<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="380"><p>Περσῶν, ἢ Λακεδαιμόνιοι ἀπὸ τῶν δείνων, ἢ ὁτιδήποτʼ ἂν, ἢ τοὐπίγραμμα ἐξαλειπτέον. ἆρά σοι καὶ τὰ τοιάδε δόξει ἀλαζονία τις εἶναι; <quote rend="blockquote">Ἑλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι, <l/> ἔκτειναν Μήδων ἐννέα μυριάδας·</quote> καὶ  <quote rend="blockquote">ἀμφί τε Βυζάντειον ὅσοι θάνον, ἰχθυόεσσαν <l/> ῥυόμενοι χώραν ἄνδρες ἀρηίθοοι·</quote> <pb xml:id="v.2.p.512"/> καὶ πάντα ἐκεῖνα καλλίω τῶν σῶν οἶμαι λόγων ἐπιγράμματα, καὶ ἔτι γε μᾶλλον <quote rend="blockquote">ἐξ οὗτʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε <l/> καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει, <l/> οὐδενί πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν <l/> ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ. <l/> οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες <l/> Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει  <l/> ἀνδρῶν πληθούσας, μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν  <l/> πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου.</quote> καὶ πρό γε τούτων <quote rend="blockquote">ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες  <l/> παῖδες Ἀθηναίων, </quote> οἶμαι λέγει τὸ ἐπίγραμμα καὶ πολλὰ ἕτερα. νὴ Δίʼ ἀλλὰ ταῦτα Ἀττικὰ καὶ θερμότερα. ἀλλʼ ὡς μὲν καὶ ἡμεῖς οὐκ εἰς ἕτερον τελοῦμεν ἔθνος τῇ προαιρέσει τῶν λόγων ἅπασι πρόδηλον. σὺ δʼ οὖν ἐξέταζε τὰ Δώρια, εἰ βούλει, καὶ τὰ Λακωνικά· <quote rend="blockquote">μυριάσιν ποτὲ τῇδε τριηκοσίῃς ἐμάχοντο <l/> ἐκ Πελοποννήσου χιλιάδες τέτορες.</quote> ἆρʼ οὖν οὐκ ἀλαζονία ταῦτα καὶ πολλὴ καὶ πρός γε αὐθάδεια λαμπρά; τετρακισχίλιοι, φασὶν, ὄντες τριακοσίαις μυριάσι πολεμίων ἀντήραμεν. ἕτεροι δʼ αὖ λέγουσιν <quote rend="blockquote">ἀκμῆς ἑστηκυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν <l/> ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι <l/> δουλοσύνας· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα <l/> ἥψαμεν, ἀργαλέης μνήματα ναυμαχίας. <l/> ὀστέα δʼ ἄμμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος <l/> ἀντʼ εὐεργεσίης μνῆμʼ ἐπέθηκε τόδε. <pb xml:id="v.2.p.513"/></quote> ὥστε ὥρα σοι σκώπτειν αὐτοὺς ὡς ἀδολέσχας τινὰς νεκροὺς καὶ οὐκ εἰδότας ἡσυχίαν ἄγειν. κᾆτά σε ἀνήρ τις Σιμωνίδειος ἀμείψεται, ὤνθρωπε, κεῖσαι ζῶν ἔτι μᾶλλον τῶν ὑπὸ γῆς ἐκείνων. φέρε δὴ καὶ ταῦτα ἐξέτασον <quote rend="blockquote">ἁ Μοῦσα γὰρ οὐκ ἀπόρως <l/> γεύει τὸ παρὸν μόνον, ἀλλʼ ἐπέρχεται <l/> πάντα θεριζομένα.</quote> ταῦτʼ οὐ δοκεῖ σοι σαφῶς ὁ ποιητὴς ἑαυτὸν ἐπαινῶν λέγειν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="381"><p> ὡς γόνιμον καὶ πόριμον εἰς τὰ μέλη; τί δʼ ἐπειδὰν λέγῃ <quote rend="blockquote">μή μοι καταπαύετʼ, ἐπεί περ ἤρξατο <l/> τερπνοτάτων μελέων ὁ καλλιβόας πολύχορδος αὐλός; <l/> νὴ Δίʼ ἀλλʼ οἱ ποιηταὶ μόνοι οὕτως ἐφρόνησαν.</quote> σκόπει δῆτα καὶ τοὺς ῥήτορας, οὓς μόνους σὺ φῂς θαυμάζειν, ἅτε καὶ σφόδρα κατʼ αὐτοὺς ὢν τὴν φύσιν. πρότερον δὲ τοὺς μεταξὺ τῶν ποιητῶν τε καὶ ῥητόρων ἐξετάσαι βούλομαι. <q>Ἡροδότου Ἁλικαρνασσέος ἱστορίης ἀπόδεξις ἥδε, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται μήτε ἔργα μεγάλα καὶ θωυμαστὰ, τὰ μὲν Ἕλλησι, τὰ δὲ καὶ βαρβάροις ἀποδεχθέντα, ἀκλεᾶ γένηται.</q> εἶεν, ὦ βέλτιστε Ἡρόδοτε, ἐν σοὶ δὴ καὶ τοῖς σοῖς λόγοις ἀξιοῖς εἶναι τὸ σωθῆναι μνήμῃ τάς τε Ἑλλήνων καὶ βαρβάρων πράξεις, ἢ διεφθάρθαι πάσας; ἔγωγε, φησὶν ὁ Ἡρόδοτος, εἰ μὴ παντάπασιν ὕπνου μεστὸς εἶ. καί μοι δοκεῖ τὸν ἕτερον τοῦτο ἡσυχῆ κνίζειν. οὐκ ἔχων γοῦν ὅστις γένηται τὸν πόλεμον αἴρει, καὶ βουλόμενος εἰπεῖν, οἶμαι, ὅτι αὐτὸς ἀξιολογώτατος εἴη τῶν συγγραφέων τῷ πολέμῳ <pb xml:id="v.2.p.514"/> τὴν ψῆφον δίδωσι. καὶ τὸ μὲν κεφάλαιον ὅπερ λέγω τῆς σπουδῆς τοῦτʼ ἔστι. περιέρχεται δʼ αὐτὸ καὶ μάλα ἀστείως καὶ τοὺς πρεσβυτέρους πολέμους ὡς ἂν σὺ δόξαις καθαιρεῖ. ἔστι δὲ ταῦτα οὐδὲν ἕτερον ἀλλʼ ἢ ἐνδείκνυται τῷ Ἡροδότῳ καὶ τοῖς Ἑλλανίκοις καὶ τοῖς Ἑκαταίοις καὶ πᾶσι τούτοις ὅτι ἐγὼ ὑμῶν προέχω τῇ κρίσει πρῶτον· τὰ γοῦν κράτιστα <sic>ἐξειλεχὼς</sic>, ταῦτα καὶ περὶ τούτων γράφω, τὰ δὲ πλείω παιδιά. ὅτι δʼ οὖν ἔνεστι φρόνημα τῷ Θουκυδίδῃ εὕροις ἂν καὶ διὰ πάσης τῆς συγγραφῆς. πρῶτον μέν γε ἐπίπαν οἱ δημηγοροῦντες αὐτῷ κατὰ πόλεις μετέχουσι τοῦ τοιούτου, ἔπειτα κατʼ ἄνδρα. τίς οὐκ οἶδεν οἷος μὲν ὁ Περικλῆς αὐτῷ, εἰ ἄρα καὶ Περικλέους ὄνομα ἤκουσας· ὃς οὐκ ἐν ὁμιλίᾳ καὶ κατʼ ἐξουσίαν οὑτωσὶ παραφθέγγεται, ὃ σὺ πρώην ἡμῶν ἀφῃροῦ, ἀλλʼ ἐν τοιούτοις καιροῖς ἐμβεβηκὼς αὐτός τε καὶ τοῦ δήμου τοῦ παντὸς ὄντος, ἐν οἷς σύ γʼ ἂν αὐτῷ συνεβούλευσας καὶ ἱκετηρίαν θεῖναι, φθειρομένης μὲν τῆς χώρας ὑπὸ τοῦ πολέμου, φθειρομένων δὲ τῇ νόσῳ </p></div></div></body></text></TEI>