<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="372"><p> Ἀχιλλέα ἃ μὴ δυνατὸς ἦν οὐ προσποιούμενον οὐδʼ ἀλαζονευόμενον. αὐτὰ γὰρ ταῦτα ὧν ἀρτίως ἐμνήσθην, ἐν οἷς ὁ Ἀχιλλεὺς ἐπαρρησιάζετο, ὁμολογίαν τινὰ εἶχεν ἀδελφὴν τοῖς λόγοις τοῦ Ὀδυσσέως, ἐπεὶ κἀκεῖνος οὕτως διορίζεται λέγων ὅτι <quote rend="blockquote">ἐν πολέμῳ, ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.</quote> ἔχων οὖν ἐνέχυρον ὁ Ὀδυσσεὺς τὴν ἐκείνου ψῆφον καὶ εὖ εἰδὼς ὅτι οὐκ ἀηδῶς τἀληθὲς ἀκούσεται, ἀλλὰ τοῦ αὐτοῦ καὶ λέγειν καὶ ἀκούειν ἐθέλειν ἐστὶ τἀληθῆ· ἐκεῖνά τε σὺ, ἔφη, πολὺ κρείττων ἐμοῦ καὶ ταῦτα ἐγὼ σοῦ τοσοῦτον ἕτερον.</p><p rend="align(indent)">τὸ δὲ ἔτι κάλλιον, ὁ γὰρ Νέστωρ οὐδʼ ὠμογέρων τις ἔτι ὢν, ἀλλʼ οὕτω σφόδρα πρεσβύτης καὶ πέπων ὥστʼ αὐτῷ <quote rend="blockquote"><l rend="align(indent)"/>δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων <l/><pb xml:id="v.2.p.501"/> ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο, <l/> μετὰ δὲ τριτάτοισιν ἄνασσεν·</quote> οὕτω σφόδρα δόξει σοὶ κριτῇ μειρακιεύεσθαι ὥστε μηδὲν εἶναι χρῆμα λαλίστερον αὐτοῦ μηδʼ αὐθαδέστερον. οὐδὲ γὰρ εἰσάπαξ ποτὲ ἐπαινέσας αὑτὸν ἀπηλλάγη, ἀλλʼ ἐστὶν ὅμοιος ἁπανταχοῦ· ὃς πρῶτον μὲν τοὺς βασιλέας διαλλάττων φησὶ συγγενέσθαι ἀνδράσιν οὐ κατὰ τοὺς νῦν, ἀλλὰ μακρῷ πάντων κρατίστοις, ἑαυτὸν διʼ ἐκείνων σεμνύνων· ὥστʼ οὐδʼ ἀπεκρύψατο αὐτὸ, ἀλλʼ εἶπεν ἄντικρυς <quote rend="blockquote">καὶ μέν μευ βουλέων ξύνιον, πείθοντό τε μύθῳ,</quote> ὄντες, φησὶ, τοιοῦτοι. τὸ δʼ ἔτι μεῖζον <quote rend="blockquote">καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν <l/> τηλόθεν ἐξ Ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί.</quote> δύο προσθῆκαι, ὅτι τε αὐτοὶ ἦσαν οἱ μεταπεμψάμενοι καὶ δεηθέντες καὶ ἔτι <q>τηλόθεν ἐξ Ἀπίης γαίης,</q> ὡς δὴ οὕτω σφόδρα ἔνδοξος καὶ θαυμαστὸς ὤν. εἰ δʼ ἐρεῖς ὅτι εὔγνωμον καὶ σύμμετρον τὸ <q>καὶ μαχόμην κατʼ ἐμαυτὸν ἐγώ,</q> φημὶ κἀγὼ, καὶ οὐδαμοῦ τοὺς μαινομένους ἐπῄνεσα, ἀλλά τοι τῆς αὐτῆς ἐστι δεξιότητος καὶ τὰ προκείμενα, καί πως ἀμφότερά ἐστιν ἀληθῆ καὶ τοῦ ἐμοῦ λόγου. οὗ μὲν γὰρ ἐκείνων ἡττᾶτο <q>καὶ μαχόμην</q> ἔφη <q>κατʼ ἐμαυτόν,</q> οὗ δὲ κἀκείνων κρείττων καὶ τούτων πρὸς οὓς διελέγετο, ὑπό τʼ ἐκείνων προκριθῆναί φησι καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="373"><p> τούτους ἀξιοῖ συγχωρεῖν, ἄντικρυς εἰς ταυτὸν ἰὼν τῷ Ὀδυσσεῖ τῷ λέγοντι πρὸς τὸν Ἀχιλλέα ὅτι χείρων μὲν εἴη αἰχμὴν ἐκείνου, γνῶναι δʼ ἃ χρὴ βελτίων, ὥσπερ πρότερον καὶ αὐτῷ τῷ Ἀχιλλεῖ περὶ αὑτοῦ συνεδόκει. οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ μία τις γνώμη τῶν τριῶν φαίνεται κατʼ αὐτό γε τοῦτο, τοῦ νεανίου, τοῦ ὠμογέροντος, τοῦ γέροντος, φρονεῖν περὶ αὑτοῦ καὶ λέγειν πρὸς ἀξίαν τῶν ὑπαρχόντων. λέγων γοῦν παρακλητικὸν τοῖς Ἀχαιοῖς ὁ πρεσβύτατος αὐτὸς ὑπὲρ τοῦ δέξασθαι τὴν πρόκλησιν τοῦ <pb xml:id="v.2.p.502"/> Ἕκτορος οὐδὲν ἀλλʼ ἢ ἐγκώμια αὑτοῦ διεξέρχεται· ἐνταῦθα δὲ καὶ ὡς κατὰ χεῖρα κράτιστος γεγονὼς διαλέγεται, καὶ ἐστὶ φορητὸς οὐδαμῶς, ἀρξάμενος ἀπὸ τοῦ <q>εἴθʼ ὣς ἡβώοιμι ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο.</q> τὸ δὲ δὴ πέρας τῆς ἀλαζονίας, οὐδὲ γὰρ οὐδʼ ἀπέχρησεν αὐτῷ εἰπεῖν ὅτι ἀπέκτεινε τὸν ἀντίπαλον, ἀλλʼ ὥσπερ αὑτῷ τὸν ἐπίνικον ποιῶν <quote rend="blockquote">τὸν δὴ μήκιστον, φησὶ, καὶ κάρτιστον κτάνον ἄνδρα· <l/> πολλὸς γάρ τις ἔκειτο παρῄορος ἔνθα καὶ ἔνθα,</quote> τῆς αὐτῆς ὁδοῦ δηλῶν ὅτι καὶ ἑτέρους ἀπεκτονὼς εἴη συχνοὺς καὶ μεγάλους καὶ καλούς. ἀλλʼ ὦ τᾶν ὅρα μὴ οὐκ εἰκῆ ταῦτα ἀλαζονεύηται, ἀλλὰ παροξυντικὰ εἰς τοὺς Ἀχαιοὺς ἐξεπίτηδες λέγῃ. καὶ ὅτι ἔτυχε τοῦ σκοποῦ καὶ ἥψατο αὐτῶν μαρτυρεῖ ὁ πάντα ταῦτα συγγράψας ποιητής. ἐπὶ γὰρ τῇ δημηγορίᾳ τοῦτο ἐπιτίθησιν, <quote rend="blockquote">ὣς νείκεσσʼ ὁ γέρων, οἱ δʼ ἐννέα πάντες ἀνέσταν.</quote> καὶ μὴ ὅτι ἐν τῷ δημοσίῳ τοιοῦτός ἐστιν ὁ Νέστωρ, ἀλλὰ καὶ ἐν ταῖς ἰδίαις συνουσίαις ἀλαζών τίς σοι φανεῖται, ὅς γε καὶ τὸν Πάτροκλον πεμφθέντα ὑπὸ τοῦ Ἀχιλλέως ὡς αὐτὸν, ὅπως ἔροιτο ὅντινα ἄγει καὶ οὕτω σφόδρα ἠπειγμένον ὥστε μηδʼ ἀναπαύσασθαι βούλεσθαι διὰ τὸ ὀκνεῖν μὴ αἰτιάσαιτο αὐτὸν Ἀχιλλεὺς, ἀλλʼ ἐξεπίτηδες καθέζεσθαί τε κελεύει καὶ ἀκροᾶσθαι τῶν λόγων, καὶ πάλιν ἀπʼ ἀρχῆς τινος ὁμοίας ἀρξάμενος καὶ τὴν ἥβην τὴν ἀρχαίαν ποθήσας τε καὶ ἀνακαλέσας διήγησίν τινα περαίνει μακρὰν, ἧς τὰ μὲν ἄλλα καὶ μνησθῆναι χαλεπὸν, τὸ δὲ ὑβριστικώτατον αὐτῷ τῶν ἐπῶν καὶ οὐδέν τι τοῖς ἐμοῖς ῥήμασι προσεοικὸς, ἃ πρώην παρεφθεγξάμην, <pb xml:id="v.2.p.503"/> <quote rend="blockquote">πάντες δʼ εὐχετόωντο θεῶν Διὶ, Νέστορί τʼ ἀνδρῶν.</quote> </p></div></div></body></text></TEI>