<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="376"><p> αὐτῶν ἐπαινοῦσιν οἱ ποιηταί. εἰ δὲ δή τις ἔροιτό σε πότερον τοὺς τὰ ψευδῆ περὶ αὑτῶν λέγοντας κακίζεις, ἢ καὶ τοὺς ὁπωσοῦν, εἰ μὲν ἐκείνως ἐρεῖς, ἔλεγχε ὡς ἡμεῖς ταῦτα ἐψευδόμεθα, εἰ δʼ ὅλως, ἐὰν γρύζῃ τις, σκόπει τί τῷ δευτέρῳ χρήσει. ἃ γὰρ ἂν αἰσχρὰ φαίης ἐπʼ ἀνθρώπων εἶναι, ταῦτʼ οὐκ ἂν ἔχοις εἰπεῖν μὴ οὐ πολὺ τοῦ γε θεοῖς πρέπειν ἀπέχειν. ἃ δὲ μηδὲ θεῶν μηδενὶ φαίης ἂν πρέπειν, κομιδῆ τῷ γε ἀρίστῳ τῶν θεῶν οὐκ εἰκὸς πρέπειν. πῶς οὖν Ὁμήρῳ πεποίηται τοσαῦτα καὶ τοιαῦτα λέγων ὁ Ζεὺς περὶ αὑτοῦ καὶ τοὺς ἄλλους θεοὺς ἐκπλήττων καὶ φοβῶν ὥσπερ παιδάρια, τοῦτο μὲν ἐν θεῶν ἀγορᾷ ὅτʼ εἰς τὸ κοινὸν ἀπειλεῖ <quote rend="blockquote">γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων,</quote> ὁ ἀπειθῶν δὴ τοῖς παραγγέλμασι· καὶ τἀπὶ τούτοις, <quote rend="blockquote">εἰ δʼ ἄγε πειρήσασθε θεοὶ, ἵνα εἴδετε πάντες, <l/> σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες, <l/> πάντες δʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι· <l/> ἀλλʼ οὐκ ἄν μʼ ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίονδε <l/> Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε. <l/> ἀλλʼ ὅτε κεν καὶ ʼγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, <l/> αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ· <l/> τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων·</quote> καὶ ταῦτα ἐν εἰδόσι δή που λέγων τοῖς θεοῖς. οὐ γὰρ δὴ τότε γʼ ἐμάνθανον πρῶτον ὅτι ὁ Ζεὺς κρείττων ἐστὶν αὐτῶν. ἄλλα τοίνυν ὅσα τοιαῦτα ἀποφθέγγεται ἢ πρὸς τὴν <pb xml:id="v.2.p.507"/> Ἤραν ὀργιζόμενος ἢ κατὰ πᾶσαν πρόφασιν, τίς ἂν ἐκλέξαι ῥᾳδίως; καὶ ὅπως μή μοι σοφὸς ἐνταυθοῖ γένῃ μηδὲ γελάσας εἴπῃς, τί δʼ οὐκ ἂν πρέποι τῶν μεγίστων τῷ Διί; οὐ γὰρ τοῦτʼ ἐστὶ τὸ ἀμφισβητούμενον, ἀλλʼ εἰ τῷ ἐν ὁτῳοῦν καὶ ὁσονοῦν προέχοντι μὴ προσήκει λέγειν περὶ αὑτοῦ μηδὲ φρονεῖν, ἀλλʼ ἀποχρῆν ἐὰν οἱ συνειδότες ὦσιν, ἥκιστα πάντων ὑπὲρ αὑτοῦ προσήκει λέγειν τῷ Διί. καὶ γὰρ πλεῖστον κρατεῖ καὶ πάντες συνίσασι καὶ ὅτι αὖ συνίσασιν αὐτὸς ἐπίσταται.</p><p rend="align(indent)">ἑλοῦ δὴ ποτέρως ἐμὲ συκοφαντεῖς, πότερον τοῦτο λέγων, ὡς ἐμοὶ τούτων οὐχὶ προσῆκε τῶν λόγων οὓς ἄν τις εἴποι συνειδὼς ἑαυτῷ τι πλέον τῶν ἀκροατῶν, ἢ καθάπαξ οὐκ ἐῶν οὐδὲν ὁτιοῦν παρρησιάζεσθαι. καὶ μὴν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="377"><p> οὐδʼ ἐκεῖνό γʼ ἂν εἴποις, ὡς ἐμοὶ μὲν αἰσχύνην φέρει τὸ τοιοῦτον, Ὁμήρῳ δʼ εἰς τὸν Δία ἀναφέροντι αἰσχύνην οὐκ ἔχει. ἀλλʼ ὡς ἔοικεν, ὅ τε Ζεὺς ἐξηγεῖται τοῖς θεοῖς τἀληθῆ σωτηρίας τῶν ὅλων ἕνεκα καὶ Ὅμηρος ὡς προσήκοντα τὰ τοιαῦτα οὕτω πεποίηκεν, ὅ τʼ Ἀπόλλων καὶ αὐτὸς παραπλήσια ἐν τοῖς χρησμοῖς ἐπιδείκνυται, οὐκέθʼ οὗτος διὰ ποιητοῦ λέγων, ἀλλʼ ὡς θέμις αὐτῷ <quote rend="blockquote">οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμοὺς καὶ μέτρα θαλάσσης <l/> καὶ κωφοῦ συνίημι καὶ οὐ λαλέοντος ἀκούω.</quote> τίνι γὰρ καὶ μᾶλλον προσῆκε τἀληθὲς εἰπεῖν ὑπὲρ αὑτοῦ ἢ τῷ τἀληθῆ περὶ πάντων εἰδότι καὶ λέγοντι; οὕτω τοίνυν καὶ τῶν ἀνθρώπων ὅσοι θεοφιλεῖς καὶ τῶν ὁμοφύλων προέχουσιν, οὐκ αἰσχύνονται τἀληθῆ λέγοντες, ἀλλʼ ἡγοῦνται τοὺς ἀλήτας ὑπὸ ἀπορίας πολλὰ ψευδομένους καὶ κατὰ τὴν τῆς χρείας αἰτίαν ποιῆσαι τοὔνομα τοῦτο ὃ σὺ φεύγεις, τὸν ἀλαζόνα, ᾧ πᾶσαν τὴν ἐναντίαν ἔρχεται <pb xml:id="v.2.p.508"/> δήπουθεν ὁ τἀληθῆ λέγων. ἔστι δὲ κἀν τοῖς νόμοις μὴ λέγειν κακῶς, οὐχ ἁπλῶς, ἀλλὰ τὰ ψευδῆ. ὥσπερ τοίνυν ἐν τοῖς εἰς ἕτερον λόγοις οὐ τὸ κακῶς εἰπεῖν, ἀλλὰ τὰ ψευδῆ δεινὸν, οὕτως οὐδʼ ἂν περὶ ἑαυτοῦ τις εὐφημῇ, δικαίως ἂν ἔχοι μέμψιν, ἕως ἄπεστι τὸ τὰ ψευδῆ λέγειν. ὡς ὅ γε ἀψευδὴς οὔθʼ ἕτερον κακῶς ἀδίκως ἐρεῖ οὔθʼ αὑτὸν ἐπαινέσαι δεῆσαν φεύξεται. οἶμαι δέ σε καὶ Σαπφοῦς ἀκηκοέναι πρός τινας τῶν εὐδαιμόνων δοκουσῶν εἶναι γυναικῶν μεγαλαυχουμένης καὶ λεγούσης ὡς αὐτὴν αἱ Μοῦσαι τῷ ὄντι ὀλβίαν τε καὶ ζηλωτὴν ἐποίησαν καὶ ὡς οὐδʼ ἀποθανούσης ἔσται λήθη. ἀκούεις δὲ καὶ τοῦ Λάκωνος λέγοντος εἰς αὑτόν τε καὶ τὸν χορὸν <q>ἡ Μῶσα κεκλήγει, ἡ λίγεια Σειρήν.</q> καίτοι τί τοιοῦτον ἐγὼ περὶ ἐμαυτοῦ καὶ τῶν ἐμαυτοῦ λόγων παρεφθεγξάμην; πότερον τοῖς Σειρήνων μέλεσι παρέβαλον αὐτοὺς, ἢ πρὸς βιβλία βιβλίον ἀντεξετάσαι κελεύειν αὐθαδέστερόν ἐστιν ἢ τῇ τῶν Μουσῶν φωνῇ τὴν αὑτοῦ φῆσαι προσεοικέναι; προστίθει δὲ κἀκεῖνο, ὅτι αὐτῆς τῆς Μούσης δεηθεὶς κατʼ ἀρχὰς ὁ ποιητὴς, ἵνʼ ἐνεργὸς ὑπʼ αὐτῆς γένοιτο, εἶτα ὥσπερ ἐξέστη καὶ φησὶν </p></div></div></body></text></TEI>