<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg048.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg048.perseus-grc2" n="346"><p>μόνον, ἀλλὰ καὶ πολλῷ. καίτοι τοὐναντίον οἱ ποταμοὶ πάσχουσι, προϊόντες ἐλάττους γίγνονται, ὅταν μὴ ἄλλο ὕδωρ ἐπιβοηθῇ.</p><p rend="align(indent)">εἰ δὲ δεῖ καὶ περαιτέρω διαβῆναι, ἐρῶ σοι διʼ ὀλίγων ἃ ἤκουσα ἀνδρὸς Αἰθίοπος τῶν ἐκεῖ δυνατῶν. ὁ μὲν γὰρ ὕπαρχος ἀπὼν ἐτύγχανεν, ἡνίκα ἡμεῖς ἐπέβημεν τοῦ χωρίου, ἐπιτροπὴν δέ τις ἔχων ἦν, ὃς ἐμοὶ διʼ ἑρμηνέων εἰς λόγους ἧκε. καὶ ὅσα μὲν ἔξω τοῦ παρόντος ἐστὶ λόγου παραλείψω, ἔφη δʼ εἰς Μερόην, ἥπερ ἐστὶ πόλις μεγίστη τῶν ἐν Αἰθιοπίᾳ καὶ οὗ τὰ βασίλεια τῶν Αἰθιόπων, τεττάρων, οἶμαι δὲ καὶ ἓξ εἶπε μηνῶν, αὐτόθεν εἶναι πλοῦν, καταρράκτας δὲ ἐκδέχεσθαι πολλοὺς ἄλλους ἐπʼ ἄλλοις, σχεδὸν εἰς ἓξ καὶ τριάκοντα τοὺς σύμπαντας ὑπὲρ Ψέλχιν μέχρι Μερόης, καὶ τοῦτο πᾶν εἶναι τὸ γιγνωσκόμενον δὴ ῥεῦμα τοῦ ποταμοῦ. Μερόης δὲ ἐπέκεινα οὐ μέμνημαι μεθʼ ὁπόσον τι ἔφη οὐκ εἶναι τὸ ῥεῦμα καθʼ ἓν, ἀλλὰ δύʼ εἶναι ῥεύματα, ὧν τὸ μὲν ἕτερον γήινον τὴν χρόαν, τὸ δʼ ἕτερον ἀέρος ἐγγύς. ταῦτα δὲ συνιόντα καὶ μιγνύμενα γίγνεσθαι τὸν Νεῖλον τοῦτον, τὰ δὲ ἄνω οὔτʼ αὐτὸς ἔφη ἔτι γιγνώσκειν οὔτʼ ἄλλον Αἰθιόπων οὐδένα εἴς γε τὸ παντελὲς, ἀλλʼ εἶναι μὲν ἀνθρώπους μέλανας, μελαντέρους ἑαυτῶν τε καὶ τῶν ὁμόρων τοὺς ὑπὲρ αὐτῶν ἀεί· εἰς ἄκρον δὲ οὐκ ἔχειν ἀνενεγκεῖν ὅθεν καὶ διʼ ὧν φέρεται τὰ πρὸς πηγῶν ὁ ποταμός. καίτοι πῶς οὐκ ἄτοπον καὶ ὑπερφυὲς Αἰθίοπας μὲν ὁμολογεῖν μὴ ἔχειν εἰπεῖν τοῦ Νείλου τὰς πηγὰς, ἡμᾶς δὲ ἀεὶ τούτου μὲν ζητουμένου, εὑρημένου δὲ οὐδέπω καὶ νῦν, τίς ἡ τῆς ἀναβάσεως αἰτία φροντίζειν καὶ τὸ πρῶτον, φασὶν, οὐκ εἰδότας τὸ δεύτερον ζητεῖν; καὶ ταῦτʼ οὐχ ἵνʼ Ἡροδότῳ πρὸς <pb xml:id="v.2.p.462"/> ἀηδίαν ἐπιτιμήσω διεξῆλθον—οὔτε γὰρ ἄλλως τῶν ἠσκηκότων ἔγωγε τὸ τοιοῦτον, ἀλλʼ οὐδὲ τοῖς ποιοῦσι συγχαίρω, Ἡροδότῳ τε καὶ αὐτοῦ τοῦ ἔρωτος χάρις, ὃν ἡμῖν πρῶτος ἐνέβαλεν Αἰγύπτου, καὶ τἄλλα, φασὶν οἱ παρρησιαζόμενοι, φίλος ἁνὴρ—ἀλλʼ οὔπω περὶ τούτων τἀληθὲς εἴρηται. πρόειμι δὲ πορρωτέρω τῶν ἐλέγχων, ἵνα ὥσπερ κεφαλαίῳ κατακλεισθεὶς ὁ λόγος βεβαιωθῇ. ἄρχεται μὲν γὰρ ἡ ἀνάβασις τροπαῖς θεριναῖς ἢ ὀλίγῳ βραδύτερον· τότε δʼ Αἰγύπτου τῶν πρὸς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg048.perseus-grc2" n="347"><p> Αἰθιοπίαν καὶ Λιβύης τῶν πρὸς Αἴγυπτον ὑπὲρ κεφαλῆς ὁ ἥλιος ἵσταται. ὃ δῆλον ἐκ δυοῖν τῶν μεγίστων σημείων, ὧν οὐδέτερον περὶ τὴν ἄλλην συμβαίνει γῆν, ὅσην ἡμεῖς οἰκοῦμεν. δυοῖν γὰρ ὄντοιν πολισμάτοιν, οἷν ἀρτίως ἐμνήσθην ἐπʼ ἄκροις τῆς Αἰγύπτου—φίλας γὰρ τὰς ὑπὲρ τῶν καταρρακτῶν μεθόριον Αἰγύπτου λέγω καὶ Αἰθιοπίας—ἐν μὲν Ἐλεφαντίνῃ λάμπεται πάντα, καὶ νεῲ καὶ ἄνθρωποι καὶ στῆλαι, καὶ οὐδὲν ἔχει σκιὰν τῆς μεσημβρίας, ἐπειδὰν τὴν μεγίστην ὁ ἥλιος πληροῖ· ἐν δὲ Συήνῃ τῆς αὐτῆς ἡμέρας τε καὶ ὥρας μέσος ἐν μέσῳ τῷ ἱερῷ φρέατι ὁ κύκλος τοῦ ἡλίου φαίνεται, ὥσπερ ἐπίθημα ἴσον πανταχόθεν πρὸς τὸ χεῖλος ἐλλάμπων. καίτοι τοῦτʼ <pb xml:id="v.2.p.463"/> ἀμφοτέρων ἐστὶ σημεῖον, τοῦ τε μὴ τοῦ χειμῶνος ἐγγυτέρω τῆς Λιβύης γίγνεσθαι τὸν ἥλιον ἢ τοῦ θέρους, εἴ γε δὴ δυοῖν ὄντοιν τῆς Αἰγύπτου μερῶν ἐπὶ τῆς Λιβύης ἡ Ἐλεφαντίνη πεπόλισται· πάντα γὰρ ἐνταῦθα ἤδη συμπέπτωκεν, Αἴγυπτος, Ἀραβία, Λιβύη, Αἰθιοπία, τὰ μὲν ἔνθεν, τὰ δὲ ἔνθεν εἰς ταυτὸν ἥκοντα· ἔπειτα εἰ τὰ μάλιστά τις αὐτῷ δοίη τὸ τὸν ἥλιον τῇ Λιβύῃ πλησιάζοντα τήκειν τὸ ὕδωρ, αὐτὸ τοῦτο κατʼ αὐτοῦ γίγνεται. εἰ γὰρ ἐξέτηκε τοῦ χειμῶνος τὸν ποταμὸν διὰ τὸ προσχωρεῖν, δῆλον ὅτι τοῦ γε θέρους, ὁπηνίκα ἔστη κατʼ αὐτοῦ, παντελῶς ἀναρπάσας ᾤχετʼ ἄν. οὐ γὰρ ἄλλον γέ που τρόπον ἐγγυτέρω τῆς γῆς ἔνι γίγνεσθαι φῆσαι τὸν ἥλιον ἢ ὅταν εἰς κάθετον ὑψωθῇ, ἐπεὶ ὅτι γε οὔτε τῇ Λιβύῃ πλησιάζει ποτὲ ὁ ἥλιος οὔτʼ ἄλλῳ μέρει τῆς γῆς οὐδενὶ ῥᾳδίως ἄν τις ἔχοι μαθεῖν. οὐ γὰρ μέρη τῆς γῆς ἐπέρχεται δή που τὰ μὲν θέρους, τὰ δὲ χειμῶνος, ἀλλʼ ἡ γῆ μᾶλλον ἐν μέρει τῆς ἐκείνου περιφορᾶς ἐστιν. ἀλλʼ ἀπέχει μὲν τὸ ἴσον πάσης ἀεὶ τῆς γῆς, οἷς δʼ ἂν ὑπὲρ κορυφῆς ἵστηται τὰ μεσημβρινὰ, τούτοις πλείστην φέρει τὴν φλόγα. φαίνεται τοίνυν οὐκ ἐπέχων οὐδὲ ἱστὰς, οὐδʼ ἀναρπάζων τὸν ποταμὸν τότε, οὐδʼ ἐλάττω ποιῶν ἐκ μείζονος, ἀλλʼ αὐξανόμενον καὶ προσθήκην ἀεὶ τῷ ῥεύματι λαμβάνοντα ἐφορῶν. ὃ σὺ θαυμάζεις· καίτοι πότε λοιπὸν τήκεσθαι φήσομεν τῇ θέρμῃ τὸν Νεῖλον, εἰ ὑπό γε τὴν τοιαύτην ἀκμὴν ἀνιὼν ὁρᾶται; </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg048.perseus-grc2" n="348"><p> ὑποστρέψας τοίνυν ὁ ἥλιος ἐκ τροπῶν ἐπʼ Αἰθίοπας χωρεῖ· λέγω δέ πως καθʼ Ἡρόδοτον τῷ ῥήματι. ὥστʼ ἀεὶ τοῖς ἀνωτέρω ταυτὸν τοῦτʼ ἔχων σχῆμα πορεύεται. ταῦτα δʼ ἐστὶν ἡ τοῦ ποταμοῦ πορεία, ὥστʼ ἀεὶ παρῃρεῖτʼ ἂν <pb xml:id="v.2.p.464"/> οὐκ ὀλίγην μοῖραν τοῦ ὕδατος καὶ κατὰ μικρὸν ἐξήραινεν ἂν, οὗ τοὐναντίον φαίνεται ποιῶν· εἰ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, μᾶλλον δʼ οὐχ ὁ ἥλιος, οἶμαι, φαίνεται ποιῶν, ἀλλʼ ὁ Νεῖλος τοὐναντίον, εἴτʼ οὖν ποιῶν εἴτε πάσχων δεῖ λέγειν. δέον γὰρ αὐτὸν λήγειν κατὰ μικρὸν πρὸς τὴν τοῦ ἡλίου κίνησιν, ἀρξάμενος αὐξάνεσθαι αὔξει κατὰ μικρὸν αὐτὴν τὴν ἐπίδοσιν καὶ τὴν αὐτὴν ἀρχὴν καὶ τὴν αὐτὴν ἀκμὴν ὁ μὲν τοῦ καύματος, ὁ δὲ τῆς ἐπιρροῆς παρέχεται.</p><p rend="align(indent)">ἀλλʼ ἄγε δὴ μετάβηθι, Ἐφόρου δὲ τοῦ φιλοσόφου καὶ σοφοῦ κόσμον ἄεισον, ᾧ κεκόσμηκεν ἁνὴρ αὑτόν τε καὶ τὴν συγγραφήν. καίτοι δέδοικα μὴ γελοιότερος ὁ πειρώμενος ἐλέγχειν ὦ τοῦ φάσκοντος εὑρεῖν· εἰ μὲν γὰρ μὴ πολὺ μὲν Καταδούπων ἄνω, πολὺ δʼ ὧν ἴσμεν τόπων ἔτι τὴν ἐπίδοσιν κατῆγεν ὁ Νεῖλος, τάχʼ ἄν τις προσεῖτο τὴν ὑπόνοιαν ὡς ἄρα ἐκ τοῦ Λιβυκοῦ ὄρους καὶ τοῦ Ἀραβίου τὸ ὕδωρ ὑποχωροῦν εἰς τὸ κάτω πληροῖ τὴν Αἴγυπτον μέσην τε καὶ κοίλην οὖσαν, ἅ φησιν ἐκεῖνος τὴν θέρμην αἰτιώμενος. νῦν δʼ αὖ καὶ οἱ μηδεπώποτε ὄνομα ἀκούσαντες Ἐφόρου τοῦτʼ ἴσασιν ἐκ πολλῶν ἡμερῶν πλοῦ κατιόντʼ αὐτὸν ἄνωθεν ὑψηλὸν καὶ περί τε αὐτοὺς Καταδούπους θαυμαστὸν αἰρόμενον καὶ τὸ μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, ὅθεν περ τῶν Αἰγύπτου μερῶν ὁ κληθεὶς ἂν ὑφʼ Ἑλλήνων Ἑρμῆς ἄρχεται, θαυμαστῷ κτύπῳ διεξιόντα καὶ πληροῦντα τριάκοντα πήχεις ἄγοντα ὡς μέσως εἰρῆσθαι. <pb xml:id="v.2.p.465"/> πῶς οὖν τὸ ἐκ τῶν ὀρῶν τῶν ἔνθεν καὶ ἔνθεν κλειόντων τὴν Αἴγυπτον ὕδωρ τοσοῦτον κάτω τῆς ἀναβάσεως τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν ἀνάβασιν, καὶ τὸ αὐτὸ ἅμα μὲν πληροῖ τὴν Αἴγυπτον ὑπορρέον, ἅμα δὲ ὑπὲρ κορυφῆς Αἰγύπτου τοσοῦτον φαίνεται κατὰ νώτου τοῦ ἀρχαίου ὕδατος φερόμενον, εἰ μὴ καὶ Ἔφορος τοῦτʼ ἐρεῖ καὶ προσθήσει </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg048.perseus-grc2" n="349"><p> τῷ σοφῷ ὅτι ὥσπερ ἐκ τῶν ὑψηλοτέρων εἰς τὸ κοῖλον καταρρεῖ τὸ ὕδωρ, οὕτως πάλιν ἐκ τῶν κοίλων ἀναστρέφει πρὸς τὰ ὑψηλὰ, καὶ ἀρξάμενος ἐκ θαλάττης ὁ ποταμὸς αὖθις ὑποστρέψας ἐπὶ καταρράκτας καὶ Μερόην ἄνω φέρεται, ὥσπερ τις ἐν προσάντει δολιχὸν τρέχων. ταῦτα δὲ οὐδʼ ἂν τοὺς αὑτοῦ πολίτας οἶμαι πείθοι λέγων. καὶ δὴ τοῦτο τὸ ἰσχυρὸν ἐῶ, καίτοι φασὶ καὶ τὰς κλοπὰς ἄχρι τούτου δεῖν ἐλέγχειν, ἕως ἄν τις τὰ φώρια ἐν τοῖν χεροῖν ἔχοντα ἀποδείξῃ. ἀλλʼ ἕτερον εὔηθες· αὐτὸ γὰρ τοῦτο πρῶτον τὸ νομίζειν ἢ τὴν Ἀράβιον ταύτην τὴν ὀρεινὴν ἢ τὴν Λιβυκὴν ὕδατος μεστὴν εἶναι τίς λόγος; ποῖαι γὰρ ἢ ἐνταῦθα ἢ ἐκεῖ πηγαί; τίς δʼ ὅσον ἔννοια ὕδατος ἐν τοῖς χωρίοις τούτοις; ἅ γʼ ἐστὶ ξηρότερα καὶ ψεδνότερα παντὸς οὗ τις ἂν εἰκάζων εὕροι, ὥστʼ ἔν γε τῇ Ἀραβικῇ καὶ ἡ περιβόητος αὕτη λιθοτομία ἡ πορφυρῖτίς ἐστιν· ἐργάζονται δʼ αὐτὴν ὥσπερ καὶ τὰς ἄλλας δή που κατάδικοι· ἀλλὰ τούτους γε, ὥς φασιν, οὐδεὶς φρουρεῖ, οὕτω σφόδρα ὕδατός ἐστιν ἄπορος, ὑφʼ οὗπερ καὶ ἠρήμωται, ἀλλὰ φόβῳ τοῦ καυθήσεσθαι ζῶντες, ὃ δεῖ παθεῖν ἄν τις φεύγων ἁλῷ, μένουσιν οἱ μένοντες τῶν μεταλλέων. καὶ ὅμως εἰσὶν οἳ καὶ τοῦθʼ αἱροῦνται μᾶλλον ἢ διὰ παντὸς τοῦ χρόνου κάεσθαι. τῷ γὰρ ὄντι τοῦτʼ εἶναι τὸ κάεσθαι ζῶντα. οὕτως <pb xml:id="v.2.p.466"/> διὰ παντὸς ὁ χῶρος ἀμμώδης ἐστὶ καὶ διψῇ. ὅλως δὲ τί δή ποτε οὐ καὶ πάντες οἱ ποταμοὶ μείζους ἑαυτῶν τοῦ θέρους γίγνονται τῷ λόγῳ τούτῳ; εἰ γὰρ ὁ ἥλιος εἰς τὰ κοῖλα τῆς γῆς τὸ ὕδωρ ἀπωθεῖ, ἡ δὲ γῆ μεστὴ γιγνομένη τελευτῶσα ἐπικλύζεται αὐτὴ διʼ αὑτῆς, τί δή ποτʼ οὐκ εἰσὶν ἐν ἀκμῇ τοῦ καύματος οἱ ποταμοὶ μέγιστοι, πάντες ἐν τοῖς κοίλοις ὄντες τῆς καθʼ αὑτοὺς ἕκαστοι γῆς; ἀλλʼ ἀντὶ τοῦ μέγιστοι τότʼ εἶναι τότʼ εἰσὶν ἐλάχιστοι. καὶ μὴν καὶ περὶ ἄλλους δή που ποταμοὺς ἕτερά ἐστιν ὄρη καὶ οὐ μόνον οὐκ ἐλάττω τούτων, ἀλλὰ πρὸς τῷ μείζω σαφῶς ἔτι καὶ ὑγρότερα καὶ πολλῷ, ὡς δῆλον τοῖς τε δένδρεσι τοῖς ἐπιπεφυκόσι καὶ ταῖς εἰς τὸ φανερὸν ἀπορρεούσαις νοτίσι. πῶς οὖν οὐ τὰ ἄμικτα μίγνυται, εἴ γε ἀπελαθήσεται μὲν εἰς βάθος τῆς γῆς τὸ ὕδωρ, τηνικαῦτα δʼ ὑψωθήσεται διὰ τὸ αὐτὸ τοῦτο; καὶ ὡς ἔοικεν, ὁ αὐτὸς ἥλιος τὸ μὲν Ἀράβιον καὶ Λιβυκὸν ὄρος ἐξιποῖ καὶ τὸ ὕδωρ ὠθεῖ κάτω, </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg048.perseus-grc2" n="350"><p> ἐν Αἰγύπτῳ δὲ τὸ αὐτὸ τοῦτο ὕδωρ ὑψούμενον περιορᾷ. ποῦ δὲ καὶ ἡ χώρα μεστὴ γίγνεται κάτωθεν, ὦ σοφίας κεφάλαιον; ἥ γε οὕτως ἔρρωγε καὶ διέστηκεν εὐθὺς ἐκ τροπῶν τῶν ἠρινῶν ὥστʼ εἶναι μονονοὺ χάσματα καὶ χαράδρας ἅπασαν καὶ μηδὲ τοῖς ὑποζυγίοις ἀκίνδυνον τὴν πορείαν εἶναι. πῶς οὖν αἱ πόρρω τοῦ Νείλου, φησὶ, λίμναι πληροῦνται, εἴπερ ἐξ ὄμβρων ἢ χιόνος λυθείσης αἴρεται; τοῦτο δʼ εἰ τὰ μάλιστα δυνατόν ἐστιν, οὐδὲν μᾶλλον τῷ γε Ἐφόρου λόγῳ συνθεῖ. ἔστι γὰρ καὶ μήτε ἐξ ὄμβρων μήτʼ ἐκ χιόνος αἴρεσθαι τὸν ποταμὸν καὶ μὴ τοῦτʼ αἴτιον εἶναι, τὸ τὴν ἰκμάδα εἰς αὐτὸν ὑπορρεῖν. οὐ μὴν ἀλλʼ ἔμοιγε καὶ πᾶν τοὐναντίον ἤπερ ἐκείνῳ δοκεῖ, τὴν μὲν ἄνωθεν ἐπιρροὴν μηδὲν μᾶλλον κωλύειν οὗτος ὁ λόγος, τὴν δʼ αὐτόθεν πλήρωσιν παντελῶς ἐξελέγχειν ὡς ἔστι γέλως. τὸν μὲν γὰρ ποταμὸν, ἕως ἂν ἀπῇ τἄλλα ἃ κωλύει, <pb xml:id="v.2.p.467"/> εἰκός ἐστι καὶ ὑπὸ τῆς χιόνος καὶ ἐξ ὄμβρων αὐξανόμενον κατιέναι, κατιόντος δʼ αὐτοῦ τὴν γῆν πληρουμένην καὶ διοιδοῦσαν ἀφιέναι κάτω νοτίδας εἰς τὰ πλάγια, οὐ διὰ τὴν θέρμην οὐδʼ ὑπὸ τοῦ ξηραίνεσθαι—γελοῖον γὰρ τὴν αὐτὴν οὐκ ἔχουσαν τὸ ἀναγκαῖον ὕδωρ ἀποστέλλειν τὸ περιττὸν ἑτέρωσε—ἀλλὰ τοὐναντίον τῷ πλεονάζοντι παρέχουσαν τοὺς ἐγχωροῦντας ἀδήλους ὀχετούς. εἰ δʼ ἡ κοιλότης ἡ τῆς συγκεκλεισμένης ὑπὸ τῶν ὀρῶν χώρας παρεῖχε τὴν αἰτίαν, οὐκ ἂν ἐπληροῦντο αἱ πόρρω δή που λίμναι τοῦ ποταμοῦ· καὶ τούτου μάρτυς αὐτὸς Ἔφορος. φησὶ γὰρ φεύγων τὸν ἔλεγχον ὡς ἄρα οὐ δυνατὸν τοῦτο συμβαίνειν περὶ τὴν ἄλλην γῆν, διὰ τὸ μήτε κοίλην εἶναι μήτʼ ἐπίκτητον ὥσπερ τὴν Αἴγυπτον, ἀλλʼ ἀρχαίαν τε καὶ ὡς ἐκεῖνος κέκληκεν αὐτοπαγῆ. τοῦτο δὴ δῶμεν ἀληθὲς εἶναι μέχρι γοῦν τινός· ἔστι δʼ οὐδὲν μᾶλλον· οὐκοῦν αἱ μὲν ἐγγὺς τοῦ ποταμοῦ καὶ κατʼ αὐτὴν Αἴγυπτον λίμναι οὐκ ἀφʼ αὑτῶν ἄρχονται δήπουθεν, ἀλλʼ ἐκ τοῦ ποταμοῦ πᾶσαι, καὶ διώρυχες εἰς αὐτὰς φέρουσιν, ἐάν τʼ Ἔφορος φῇ ἐάν τε μή. ὥστε ταύτας μὲν οὐδὲν ἀπεικὸς μετέχειν τῆς αἰτίας, ἥτις ἂν ᾖ τῷ ποταμῷ τῆς ἀναβάσεως· ἥ τε </p></div></div></body></text></TEI>