<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="386"><p> μάλα πλησίον, ζωγράφου τι ἐπίγραμμα ἐξεδίδασκε τοιοῦτον <quote rend="blockquote">εἰ καὶ ἄπιστα κλύουσι λέγω τάδε, φημὶ γὰρ ἤδη <l/> τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ <l/> χειρὸς ὑφʼ ἡμετέρης, ἀνυπέρβλητος δὲ πέπηγεν <l/> οὖρος. ἀμώμητον δʼ οὐδὲν ἔγεντο βροτοῖς.</quote> εἴτʼ ὦ πρὸς τοῦ Διὸς τὸν μὲν δεῖνα τὸν γραφέα ἠξίους τοσαύτας ὑπερβολὰς περὶ αὑτοῦ λέγειν καὶ παρρησιάζεσθαι, ᾧ καὶ σιγῇ τὸ αὑτοῦ περαίνειν ἐκ τῆς τέχνης ἦν, ἄνθρωπον δὲ ἐν ὀλίγοις ἐξεταζόμενον, οὐδὲν γὰρ ἄλλο λέγω τὰ <pb xml:id="v.2.p.521"/> νῦν περὶ τῶν ἐμαυτοῦ λόγων, καὶ ὁσονοῦν παραφθέγξασθαι θαυμαστόν τί σοι καὶ δεινὸν κατεφάνη; ἄκουε δὴ καὶ ἑτέρου ζωγράφου, ὡς μὲν σὺ φαίης ἂν, ἀλαζονευομένου, ὡς δὲ οἱ ταῦτα δεινοὶ λέγουσιν, οὐ μεῖζον ἢ προσῆκον φρονήσαντος. λέγει δὲ τί; <quote rend="blockquote">Ἡράκλεια πατρίς· Ζεῦξις δʼ ὄνομʼ· εἰ δέ τις ἀνδρῶν <l/> ἡμετέρης τέχνης πείρατά φησιν ἔχειν, <l/> δείξας νικάτω·</quote> δοκῶ δὲ, φησὶν, ἡμᾶς οὐχὶ τὰ δεύτερʼ ἔχειν. καὶ τοῦτο τὸ ἐπίγραμμα οὔτʼ ἐκεῖνος ἀπώκνησεν ὡς θρασὺ οὔτε τις αὐτῷ τῶν ἑταίρων ἀπαλεῖψαι συνεβούλευσεν, ἐπειδή γε ἐποίησεν. οἷον δʼ αὖ καὶ τόδε ἔρεξε καὶ ἔτλη ὁ ὑβριστὴς ἐκεῖνος ἐγγράψαι. ποιήσας γὰρ αὖ τὴν τῆς Ἑλένης εἰκόνα προσπαρέγραψε τὰ τοῦ Ὁμήρου ἔπη <quote rend="blockquote">οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς <l/> τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν,</quote> ὥσπερ τὸ αὐτὸ ποιοῦν εἰκόνα τε Ἑλένης ποιῆσαι καὶ τὸν Δία Ἑλένην αὐτὴν γεννῆσαι.</p><p rend="align(indent)">καὶ δή σοι τοὺς μὲν ζωγράφους ἐῶ χαίρειν· ἀλλʼ ἔγωγε κωμῳδιοποιοῦ τινος ἤκουσα σεμνολογουμένου θαυμαστὰ οἷα. καίτοι ἐάν τις ἔρηται τοὺς τῆς κωμῳδίας ποιητὰς ἐφʼ ὅτῳ μέγα φρονοῦσι, φαῖεν ἂν, οἶμαι, ὅτι γέλωτα κινοῦσιν, ὥσπερ καὶ αὐτῶν τις ὡμολόγηκεν οὐδενὸς ἐρωτῶντος. ἀλλʼ ὅμως καὶ οὗτοι χωρὶς ἀξιοῦσιν εἶναι τά τε τῶν ἀστείων σκώμματα καὶ τὰ τῶν πολλῶν· καί τις αὐτῶν ἐν ἀρχῇ τοῦ δράματος μεγαλαυχούμενος ὡς προφήτης προαγορεύει τοιάδε <quote rend="blockquote">Ἀφυπνίζεσθαι χρὴ πάντα θεατὴν, <pb xml:id="v.2.p.522"/> <l/> ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα,</quote> </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="387"><p> ὥσπερ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μέλλων ἅπαντας σοφούς τε καὶ σπουδαίους ποιήσειν. διδάξας δὲ τοὺς Χείρωνας προσπαραγράφει πάλιν αὖ μάλα ὑπερηφάνως ἐπὶ τελευτῆς <q>ταῦτα δυοῖν ἐν ἐτοῖν ἡμῖν μόλις ἐξεπονήθη</q>, τοῖς δʼ ἄλλοις ἐν ἅπαντι βίῳ προτιθέναι φησὶ ποιηταῖς μιμεῖσθαι, δηλονότι ὡς οὐδένα ἐφιξόμενον. ἕτερος δʼ αὐτῶν Ἡρακλέους ὀργήν τινʼ ἔχων φησὶ μεγίστοις ἐπιχειρεῖν· καὶ πάλιν προελθὼν ἀκόλουθον τούτῳ ῥῆμα ἐπιτίθησι <quote rend="blockquote">τοιόνδʼ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν.</quote> οὔκουν δεινὸν, ὦ γῆ καὶ θεοὶ, Ἀριστοφάνη μὲν τὰ ἑαυτοῦ σκώμματα τοῖς Ἡρακλέους ἔργοις ἐπιχειρεῖν ἀπεικάζειν, τοὺς δὲ τῶν σπουδαίων, ὃ κἂν αὐτὸς ἐκεῖνος δοίη, λόγων ποιητὰς τοὺς ἑαυτῶν λόγους τοῖς ἑτέρων ἀξιοῦν παραβαλεῖν ὑβριστικόν τι δοκεῖν εἶναι σοὶ κριτῇ; κἀκεῖνος μὲν κωμῳδίαν τινὰ τῶν αὑτοῦ σεμνύνων ἑτέρωθι, <quote rend="blockquote">σπένδων πόλλʼ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον <l/> μὴ πώποτʼ ἀμείνονʼ ἔπη τούτων κωμῳδικὰ μηδένʼ ἀκοῦσαι.</quote> σὺ δὲ τὸν τῇ θεῷ καὶ σὺν τῇ θεῷ λόγον ποιηθέντα οὐδʼ ἀνωμότως συνεχώρησας ἐπαινέσαι, καὶ ταῦτα ἀπὸ στόματος μόνον. καὶ σιωπῶ τοὺς ἑτέρους· ἀλλʼ ἵνʼ ἐπʼ αὐτοφώρῳ λάβῃς σεαυτὸν ὑβριστὴν ὄντα καὶ συκοφάντην καὶ περίεργον, ἐξέτασον τίς ἦν ὁ τὸν αὑτοῦ λόγον οὕτως ἐπαινέσας ὥστε ἄντικρυς ἐν αὐτῷ ἐκείνῳ περὶ αὑτοῦ <pb xml:id="v.2.p.523"/> διαλέγεσθαι, ὥσπερ ὁ τῆς κωμῳδίας ποιητὴς περὶ τοῦ δράματος, τοῦτο μὲν ἀρχόμενος τοῦ προοιμίου ὑπισχνούμενος ἀξίως ἐρεῖν καὶ τοῦ πράγματος καὶ τοῦ χρόνου τοῦ διατριφθέντος αὐτῷ περὶ τὸν λόγον, καὶ πρός γʼ ἔτι προστιθεὶς ὅτι καὶ παντὸς ὃν τυγχάνει βεβιωκώς· τοῦτο δʼ ἐν τοῖς τελευταίοις ὥσπερ εἰς ἀγῶνα καὶ ἅμιλλαν ἅπαντας προκαλούμενος, ὡς οὐδένα ἂν οὐδʼ ἐγγὺς ἐλθόντα. καίτοι τί φήσεις; πότερα ἐκείνῳ μεῖζον ἐπὶ τοῖς αὑτοῦ προσῆκον φρονεῖν, ἢ ʼκείνῳ μὲν ἐξεῖναι καὶ μεῖζον τοῦ δέοντος, ἐμοὶ δὲ μηδʼ ὅσον ἄξιον; κἀκείνῳ μὲν εἰς αὐτοὺς τοὺς λόγους ἐγγράφειν ἃ φρονεῖ περὶ αὐτῶν, ἐμοὶ δὲ μηδʼ ὅσον λόγου ἔξω παραφθέγξασθαι; καὶ κωμῳδοῖς μὲν καὶ τραγῳδοῖς </p></div></div></body></text></TEI>