παρατάξει κυκλούμενοι θορυβοῦνται, καὶ ὡς ἕκαστος ἔχει φύσεως ἢ δυνάμεως οὕτως ἐπαινεῖ, ὁ μὲν τῆς λέξεως τὴν ἀκρίβειαν, ὁ δὲ τοῦ νοῦ τὴν λεπτότητα, ὁ δὲ ὡς ὡραία. ὁ δὲ ῥήτωρ ὑπὲρ αὐτῶν ῥήγνυται. τί φῄς; οὐχ ὁρᾷς τὸ ἀγώνισμα οὐδὲ ἀπὸ πολλοῦ, ἀλλʼ εἰς ἑκάτερον, φησὶ, τῶν αὐλῶν ἐμοῦ χωρὶς αὐλοῦντος καὶ πάσαις ἅμα ταῖς ἁρμονίαις χρωμένου κάθησαι πρὸς ἑνός τινος τῶν δακτύλων κίνησιν βλέπων, ὥσπερ ἂν εἰ καὶ ἐν λύρᾳ ἢ κιθάρᾳ πάντων ὁμοῦ δεικνυμένων μιᾶς χορδῆς ἤχου δοκοίης ἀκούειν. διδάσκει σε ὁ ῥήτωρ, ἄλλου μὲν οὐδενὸς ἕνεκα, ἴχνος δέ τι θεῖον σώζων ἐν αὑτῷ καὶ προνοούμενος καὶ σοῦ καὶ ἑτέρων, μάλιστα δὲ αὐτῆς τῆς φύσεως τῶν λόγων, ὅπως αὐτῶν τὰ σπέρματα εἰς γνῶσιν ἐλθόντα σωθείη κατὰ τὸ δυνατόν. ταῦτʼ ἐστὶν, ὦ τἀμὰ μὲν εἰδὼς, τὰ σαυτοῦ δʼ ἀγνοῶν, ἃ κἀμὲ πρώην ἐκίνησε. σὺ δὲ τὸν νόμον μεταβάλλεις καὶ τὴν τάξιν ἐναλλάττεις, ἣν ἡ φύσις κατέδειξεν οὐκ ἐν ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ζώοις, αὕτη δʼ ἐστὶν ἀκούειν τοῦ βελτίονος, καὶ νομίζεις τὸν ἀετὸν οἷόν τʼ εἶναι τὸ ἴσον κινεῖσθαι τῷ κολοιῷ, οὗ καὶ προσιόντος ἔτι πόρρωθεν δήλη τοῖς ὁρᾶν καὶ ἀκούειν δυναμένοις ἡ ἀλκὴ σχίζοντος τὸν ἀέρα, ὥσπερ ὅταν ναῦται τῇ κώπῃ τὴν θάλατταν. δῆλος δὲ καὶ λέων ἐπιβρυχώμενος οἷα δράσει, μὴ ὅτι μασσῶν. σὺ δʼ ἀπαιτεῖς ἵππου μὲν δρόμον, σχῆμα δὲ τῆς κεφαλῆς ὄνου, πράγματα οὐχὶ συμβαίνοντα· ἐκείνων δʼ οὐκ ἤκουσαις ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται, ὁ δʼ ἀγλαΐῃφι πεποιθὼς ῥίμφα ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων. ὄνῳ δὲ ἀρκοῦν ἐστι γαύρωμα, ἀπαλλαγῆναι τοῦ φορτίου, ὃ τῆς ἐφʼ ἡμέρᾳ χρείας ἕνεκα τῷ δεσπότῃ περιφέρει, πλείους τῶν βημάτων τὰς πληγὰς ἐκλέγων. ἀλλὰ γὰρ ᾠχόμην ὥσπερ κατὰ ῥοῦν ὑπὸ τοῦ λόγου φερόμενος. ἐπάνειμι δὴ ἐπʼ ἐκεῖνο, ὅτι ἀξιοῖς μεταβάλλειν τὸν τῆς φύσεως νόμον, ὃς κελεύει τὴν τῶν κρειττόνων ὑπερβολὴν ἀνέχεσθαι καὶ ζῆν πρὸς τὸ ἡγούμενον. αἰσχρὸν τῷ στρατηγῷ βλέπειν εἰς τοὺς στρατιώτας, καλὸν δέ γε τοῖς στρατεύμασιν εἰς τοὺς στρατηγοὺς, ὥσπερ, οἶμαι, τοῖς χορευταῖς εἰς τὸν ἡγεμόνα, τοῖς ναύταις εἰς τὸν κυβερνήτην, τοῖς δήμοις εἰς τὸν ἄρχοντα, τοῖς ἀκροαταῖς εἰς τὸν ῥήτορα. εἰ μὲν οὖν ῥήτωρ τις ἡμῖν ἐξ ἀκροατοῦ μετεσκεύασαι, ὥρα σοι παραλαμβάνειν τὸν θρόνον, εἰ δὲ μικρὸς μικρὰ ἀπολαμβάνων περὶ ταῦτα διατρίβεις, ἐγὼ μὲν οὐδὲν εὔφημον ἐπενεγκεῖν ἔχω σοι, βούλομαι δʼ ὃ μικρῷ πρόσθεν ἔφην διὰ πλειόνων ἐξετάσαι τὸ τῆς αἰτίας, ἐπειδή γε καὶ σὺ συμφαίης ἂν τὰ πολλὰ ταύτῃ κρίνεσθαι. εἰ μὲν γὰρ ἐγὼ τούτου χάριν, ὅπως ἢ μειράκια ὑπαγοίμην, ἢ πατέρας τινὰς κακοδαίμονας ἐξαπατήσας ἐπάραιμι τελεῖν ἐμαυτῷ μισθοὺς, οὕτω ταῦτα σεμνῶς ἀνῆγον, καὶ μὴ μόνον εἰ πρώην, ἀλλὰ καὶ ὁποτοῦν ἐν τῷ παντὶ χρόνῳ τοιούτου τινὸς ἡττηθεὶς ὁτιοῦν ἢ μικρὸν ἢ μεῖζον εἴρηκα ἢ πεποίηκα, ὅ τι βούλει χρῶ λαβὼν, οὐ παραιτοῦμαι· εἰ δʼ ὡς ἡ τοῦ λόγου φύσις εἰργάζετο καὶ προήγετο, οὕτω διεκείμην, καὶ τῶν ἐμαυτοῦ λόγων ἠκροώμην ὡς ἀλλοτρίων, μᾶλλον δὲ ταύτῃ γε καὶ παντάπασιν ἠλαττούμην καὶ ἐπειχόμην, οὐχ οἷός τε ὢν βακχεύειν καὶ μετὰ ἀδείας τῆς