<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="388"><p> καὶ τοῖς ἀναγκαίοις τούτοις ἀγωνισταῖς ἴδοι τις ἂν καὶ τοὺς ἀγωνοθέτας καὶ τοὺς θεατὰς ἐπιχωροῦντας μικρόν τι περὶ αὑτῶν παραβῆναι, καὶ πολλάκις ἀφελόντες τὸ προσωπεῖον μεταξὺ τῆς Μούσης ἣν ὑποκρίνονται δημηγοροῦσι σεμνῶς· σὺ δʼ ἡμῖν οὐδὲ τοσοῦτον μετέδωκας ἀναπνεῦσαι, καὶ ταῦτα ὢν οὐδεὶς, ἀλλʼ ἀγαπᾶν σοι προσῆκον, εἰ καὶ ἐν οἰκέτου τάξει παρῆσθα τοῖς γιγνομένοις.</p><p rend="align(indent)">τί καὶ φήσεις πρὸς θεῶν εἴ τις ἔροιτό σε; ἐπαχθῆ νὴ Δίʼ αὐτὰ εἶναι καὶ φορτικά; οὐκοῦν εἰ μὲν τοῖς πολλοῖς, τί οὐχ οὗτοι δυσχεραίνουσιν; εἰ δὲ σοὶ, τί καταφεύγεις ἐπὶ τοὺς πολλούς; οἱ γὰρ πολλοὶ οὗτοι σχεδόν τι εἷς τις ἀναφαίνεται, βάσκανος καὶ οὗτος, εἰ δὲ μὴ, ψυχρός γε. καὶ μὴν εἰ μὲν καὶ αὐτὸς ἐπῄνεις τὸν λόγον, κατὰ νοῦν ἦν σοι τὰ λεχθέντα. οὐ γὰρ δή που σαυτῷ μὲν ἠξίους μετεῖναι τῆς ἐπὶ τοῖς ἐμοῖς ἡδονῆς, ἐμὲ δʼ αὐτὸν ὁρῶν γανύμενον συμφορὰν ἐποιοῦ. εἰ δὲ παρῄει σε τὸ τοῦ <pb xml:id="v.2.p.524"/> λόγου κάλλος, εἰκότως ὑφʼ ἡμῶν ταῦτα ἐλέγετο. ἐπʼ αὐτοῖς τοίνυν οἷς παρεφθεγξάμην ποτέρως διετέθης; εἰ μὲν γὰρ καὶ αὐτὸς ἐδυσχέρανας, διὰ τοῦτο ἐλέγοντο, ἵνα ἀχθεσθῇς. οὐ γὰρ δή που σὺ μὲν ζημίαν ποιεῖ ἐμοῦ τοῖς ἐμαυτοῦ χαίροντος, ἐγὼ δʼ οὐ ποιήσομαι κέρδος, ἂν σὺ λυπῇ διὰ ταῦτα. ἀλλὰ μὴν εἴ γε ἀπεδέξω τὰ λεχθέντα, πῶς αἰτιᾷ νῦν περὶ ὧν τότʼ ἦσθα σύμψηφος, ἢ ποτέρου κατηγορεῖς ὅταν οὕτως ἔχῃς; φαίνει γὰρ οὐχ ἧττον σεαυτοῦ. οὐ τοίνυν μόνον κατʼ ἄνδρας ὅλως καὶ πρὸς τὴν ἀξίαν εὑρεθήσεται τὰ τοιαῦτα κρινόμενα, ἀλλὰ καὶ πρὸς τοὺς καιροὺς καὶ πρὸς τὴν τῆς προφάσεως ἀεὶ προσθήκην. οἷον εἴ τις ὕβρει καὶ ὑπερηφανίᾳ τοὺς τοιούτους λόγους προαιρεῖται, ἢ τοὺς πολλοὺς ἐξεπίτηδες ἀτιμάζων καὶ τοῦ μηδενὸς ἀξίους ἡγούμενος, ἢ καὶ ὅπερ ἀρτίως εἶπον, ἕνεκʼ οἰκείου τινὸς, οἵους ἐγώ τινας εἶδον ἤδη τὰς ὀφρῦς ἀνεσπακότας καὶ βαδίζοντας ὥσπερ δεσπότας τῶν ἐντυγχανόντων, καὶ καταπεπλασμένους οὕτω τὸν βίον ὥστε πλήττειν εὐθέως τοὺς ἀπαντῶντας, τοῖς μὲν τοιούτοις δίκαιον οἶμαι νεμεσᾶν καὶ νομίζειν τῆς Γοργείας κεφαλῆς ἀπογόνους τινὰς εἶναι καὶ οὐ τὰ κάλλιστα ἀπολελαυκέναι τῶν λόγων οὓς προΐστανται. ὅστις δὲ τὸν μὲν ἄλλον βίον οὕτω </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="389"><p> μέτριον καὶ κοινὸν ᾕρηται, ὥστʼ ἀπʼ αὐτοῦ τούτου μάλιστα γιγνώσκεσθαι καὶ τοῦτʼ εἶναι σύμβολον αὐτοῦ, εἰ μὴ καὶ νῦν ἔλαθόν τι μεῖζον εἰπὼν, καὶ δεῖ παραιτήσασθαι, ἡνίκʼ ἂν δὲ ὁ θεὸς κινήσῃ, τότε καὶ περὶ αὑτοῦ τι φθέγγεται, καὶ ταῦτα ἅττα ποτέ ἐστι, καὶ φθεγξάμενος παρʼ αὐτὸν τὸν ἀγῶνα καὶ τὸν καιρὸν, ἡνίκʼ οὐδενὸς ἄλλου μεμνῆσθαι πλὴν τῶν λόγων εἰκός ἐστιν, εἶτʼ ἀπηλλάγη, τί τούτῳ ταῦτʼ ὀνειδίξοι τις ἄν; σὺ δʼ ὦ πρὸς Διὸς τοσαύτην εἰπέ μοι σχολὴν ἦγες, ὥστʼ ἀφεὶς ἐκεῖνα τὰ φάσματα μικρὰ καὶ τοῦ μηδενὸς ἄξια ὥσπερ οἱ ὄρνιθες παρεξέλεγες, ἵνα ἀπίῃς ὥσπερ ἕρμαιον ἔχων ὃ κακῶς ἐρεῖς; <pb xml:id="v.2.p.525"/> φάθι δή με καὶ τοῦτο φιλανθρωπίᾳ πεποιηκέναι, ἵνα μὴ παντάπασιν ἀθυμήσῃς, ἀλλʼ ἔχῃς ἐφʼ ὅτῳ βουλήσει ζῆν. ἦν γὰρ, ὡς ἔοικε, σοί τι πυθόχρηστον, ὅταν πάντας ἐπαινέσῃς ἀπολωλέναι. ὥστʼ ἄποινα ὀφείλεις μοι, καὶ εἰ τοῦτʼ αἰτιᾷ, δικαίως αἰτιᾷ. ἢ καὶ τὴν Πυθίαν αὐτὴν καὶ τοὺς χρησμολόγους, ὅταν αὐτοματίζωσιν, ἀκριβῶς ἐξετάζεις ἐπιτηρῶν καὶ σχῆμα καὶ βλέμμα, καὶ εἴ τί σοι δόξουσι λέγειν θρασύτερον, εἶτʼ αὐτοῖς ὕστερον ἐγκαλεῖς; ἄθλιε καὶ πόρρω θεῶν, ἅπαντα ταῦτα ἦν τοῦ καιροῦ;</p><p rend="align(indent)">ἀναμνήσω δέ σε καὶ Ξενοφῶντος, ὃς περὶ τοῦ Κύρου τοῦ μεγάλου διαλεγόμενος τὸν μὲν ἄλλον χρόνον εὐσταλῆ φησι καὶ κόσμιον αὐτὸν εἶναι καὶ ἥκιστα ἀλαζόνα, ἡνίκα δʼ εἰς τοὺς ἀγῶνας ἴοι καὶ ὑποθερμαίνοιτο, οὐδὲν μικρὸν λέγειν οὐδʼ ὑποστέλλεσθαι, ἀλλὰ καὶ αὑτὸν καὶ τοὺς στρατιώτας ἐξαίρειν. εἰκότως· ἐὰν γὰρ, ὦ τᾶν, ἐξέλῃς τὸ κέντρον ἐκ τῆς ψυχῆς, ἀνῄρηκας τὸ τῆς ἀνδρείας ἐφόδιον. κἀμὲ οὕτως ἐξέταζε, καὶ ἔτι μεῖζον προστίθει· εἰ μὴ μέλλων ἀγωνιεῖσθαι, ἀλλʼ ἐμβεβηκὼς, ἀγωνιζόμενος, εἰ παρʼ αὐτὴν τὴν χρείαν, εἰ τοῦ κρείττονος ὢν, εἰ ζέοντος τοῦ λόγου, εἰ πρῶτος μὲν αὐτὸς ἐλαυνόμενος, εἶτα τοὺς πολλοὺς τῷ αὐτῷ κέντρῳ κινῶν, ταῦτα παρεφθεγξάμην ἐπιστροφῆς ἕνεκα καὶ κοινῆς ὠφελείας τῶν ἀκουόντων, ὃ καὶ τῶν προοιμίων ἐπαινοῦμεν καὶ προσδεῖν αὐτοῖς φαμέν. κἂν εὑρίσκῃς ἃ λέγω προσόντα, τόλμησον εἰπεῖν, οὐχ ὅδʼ </p></div></div></body></text></TEI>