<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="370"><p> ἐπιεικέστεροι Ἡσιόδου μάθε, ἐπειδή γε ἀναγκάζεις. ὁ μὲν μεταξὺ τὸν ὕμνον ποιῶν ταῖς θεαῖς τοῦτο ἐντέθεικε τὸ ἔπος, ἐγκώμιον ὡς εἰπεῖν ἑαυτοῦ· ἡμεῖς δὲ τοὺς εἰς τὴν θεὸν λόγους καθαροὺς καθαρῶς ἐξεργασάμενοι μικρόν τι <pb xml:id="v.2.p.498"/> περὶ ἡμῶν αὐτῶν ἄγραφον παρεφθεγξάμεθα. καὶ οὐχ ἁπλῶς γε οὑτωσὶ ὅτι τὴν ᾠδὴν ἔλαβε παρὰ τῶν Μουσῶν εἰπὼν ἀπαλλάττεται ὁ Ἡσίοδος οὐδʼ ἐπὶ τῇ προτέρᾳ προσθήκῃ περὶ τῆς ᾠδῆς ὡς εἴη καλὴ, ἀλλʼ οὕτως ἀλαζὼν καὶ φιλότιμος ἦν ὥστε καὶ σκῆπτρόν φησι λαβεῖν παρʼ αὐτῶν. τοῦτο δʼ αὐτῷ τι βούλεται πλέον ἢ νοήσειεν ἂν ἀργὸς ἀκροατής. ἀνένεγκε δὲ εἰς Ὅμηρον τί περὶ τοῦ σκήπτρου λέγει, <quote rend="blockquote"><l rend="align(indent)"/>νῦν δέ μιν υἷες Ἀχαιῶν <l/> ἐν παλάμῃς φορέουσι δικασπόλοι.</quote> κἀγὼ, φησὶν ὁ Ἡσίοδος, τὸ τῶν Μουσῶν μέρος εἰμὶ τούτων εἷς. ἐν ὑπερβολῇ δὲ σεμνύνων τὰ αὑτοῦ τί φησί; <q>δρέψασθαι θηητόν·</q> ὡς οὐδὲ τὸν τυχόντα κλαδίσκον λαβὼν, ἀλλὰ πολλῶν ὄντων τὸν μάλιστα περίβλεπτον εἶναι σκῆπτρον Ἡσιόδῳ. καὶ οὐδʼ ἐνταῦθα ἔστη τῆς ὕβρεως, ἀλλʼ ὥσπερ σὲ ῥηγνὺς ἐξεπίτηδες προστίθησιν <q>ἐνέπνευσαν δέ μοι αὐδήν.</q> καὶ τοῦ μὲν ἔπους ἐτελεύτησε, τοῦ δʼ ἐγκωμίου οὐδὲν μᾶλλον, ἀλλὰ καὶ θεσπεσίην πάλιν αὖ προσέθηκε, καὶ τό γʼ ἔτι κάλλιον, ὥσπερ οἱ πανταχῆ περιττοὶ τῶν σοφιστῶν <q>ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.</q> τοῦτο δʼ ἐστὶ τί; τὰς Μούσας φησὶν ὑμνεῖν τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, καὶ ταύτην εἶναι φύσιν αὐτῶν. κἀγὼ οὖν, φησὶν, ὑμνῶ ταῦτα ἅπερ αἱ Μοῦσαι. ἐὰν οὖν σοι δοκῇ ταῦτα διαγράφειν Ἡσιόδου, καὶ ἡμεῖς τὴν ἐπιτίμησιν δεξόμεθα. δείξεις δὲ δή που πρότερον ὡς ἀντάξιος εἶ τῶν ἐπῶν.</p><p rend="align(indent)">φέρε δὴ πάλιν ἐπανέλθωμεν ἐπὶ τοὺς ἄνδρας περὶ ὧν διαλέγονται. οὔκουν δοκεῖ σοι σαφέστατα ἀνθρώπων Ὅμηρος πεποιηκέναι τὸν Ἀχιλλέα λέγοντα εἰς αὑτὸν ἄλλα τε δὴ καὶ εἰσάπαξ οὕτως; <pb xml:id="v.2.p.499"/> <quote rend="blockquote">ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,</quote> [ἄν τε σὺ βούλῃ, φησὶν, ἄν τε μή· κἂν ἔτι κάκιον ἢ νῦν διαφθαρῇ] <quote rend="blockquote">τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων.</quote></p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="371"><p> νὴ Δία ἀλλʼ ὁ Ἀχιλλεὺς νεανιεύεται. ὁ δέ γε Ὀδυσσεὺς ὠμογέρων ὢν τί λέγει; καὶ ταῦτα πρὸς αὐτὸν ἐκεῖνον λέγων <q>ὦ Ἀχιλεῦ Πηλέως υἱὲ,</q> εἰ μὲν ἄλλο τι κρείττων ἀξιοῖς εἶναι, συγχωρῶ, <q>ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην,</q> καὶ προσέθηκεν ὅτι καὶ πολλόν. οὐδὲ γὰρ ὥσπερ οἱ φαῦλοι τῶν γραμματιστῶν λυμαίνονται τῷ ἔπει οὐχ οὕτως ἔχει, οἳ τὸ πολλὸν ἀπολύουσιν ἀπὸ τοῦ προτέρου, ἄγουσι δʼ ἐπὶ τὰ ἑξῆς, ὧν ἡγεῖται κατὰ τὴν τοῦ ἔπους ἀρχήν. ἐμοὶ δὲ οὗτοι οὐ πάνυ τι δοκοῦσιν ἐπαΐειν περὶ λόγων. ἔστι γὰρ ἄντικρυς ἀντίθετον· φησὶ γὰρ <quote rend="blockquote">κρείττων εἶς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον γε <l/> ἔγχει</quote> τὸ πρότερον· εἶτα, <quote rend="blockquote"><l rend="align(indent)"/>ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην <l/> πολλόν.</quote> ἄκουε δὴ πῶς ἀντίκειται. ὃ μὲν ἐκεῖ τὸ ἔγχει, νοήματι ἐστὶν ἐνταῦθα, ὃ δʼ ἦν τὸ οὐκ ὀλίγον γε, τοῦτʼ ἀντʼ ἐκείνου τὸ πολλὸν, ὥσπερ ἂν εἰ καὶ οὕτως εἶπε μεταλαβὼν, πολὺ κρείττων σὺ ἐμοῦ τὰ ἐν πολέμῳ, ἐγὼ δὲ σοῦ ταῦτα οὐκ ὀλίγον. ἔτι δέ σε ἐπάξω βεβαιότερον, εἰ βούλει. Ὅμηρος γὰρ περὶ μὲν ἡλικίας οὐ πάνυ τι χρῆται προσθήκαις τοιαύταις, ὅσα γε ὡς ἐν τῷ παρόντι μεμνῆσθαι, εἰς δὲ ἀρετῆς κρίσιν πολλάκις, οἷόν τι λέγω, φησὶ δή που περὶ τοῦ Διὸς λέγων καὶ τοῦ Ποσειδῶνος <quote rend="blockquote">ἀλλὰ Ζεὺς πρότερος γεγόνει,</quote> τοσοῦτον μόνον, καὶ πολὺ οὐ προστίθησι. καίτοι ὅτι πολὺ <pb xml:id="v.2.p.500"/> δῆλον καὶ μὴ προσθέντος αὐτοῖς τε τοῖς ἐκείνου καὶ τοῖς ἄλλοις. ᾁδει γὰρ εἰς αὐτὸν ἀεὶ, πατὴρ ἀνδρῶν τε θεῶν τε. ὥστε πῶς οὐ μακρῷ πάντων ἐστὶ πρεσβύτατος; ἑτέρωθι τοίνυν φησὶν <quote rend="blockquote"><l rend="align(indent)"/>ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων <l/> ἥρως Πρωτεσίλαος.</quote> τοσοῦτον μόνον ὅτι πρότερος, πόσον δέ τι οὐ λέγει. ἀλλʼ ἐπειδὰν κρίνῃ, προστίθησι πολὺ, μέγα, τὰ τοιαῦτα, <quote rend="blockquote">ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας, <l/> ὄφρʼ Ἀχιλεὺς μήνιεν.</quote> εἶτα πῶς; <quote rend="blockquote"><l rend="align(indent)"/>ὁ γὰρ πολὺ φέρτερος ἦεν.</quote> τοῦτο δὴ τὸ οἴκοθεν ἔθος διαβιβάζει καὶ ἐπὶ τὸν Ὀδυσσέα, νομίζων κἀκείνῳ προσήκειν οὕτως εἰρῆσθαι, ὅτι ἐγὼ σοῦ προφέρω πολὺ εἰς γνώμην. καὶ ὅ γε Ὀδυσσεὺς θαρρῶν αὐτὸ, οἶμαι, προσετίθει. ᾔδει γὰρ καὶ αὐτὸν τὸν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="372"><p> Ἀχιλλέα ἃ μὴ δυνατὸς ἦν οὐ προσποιούμενον οὐδʼ ἀλαζονευόμενον. αὐτὰ γὰρ ταῦτα ὧν ἀρτίως ἐμνήσθην, ἐν οἷς ὁ Ἀχιλλεὺς ἐπαρρησιάζετο, ὁμολογίαν τινὰ εἶχεν ἀδελφὴν τοῖς λόγοις τοῦ Ὀδυσσέως, ἐπεὶ κἀκεῖνος οὕτως διορίζεται λέγων ὅτι <quote rend="blockquote">ἐν πολέμῳ, ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.</quote> ἔχων οὖν ἐνέχυρον ὁ Ὀδυσσεὺς τὴν ἐκείνου ψῆφον καὶ εὖ εἰδὼς ὅτι οὐκ ἀηδῶς τἀληθὲς ἀκούσεται, ἀλλὰ τοῦ αὐτοῦ καὶ λέγειν καὶ ἀκούειν ἐθέλειν ἐστὶ τἀληθῆ· ἐκεῖνά τε σὺ, ἔφη, πολὺ κρείττων ἐμοῦ καὶ ταῦτα ἐγὼ σοῦ τοσοῦτον ἕτερον.</p><p rend="align(indent)">τὸ δὲ ἔτι κάλλιον, ὁ γὰρ Νέστωρ οὐδʼ ὠμογέρων τις ἔτι ὢν, ἀλλʼ οὕτω σφόδρα πρεσβύτης καὶ πέπων ὥστʼ αὐτῷ <quote rend="blockquote"><l rend="align(indent)"/>δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων <l/><pb xml:id="v.2.p.501"/> ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο, <l/> μετὰ δὲ τριτάτοισιν ἄνασσεν·</quote> οὕτω σφόδρα δόξει σοὶ κριτῇ μειρακιεύεσθαι ὥστε μηδὲν εἶναι χρῆμα λαλίστερον αὐτοῦ μηδʼ αὐθαδέστερον. οὐδὲ γὰρ εἰσάπαξ ποτὲ ἐπαινέσας αὑτὸν ἀπηλλάγη, ἀλλʼ ἐστὶν ὅμοιος ἁπανταχοῦ· ὃς πρῶτον μὲν τοὺς βασιλέας διαλλάττων φησὶ συγγενέσθαι ἀνδράσιν οὐ κατὰ τοὺς νῦν, ἀλλὰ μακρῷ πάντων κρατίστοις, ἑαυτὸν διʼ ἐκείνων σεμνύνων· ὥστʼ οὐδʼ ἀπεκρύψατο αὐτὸ, ἀλλʼ εἶπεν ἄντικρυς <quote rend="blockquote">καὶ μέν μευ βουλέων ξύνιον, πείθοντό τε μύθῳ,</quote> ὄντες, φησὶ, τοιοῦτοι. τὸ δʼ ἔτι μεῖζον <quote rend="blockquote">καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν <l/> τηλόθεν ἐξ Ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί.</quote> δύο προσθῆκαι, ὅτι τε αὐτοὶ ἦσαν οἱ μεταπεμψάμενοι καὶ δεηθέντες καὶ ἔτι <q>τηλόθεν ἐξ Ἀπίης γαίης,</q> ὡς δὴ οὕτω σφόδρα ἔνδοξος καὶ θαυμαστὸς ὤν. εἰ δʼ ἐρεῖς ὅτι εὔγνωμον καὶ σύμμετρον τὸ <q>καὶ μαχόμην κατʼ ἐμαυτὸν ἐγώ,</q> φημὶ κἀγὼ, καὶ οὐδαμοῦ τοὺς μαινομένους ἐπῄνεσα, ἀλλά τοι τῆς αὐτῆς ἐστι δεξιότητος καὶ τὰ προκείμενα, καί πως ἀμφότερά ἐστιν ἀληθῆ καὶ τοῦ ἐμοῦ λόγου. οὗ μὲν γὰρ ἐκείνων ἡττᾶτο <q>καὶ μαχόμην</q> ἔφη <q>κατʼ ἐμαυτόν,</q> οὗ δὲ κἀκείνων κρείττων καὶ τούτων πρὸς οὓς διελέγετο, ὑπό τʼ ἐκείνων προκριθῆναί φησι καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="373"><p> τούτους ἀξιοῖ συγχωρεῖν, ἄντικρυς εἰς ταυτὸν ἰὼν τῷ Ὀδυσσεῖ τῷ λέγοντι πρὸς τὸν Ἀχιλλέα ὅτι χείρων μὲν εἴη αἰχμὴν ἐκείνου, γνῶναι δʼ ἃ χρὴ βελτίων, ὥσπερ πρότερον καὶ αὐτῷ τῷ Ἀχιλλεῖ περὶ αὑτοῦ συνεδόκει. οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ μία τις γνώμη τῶν τριῶν φαίνεται κατʼ αὐτό γε τοῦτο, τοῦ νεανίου, τοῦ ὠμογέροντος, τοῦ γέροντος, φρονεῖν περὶ αὑτοῦ καὶ λέγειν πρὸς ἀξίαν τῶν ὑπαρχόντων. λέγων γοῦν παρακλητικὸν τοῖς Ἀχαιοῖς ὁ πρεσβύτατος αὐτὸς ὑπὲρ τοῦ δέξασθαι τὴν πρόκλησιν τοῦ <pb xml:id="v.2.p.502"/> Ἕκτορος οὐδὲν ἀλλʼ ἢ ἐγκώμια αὑτοῦ διεξέρχεται· ἐνταῦθα δὲ καὶ ὡς κατὰ χεῖρα κράτιστος γεγονὼς διαλέγεται, καὶ ἐστὶ φορητὸς οὐδαμῶς, ἀρξάμενος ἀπὸ τοῦ <q>εἴθʼ ὣς ἡβώοιμι ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο.</q> τὸ δὲ δὴ πέρας τῆς ἀλαζονίας, οὐδὲ γὰρ οὐδʼ ἀπέχρησεν αὐτῷ εἰπεῖν ὅτι ἀπέκτεινε τὸν ἀντίπαλον, ἀλλʼ ὥσπερ αὑτῷ τὸν ἐπίνικον ποιῶν <quote rend="blockquote">τὸν δὴ μήκιστον, φησὶ, καὶ κάρτιστον κτάνον ἄνδρα· <l/> πολλὸς γάρ τις ἔκειτο παρῄορος ἔνθα καὶ ἔνθα,</quote> τῆς αὐτῆς ὁδοῦ δηλῶν ὅτι καὶ ἑτέρους ἀπεκτονὼς εἴη συχνοὺς καὶ μεγάλους καὶ καλούς. ἀλλʼ ὦ τᾶν ὅρα μὴ οὐκ εἰκῆ ταῦτα ἀλαζονεύηται, ἀλλὰ παροξυντικὰ εἰς τοὺς Ἀχαιοὺς ἐξεπίτηδες λέγῃ. καὶ ὅτι ἔτυχε τοῦ σκοποῦ καὶ ἥψατο αὐτῶν μαρτυρεῖ ὁ πάντα ταῦτα συγγράψας ποιητής. ἐπὶ γὰρ τῇ δημηγορίᾳ τοῦτο ἐπιτίθησιν, <quote rend="blockquote">ὣς νείκεσσʼ ὁ γέρων, οἱ δʼ ἐννέα πάντες ἀνέσταν.</quote> καὶ μὴ ὅτι ἐν τῷ δημοσίῳ τοιοῦτός ἐστιν ὁ Νέστωρ, ἀλλὰ καὶ ἐν ταῖς ἰδίαις συνουσίαις ἀλαζών τίς σοι φανεῖται, ὅς γε καὶ τὸν Πάτροκλον πεμφθέντα ὑπὸ τοῦ Ἀχιλλέως ὡς αὐτὸν, ὅπως ἔροιτο ὅντινα ἄγει καὶ οὕτω σφόδρα ἠπειγμένον ὥστε μηδʼ ἀναπαύσασθαι βούλεσθαι διὰ τὸ ὀκνεῖν μὴ αἰτιάσαιτο αὐτὸν Ἀχιλλεὺς, ἀλλʼ ἐξεπίτηδες καθέζεσθαί τε κελεύει καὶ ἀκροᾶσθαι τῶν λόγων, καὶ πάλιν ἀπʼ ἀρχῆς τινος ὁμοίας ἀρξάμενος καὶ τὴν ἥβην τὴν ἀρχαίαν ποθήσας τε καὶ ἀνακαλέσας διήγησίν τινα περαίνει μακρὰν, ἧς τὰ μὲν ἄλλα καὶ μνησθῆναι χαλεπὸν, τὸ δὲ ὑβριστικώτατον αὐτῷ τῶν ἐπῶν καὶ οὐδέν τι τοῖς ἐμοῖς ῥήμασι προσεοικὸς, ἃ πρώην παρεφθεγξάμην, <pb xml:id="v.2.p.503"/> <quote rend="blockquote">πάντες δʼ εὐχετόωντο θεῶν Διὶ, Νέστορί τʼ ἀνδρῶν.</quote> </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="374"><p> ἐῶ γὰρ οἷα καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ σοφὸς ἡμῖν ἀποκρίνεται διεξιόντα τὰς τάξεις κατὰ σπουδήν. ἀλλὰ τὸ πάντων ἥδιστον τοῦ γὰρ Ἀχιλλέως διατιθέντος τὸν ἀγῶνα ἐπὶ τῷ Πατρόκλῳ καὶ ἄλλων ἄλλα νικώντων αὐτὸς οὐχ οἷός τε ἦν οὐδὲν ἀγωνίσασθαι, ἀλλὰ τὸ λεγόμενον δὴ τουτὶ οὐδὲν ἔτι ὢν εἰς ταῦτα ὑπὸ γήρως ἃ πρόσθεν ποτʼ ἐνίκα, λέγει ὡς δή τι ταύτῃ δρῶν, καὶ φησὶ πρὸς τοὺς Ἀχαιοὺς οὐ τούτοις αὐτοῖς τοῖς ῥήμασιν, ἀλλά πως σχηματιζόμενος, ὅτι ὑμῶν μὲν ἕκαστος ὁ μὲν δρόμον νενίκηκεν ἢ νικήσει, ὁ δʼ ἴσως πάλην, ἄλλος δὲ ἄλλο τι· ἐγὼ δὲ <quote rend="blockquote">πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Οἴνοπος υἱὸν, <l/> Ἀλκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη,<l/>Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,<l/> δουρὶ δʼ ὑπερέβαλον Φυλῆά τε καὶ Πολύδωρον·</quote> τοσοῦτον ἐγὼ τῶν νῦν νικώντων κρείττων εἰμὶ, εἰ καὶ τῷ γήρᾳ συγκεχώρηκα.</p><p rend="align(indent)">εἰ δʼ αὖ βούλει, τοῦ πύκτου τοῦ Φωκέως ὅσον τὸ χρῆμα τῆς ὑπερηφανίας, <quote rend="blockquote">ἆσσον ἴτω ὅστις δέπας οἴσεται ἀμφικύπελλον· <l/> ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν.<l/> ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·<l/> ἀντικρὺ χρόα τε ῥήξω, σὺν δʼ ὀστέʼ ἀράξω.</quote> κηδεμόνες δέ οἱ παρέστων, φησὶν, <quote rend="blockquote">οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.</quote> ἆρʼ οὖν ἠπείλησε μὲν, οὐκ ἐποίησε δέ; οὐδὲν μὲν οὖν ἄλλο <pb xml:id="v.2.p.504"/> ἢ ἐμαντεύσατο ἃ δράσειν ἔμελλεν. οὔκουν θρασύτης, οἶμαι, ταῦτʼ ἦν. ἀλλὰ καί πως παρακολουθῶν αὐτῷ, ὥσπερ δὴ καὶ ἀπολογούμενος ὑπὲρ αὐτοῦ Ὅμηρος; ὅτι οὐδεμιᾷ δυσμενείᾳ ταῦτʼ ἔλεγεν εἰς τοὺς ἄλλους οὐδʼ αὐθαδείᾳ δυσχερεῖ, ἀλλʼ ὅσον αὑτῷ συνῄδει, τοσοῦτον ἐνεδείκνυτο, κόψαι μέν φησιν αὐτὸν ὡς προεῖπεν, ὡς δὲ εἶδε καίριον οὖσαν τὴν πληγὴν, αὐτὸν ἤδη γενέσθαι τῷ Εὐρυάλῳ τῶν κηδεμόνων ἕνα. λέγει γὰρ <quote rend="blockquote"><l rend="align(indent)"/>ἀτὰρ μεγάθυμος Ἐπειὸς <l/> χειρὶ λαβὼν ὤρθωσεν,</quote> ἐν ᾗπερ καὶ κατέβαλλε. ταῦτʼ ἄρα καὶ Ὀδυσσεὺς ἐν τοῖς Φαίαξιν οὐδὲν ὑποστέλλεται, ἀλλὰ τοῦτο μὲν πρὸς τὸ μειράκιον παροξυνθεὶς τὸν Εὐρύαλον ἐν τοῖς ἄθλοις τῶν Φαιάκων οὐδὲν παρίησιν ἐγκώμιον αὑτοῦ λέγων μεθʼ ὅσης </p></div></div></body></text></TEI>