ὥρας ἐν σώματι καὶ κάλλους ὁπόσου τινὸς ἀντάξιον ἡ τῶν λόγων χάρις καὶ τὸ ταύτης κάλλος ὑπερπέφυκεν. ἢ ταῦτʼ οὐκ εἰς αὑτόν σοι δοκεῖ λέγειν; ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· οἱ δέ τʼ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν, ὁ δʼ ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ, μέγα δʼ ἐμπρέπει ἀγρομένοισιν· ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσι. καὶ μὴν ὅτι γʼ εἰς αὑτὸν αὐτῷ ταῦτα ἔχει δῆλον ἐκ τοῦ ἑτέρου τοῦ ἐναντίου. φησὶ γὰρ ὣς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές. τὸ μὲν γὰρ ἐκείνῳ δίδωσι δυοῖν ὄντοιν, τὸ δʼ αὑτῷ, τὸ λοιπόν. καὶ ταῦτʼ οὐχ ὑπʼ αὐθαδείας, ὦ σοφίας ὄφελος σὺ καὶ μέγα κῦδος Ἀχαιῶν, οὐδὲ τηνάλλως ἐκεῖνος διεξῄει τῷ θυμῷ παραδοὺς ἑαυτὸν, ἀλλʼ ἐπιστρέψαι βουλόμενος τὸ μειράκιον, τεθραμμένον ἐν τρυφῇ καὶ πολὺ τῆς ἀληθείας διημαρτηκός. καὶ ὡς ἔοικεν ὤνησε. μεταγιγνώσκει τε γὰρ οὐκ εἰς μακρὰν καὶ πατέρα αὐτὸν ἀντὶ τῶν προτέρων ἐκείνων καλεῖ καὶ εἰς διαλλαγὰς ἔρχεται. πάλιν δʼ αὖ περὶ τῆς ἐν τοῖς ἄθλοις ἕξεως αὐτοῦ λέγων, ἄντικρυς ὥσπερ Νέστωρ ἐν Ἰλιάδι, καθʼ ἕκαστον διελόμενος ὁπόσον κρατοίη λέγει πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι. εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι, πρῶτός κʼ ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλῳ ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν· δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ. ταῦτα μὲν ἐν τῇ θέᾳ τῶν Φαιάκων, πρὶν καὶ τοὔνομα εἰπεῖν πρὸς αὐτοὺς ὅ τι ἐστὶν αὐτῷ. ἐρωτηθεὶς δὲ καὶ τοῦτο ἐν τῷ δείπνῳ εἴμʼ Ὀδυσεὺς, ἔφη, Λαερτιάδης, ὃς πᾶσι δόλοισιν ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει· εὖ εἰδὼς ὅτι οὐχ ὁμοίως Φαίακες ἀκούσονται αὐτοῦ τῶν λόγων, ἕνα τε εἶναι τῶν πολλῶν νομίζοντες καὶ προλαβόντες ἐν ταῖς γνώμαις ὅτι νῦν αὑτοῖς τῶν Ἑλλήνων ὁ ἄριστος διαλέγοιτο. οὐκ ᾐσχύνετο οὖν ἑαυτὸν ἐπαινῶν, εἴπερ γε μηδʼ ἑτέρους ὠφελῶν. οὕτω μὲν αὐτοί τε οἱ ποιηταὶ φρονοῦσιν ἐφʼ αὑτοῖς καὶ οἱ ἄνδρες περὶ ὧν διαλέγονται, καὶ οὓς μάλιστα παρʼ αὐτῶν ἐπαινοῦσιν οἱ ποιηταί. εἰ δὲ δή τις ἔροιτό σε πότερον τοὺς τὰ ψευδῆ περὶ αὑτῶν λέγοντας κακίζεις, ἢ καὶ τοὺς ὁπωσοῦν, εἰ μὲν ἐκείνως ἐρεῖς, ἔλεγχε ὡς ἡμεῖς ταῦτα ἐψευδόμεθα, εἰ δʼ ὅλως, ἐὰν γρύζῃ τις, σκόπει τί τῷ δευτέρῳ χρήσει. ἃ γὰρ ἂν αἰσχρὰ φαίης ἐπʼ ἀνθρώπων εἶναι, ταῦτʼ οὐκ ἂν ἔχοις εἰπεῖν μὴ οὐ πολὺ τοῦ γε θεοῖς πρέπειν ἀπέχειν. ἃ δὲ μηδὲ θεῶν μηδενὶ φαίης ἂν πρέπειν, κομιδῆ τῷ γε ἀρίστῳ τῶν θεῶν οὐκ εἰκὸς πρέπειν. πῶς οὖν Ὁμήρῳ πεποίηται τοσαῦτα καὶ τοιαῦτα λέγων ὁ Ζεὺς περὶ αὑτοῦ καὶ τοὺς ἄλλους θεοὺς ἐκπλήττων καὶ φοβῶν ὥσπερ παιδάρια, τοῦτο μὲν ἐν θεῶν ἀγορᾷ ὅτʼ εἰς τὸ κοινὸν ἀπειλεῖ γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων, ὁ ἀπειθῶν δὴ τοῖς παραγγέλμασι· καὶ τἀπὶ τούτοις, εἰ δʼ ἄγε πειρήσασθε θεοὶ, ἵνα εἴδετε πάντες, σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες, πάντες δʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι· ἀλλʼ οὐκ ἄν μʼ ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίονδε Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε. ἀλλʼ ὅτε κεν καὶ ʼγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ· τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων· καὶ ταῦτα ἐν εἰδόσι δή που λέγων τοῖς θεοῖς. οὐ γὰρ δὴ τότε γʼ ἐμάνθανον πρῶτον ὅτι ὁ Ζεὺς κρείττων ἐστὶν αὐτῶν. ἄλλα τοίνυν ὅσα τοιαῦτα ἀποφθέγγεται ἢ πρὸς τὴν Ἤραν ὀργιζόμενος ἢ κατὰ πᾶσαν πρόφασιν, τίς ἂν ἐκλέξαι ῥᾳδίως; καὶ ὅπως μή μοι σοφὸς ἐνταυθοῖ γένῃ μηδὲ γελάσας εἴπῃς, τί δʼ οὐκ ἂν πρέποι τῶν μεγίστων τῷ Διί; οὐ γὰρ τοῦτʼ ἐστὶ τὸ ἀμφισβητούμενον, ἀλλʼ εἰ τῷ ἐν ὁτῳοῦν καὶ ὁσονοῦν προέχοντι μὴ προσήκει λέγειν περὶ αὑτοῦ μηδὲ φρονεῖν, ἀλλʼ ἀποχρῆν ἐὰν οἱ συνειδότες ὦσιν, ἥκιστα πάντων ὑπὲρ αὑτοῦ προσήκει λέγειν τῷ Διί. καὶ γὰρ πλεῖστον κρατεῖ καὶ πάντες συνίσασι καὶ ὅτι αὖ συνίσασιν αὐτὸς ἐπίσταται. ἑλοῦ δὴ ποτέρως ἐμὲ συκοφαντεῖς, πότερον τοῦτο λέγων, ὡς ἐμοὶ τούτων οὐχὶ προσῆκε τῶν λόγων οὓς ἄν τις εἴποι συνειδὼς ἑαυτῷ τι πλέον τῶν ἀκροατῶν, ἢ καθάπαξ οὐκ ἐῶν οὐδὲν ὁτιοῦν παρρησιάζεσθαι. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἂν εἴποις, ὡς ἐμοὶ μὲν αἰσχύνην φέρει τὸ τοιοῦτον, Ὁμήρῳ δʼ εἰς τὸν Δία ἀναφέροντι αἰσχύνην οὐκ ἔχει. ἀλλʼ ὡς ἔοικεν, ὅ τε Ζεὺς ἐξηγεῖται τοῖς θεοῖς τἀληθῆ σωτηρίας τῶν ὅλων ἕνεκα καὶ Ὅμηρος ὡς προσήκοντα τὰ τοιαῦτα οὕτω πεποίηκεν, ὅ τʼ Ἀπόλλων καὶ αὐτὸς παραπλήσια ἐν τοῖς χρησμοῖς ἐπιδείκνυται, οὐκέθʼ οὗτος διὰ ποιητοῦ λέγων, ἀλλʼ ὡς θέμις αὐτῷ οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμοὺς καὶ μέτρα θαλάσσης καὶ κωφοῦ συνίημι καὶ οὐ λαλέοντος ἀκούω. τίνι γὰρ καὶ μᾶλλον προσῆκε τἀληθὲς εἰπεῖν ὑπὲρ αὑτοῦ ἢ τῷ τἀληθῆ περὶ πάντων εἰδότι καὶ λέγοντι; οὕτω τοίνυν καὶ τῶν ἀνθρώπων ὅσοι θεοφιλεῖς καὶ τῶν ὁμοφύλων προέχουσιν, οὐκ αἰσχύνονται τἀληθῆ λέγοντες, ἀλλʼ ἡγοῦνται τοὺς ἀλήτας ὑπὸ ἀπορίας πολλὰ ψευδομένους καὶ κατὰ τὴν τῆς χρείας αἰτίαν ποιῆσαι τοὔνομα τοῦτο ὃ σὺ φεύγεις, τὸν ἀλαζόνα, ᾧ πᾶσαν τὴν ἐναντίαν ἔρχεται δήπουθεν ὁ τἀληθῆ λέγων. ἔστι δὲ κἀν τοῖς νόμοις μὴ λέγειν κακῶς, οὐχ ἁπλῶς, ἀλλὰ τὰ ψευδῆ. ὥσπερ τοίνυν ἐν τοῖς εἰς ἕτερον λόγοις οὐ τὸ κακῶς εἰπεῖν, ἀλλὰ τὰ ψευδῆ δεινὸν, οὕτως οὐδʼ ἂν περὶ ἑαυτοῦ τις εὐφημῇ, δικαίως ἂν ἔχοι μέμψιν, ἕως ἄπεστι τὸ τὰ ψευδῆ λέγειν. ὡς ὅ γε ἀψευδὴς οὔθʼ ἕτερον κακῶς ἀδίκως ἐρεῖ οὔθʼ αὑτὸν ἐπαινέσαι δεῆσαν φεύξεται. οἶμαι δέ σε καὶ Σαπφοῦς ἀκηκοέναι πρός τινας τῶν εὐδαιμόνων δοκουσῶν εἶναι γυναικῶν μεγαλαυχουμένης καὶ λεγούσης ὡς αὐτὴν αἱ Μοῦσαι τῷ ὄντι ὀλβίαν τε καὶ ζηλωτὴν ἐποίησαν καὶ ὡς οὐδʼ ἀποθανούσης ἔσται λήθη. ἀκούεις δὲ καὶ τοῦ Λάκωνος λέγοντος εἰς αὑτόν τε καὶ τὸν χορὸν ἡ Μῶσα κεκλήγει, ἡ λίγεια Σειρήν. καίτοι τί τοιοῦτον ἐγὼ περὶ ἐμαυτοῦ καὶ τῶν ἐμαυτοῦ λόγων παρεφθεγξάμην; πότερον τοῖς Σειρήνων μέλεσι παρέβαλον αὐτοὺς, ἢ πρὸς βιβλία βιβλίον ἀντεξετάσαι κελεύειν αὐθαδέστερόν ἐστιν ἢ τῇ τῶν Μουσῶν φωνῇ τὴν αὑτοῦ φῆσαι προσεοικέναι; προστίθει δὲ κἀκεῖνο, ὅτι αὐτῆς τῆς Μούσης δεηθεὶς κατʼ ἀρχὰς ὁ ποιητὴς, ἵνʼ ἐνεργὸς ὑπʼ αὐτῆς γένοιτο, εἶτα ὥσπερ ἐξέστη καὶ φησὶν ὅτι τοῦτο ἐκεῖνο χορὸς αὐτὸς ἀντὶ τῆς Μούσης γεγένηται. καὶ εἰ μὲν ἄνευ τῆς Μούσης τοῦτο ἐξελάλησεν, οὐ κοινωνεῖ τοὐμὸν τῆς αἰτίας, ἐγὼ γὰρ τῶν ἐν τοῖς λόγοις ἀγαθῶν ἀφιστάμην τῇ θεῷ· εἰ δʼ ἡ Μοῦσα κληθεῖσα καὶ παραγενομένη ταῦτʼ ἤγαγεν ἐπὶ νοῦν αὐτῷ, δοκοῦντα καὶ ταῖς Μούσαις, ὡς ἔοικεν, ἐστὶ τὰ τοιαῦτα παρρησιάζεσθαι τοὺς ὑπʼ αὐταῖς ζῶντας. ἑτέρωθι τοίνυν καλλωπιζόμενος παρʼ ὅσοις εὐδοκιμεῖ τοσαῦτα καὶ τοιαῦτα ἔθνη καταλέγει ὥστʼ ἔτι νῦν τοὺς ἀθλίους γραμματιστὰς ζητεῖν οὗ γῆς ταῦτʼ εἶναι, λυσιτελεῖν δʼ αὐτοῖς καὶ μακρὰν, ὡς ἔοικεν, ἀπελθεῖν ὁδὸν μᾶλλον ἢ περὶ τῶν Σκιαπόδων ἀνήνυτα πραγματεύεσθαι. ἀλλαχῆ δὲ οὕτω σφόδρα ἔνθεος γίγνεται ὥστε φαίης ἂν ὅτι οὐδʼ οὑτωσὶ κατὰ τὸ ῥῆμα ἔνθεός ἐστιν, ἀλλʼ αὐτὸ δὴ τοῦτο ὥσπερ θεὸς τῶν ἀπὸ μηχανῆς λέγει, Εἴπατέ μοι τάδε, φῦλα βροτήσια. πρὸς θεῶν σὺ δʼ αὐτὸς ἡμῖν τίς εἶναι φήσεις; φέρε δὴ γνώρισον καὶ ταῦτα, εἰ ἄρα οἷός τε εἶ, μαθόντες λάβροι παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρύετον Διὸς πρὸς ὄρνιχα θεῖον. οὐκ ἐνταῦθα ὁ ποιητὴς, ὅστις ποτὲ οὗτός ἐστι, καλεῖ κόρακας μὲν τοὺς ἄλλους ποιητὰς, ἀετὸν δʼ ἑαυτὸν πρὸς ἐκείνους; οὐκοῦν τοσούτῳ κρείττω τῶν ἄλλων ποιητῶν ἑαυτὸν, ὅσον κοράκων ἀετόν; πάλιν τοίνυν πρός τινα τῶν ἀκροατῶν, ἐπειδὴ νυστάζοντα ἑώρα, καὶ οὐκ εἰδότα ὅτῳ σύνεστιν, οὑτωσὶ πεποίηκεν ὄπισθεν δὲ κεῖμαι θρασειᾶν ἀλωπέκων ξανθὸς λέων. οὐ γὰρ δή που καὶ Πίνδαρον φήσεις ὑπʼ ἐμοῦ ταῦτα ἀναπεισθέντα ἐμβαλεῖν εἰς τὴν ποίησιν τὴν ἑαυτοῦ. ἄκουε δὴ καὶ ἑτέρων κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς οἷα τειχίζομεν ἤδη ποικίλον κόσμον αὐδάεντα λόγων. Ἡράκλεις ταυτὶ μὲν οὐδὲ παντάπασιν ἀναίτια τοῖς ῥήμασιν, ἀλλʼ ὅμως καὶ ἐπὶ τούτοις σεμνύνεται ὡς οὐδὲν ἀτιμοτέροις τοῦ νέκταρος, καὶ φησὶν ὅτι οὗτος μέντοι ὁ τῶν λόγων κόσμος καὶ πολυκλείταν περ ἐοῦσαν ὅμως Θήβαν ἔτι μᾶλλον ἐπασκήσει θεῶν καὶ κατʼ ἀνθρώπων ἀγυιάς· ὥσπερ οὐκ ἀρκοῦν εἰ κατὰ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τοὺς θεοὺς ἔτι μειζόνως τιμήσοντας διʼ ἐκεῖνον τὴν τῶν Θηβαίων πόλιν εἰς τὸ λοιπόν. ἑτέρωθι δὲ ἔτι λαμπρότερον πρὸς Ὀλυμπίου Διός σε χρυσέα κλυτόμαντι Πυθοῖ λίσσομαι Χαρίτεσσί τε καὶ σὺν Ἀφροδίτᾳ ἐν ζαθέῳ με δέξαι χώρῳ ἀοίδιμον Πιερίδων προφάταν. ὁρᾷς ὡς εὐχόμενος μεταξὺ οὐ κατέσχεν ἑαυτὸν, ἀλλὰ κἀνταῦθα ἐσεμνολογήσατο. καίτοι τίς ἂν ἦν τυχὼν τῶν ἐκ τῆς εὐχῆς; ὃς εὐθὺς ἀρχόμενος τῆς εὐχῆς τοσοῦτον ἐφʼ αὑτῷ φρονεῖ εἰπὼν εἰς αὑτόν; μυρίους τοίνυν ἑτέρους ἔχων εἰπεῖν οὐδὲ πολλοῦ τινος ἀξίους ἀνθρώπους ἐπαρθέντας ἐφʼ αὑτοῖς φρονῆσαι, ἐξεπίτηδες παραλείπω, δεδοικὼς μὴ περιστήσω τὸν λόγον εἰς τοὐναντίον, ὡς ἄρα καὶ φαύλων εἴη τὸ τὰ τοιαῦτα κοσμεῖν ἑαυτούς. ἀλλὰ τήν γε τοῦ Σιμωνίδου σωφροσύνην οἶσθα, εἰ δὲ μὴ, ἀλλʼ ἕτεροι ἴσασιν, ὡς ἕν τι τῶν ἀγαθῶν ἐστι τῶν ἐκείνου τὸ γνωριμώτατον σχεδὸν καὶ περὶ τὴν ποίησιν καὶ περὶ αὐτὸν τὸν βίον. οὗτος τοίνυν ἁνὴρ φανεῖταί σοι καὶ αὐτὸς μειρακιευόμενος καὶ τὸ λεγόμενον δὴ τοῦτο ἐπὶ γήραος οὐδῷ γευόμενος τῆς ἀλαζονίας. ἐτόλμησε γοῦν εἰπεῖν μνήμῃ δʼ οὔτινα φημὶ Σιμωνίδῃ ἰσοφαρίζειν. ταυτὶ γὰρ οὐχ ἕτερος δή που περὶ τοῦ Σιμωνίδου λέγει, ἀλλʼ αὐτὸς εἰς ἑαυτὸν πεποίηκεν. ἵνα δὲ μὴ δόξῃ νέος ὢν ἔτι καὶ ὡραϊζόμενος λέγειν ταῦτα, προστίθησιν ὀγδωκονταέτει παιδὶ Λεωπρεπέος, ὥσπερ ἐνδεικνύμενος καὶ λέγων ὅτι ταῦτα ἐγὼ περὶ ἐμαυτοῦ φρονῶ καὶ λέγω κἀνακηρύττω, ὀγδοηκοντούτης ὤν· ὥστε οὐ μειρακιεύομαι, ἀλλὰ τἀληθὲς εἴρηκα. τὸ δὲ πάντων μέγιστον, καὶ γὰρ Σιμωνίδης καὶ Πίνδαρος ἀμφότεροι φανοῦνται σφίσιν αὐτοῖς ἐπινίκους πεποιηκότες ἐκ τοῦ εὐθέος ὥσπερ ἄλλοις τισίν. οὐ γάρ πώ σε ἤνεγκεν ἡ γῆ, ἀλλʼ ἔτι τοῖς ἐλευθέροις ἦν ἄδεια τῶν τοιούτων. ἐπιτιμήσαις δʼ ἂν οὕτω καὶ τοῖς ἀθληταῖς αὐτοῖς τοῖς τοὺς ἐπινίκους παρὰ τῶν ποιητῶν λαμβάνουσι. καὶ γὰρ οὗτοι τρόπον τινὰ ἑαυτοὺς ἐγκωμιάζουσι, παρακαλοῦντές τε τοὺς ποιητὰς καὶ διδόντες ἀργύριον, καὶ τελευτῶντες παραλαβόντες τὸν ἐπίνικον, ᾁδοντες ἑαυτοὺς ὑπʼ αὐλοῦ καὶ χοροῦ. κατηγορήσαις δʼ ἂν ἀλαζονίαν καὶ τῶν τὰ τρόπαια ἱστάντων, ὡς ἔοικεν. ἔξεστι γοῦν καὶ πρὸς τούτους λέγειν, ἄνθρωποι, τί ζητεῖτε; ἐξαρκεῖ νενικηκέναι. τί δέ σοι βούλεται τὸ παράγραμμα; Ἀθηναῖοι ἀπὸ Θηβαίων ἢ