σπουδάζεται τὴν θερινὴν ὥραν ἅπαντες σύνισμεν, ἀλλʼ ὅμως πάντʼ ἂν εὕροις ἐν τῇ μεγάλῃ πόλει τῇ Ἀλεξάνδρου πλὴν τούτου· καίτοι κράσπεδον Εὐριπίδου φωνῇ μάλιστʼ ἄν τις αὐτὴν Αἰγύπτου προσείποι. εἶθʼ ὃ μηδʼ ἐπείσακτον αὐτοῖς ἐστι θέρους νόμῳ, τοῦτʼ ἄγειν τὸν Νεῖλον θέρους ὥρᾳ τοσοῦτον πλήθει; πάντων γε ἥκιστά μοι δοκεῖν. καὶ πρὸς μὲν Εὐριπίδην τε καὶ Αἰσχύλον καὶ ταῦτα ἴσως οὐχ ἱκανὰ, ἀλλὰ πέρα τῶν ἱκανῶν, οὕτως γε σαφοῦς καὶ πρὸ ποδῶν ὄντος τοῦ ἐλέγχου, καὶ δεικνύντος ὅλως τὸ ἀδύνατον, ὥσπερ ἐν τοῖς ἄνω τῆς ἐκροῆς. ἴωμεν δὲ ἐπὶ τὴν τῶν πολλῶν δόξαν ἤδη καὶ τοὺς χαρίεντας τοὺς πεποιηκότας αὐτήν· οἳ φασὶν ὕειν περὶ τοὺς ἄνω τόπους, ὅταν ὦσιν ἐτησίαι, καὶ τὰ νέφη παρʼ ἡμῶν ἐλαυνόμενα ἐκεῖ καταρρήγνυσθαι, ἐκ δὲ τῶν ὄμβρων τὸν Νεῖλον πληρούμενον εἰκότως μείζω τοῦ θέρους ἢ τοῦ χειμῶνος εἶναι. δεῖ τοίνυν σε μαθεῖν τὸ συμβαῖνον ἅπαν περὶ τὴν ἀνάβασιν. ὁ γὰρ Νεῖλος, ἡνίκʼ ἂν αὐτῷ ὡραῖον ᾖ, κατέρχεται τὰ ὑψηλὰ, κατέρχεται δὲ οὐ φανερᾷ τῇ προσθήκῃ οὐδʼ ὥστε ὀφθαλμῷ γνῶναι τὸ ὕδωρ ἐπιφερόμενον, ἀλλʼ ἀρξάμενος ἀπὸ δακτύλων ὀλίγων ἐπιδίδωσι τοσοῦτον ὥστʼ ἐν μησὶ μικροῦ τέτταρσι τοὺς τέτταρας ἢ πεντεκαίδεκα τούτους πήχεις πληροῦν περὶ Μέμφιν, κἀν τούτῳ τὴν προσθήκην ἄδηλον ἀεὶ παρεχόμενος καὶ ἑνὶ τούτῳ σημαίνων, τῷ καταλαμβάνειν ἑξῆς τὴν γῆν. πρὸς δὴ τί τοῦτο λέγω; ὅτι φασὶν ὥσπερ τοὺς παρʼ ἡμῖν ποταμοὺς ἐκ τῶν ὄμβρων τοῦ χειμῶνος αὔξεσθαι, οὕτω τὸν Νεῖλον τοῦ θέρους ἐκ τῶν ὄμβρων. εἰ τοίνυν τοῦτʼ ἀληθὲς ἦν, πρῶτον μὲν κατιόντʼ αὐτὸν ἐξαίφνης ἔδει φαίνεσθαι μετέωρον. ὥσπερ γὰρ ὅταν κατὰ γῆς ἢ στερεοῦ φέρηται ῥεῦμα, οὕτως ἐπὶ τοῦ ἀρχαίου τὸ ἐκ τῶν ὄμβρων ἐπιθεῖ κεκυρτωκός. διὰ τί οὖν οὐ καὶ περὶ τὸν Νεῖλον ταυτὸν τοῦτο γίγνεται; οὐ γὰρ δή που ἅμα μὲν εἰς τοὺς ἄλλους ποταμοὺς ἀναφέρειν δεῖ καὶ τοῖς αὐτοῖς τεκμαίρεσθαι, ἅμα δʼ οὐ τοῖς αὐτοῖς ἐπʼ ἀμφοῖν χρῆσθαι σημείοις. καὶ γὰρ εἰ μὲν ἅπαξ ποτὲ οὕτω συνέβη, λόγος ἦν, εἰ δʼ ἀεὶ τοῦτον τὸν τρόπον αἴρεται, τί ἂν εἴποιεν; πρῶτον μὲν τοίνυν καὶ μέγιστον ὅπερ λέγω τοῦτο σημεῖον ὡς οὐκ ἐξ ὄμβρων αὔξεται, ὅτι οὐκ ἐμπλήκτως οὐδʼ ὀξέως οὐδʼ ὡς ἂν τύχῃ φέρεται, ἀλλʼ ὃ δὴ λέγουσιν Αἰγύπτιοι, ἐργάζεται ὥσπερ ἄλλο τι· καὶ ἀεὶ τὸ ἔργον αὐτῷ κατὰ λόγον χωρεῖ. ἔπειθʼ ὁπόταν λήξωσιν οἱ ὑετοὶ καὶ ὁ πολὺς δή που τῶν ποταμῶν ὄγκος πέφυκεν ὑπορρεῖν οὐκ εἰς μακράν. πῶς οὖν ἐπὶ τοσοῦτον τοῦτον ἀνταρκεῖν φήσομεν ἐκ τοιαύτης αἰτίας; ἀφομοιοῦντες γὰρ αὐτὸν κατʼ ἄλλον τρόπον ποιοῦμεν ἀνόμοιον καὶ δύο τὰ ἀτοπώτατα μίγνυμεν, θέντες μὲν οὐχ ὁμοίως ἔχειν τοῖς ἄλλοις, εἶθʼ ὅμοιον ἀποφαίνειν πειρώμεθα, ὅμοιον δʼ αὖ τιθέντες δείκνυμεν οὐχ ὁμοίως διακείμενον. εἰ μὲν γὰρ τρισὶν ἢ τέτταρσιν ἢ καὶ διπλασίαις που τούτων ἡμέραις ἐπληροῦτο αὐτῷ τὸ κεφάλαιον, ἢ μὴ πολλοστόν γʼ ἦν τὸ τοσοῦτον τοῦ παντὸς χρόνου τῆς ἀναβάσεως, τάχʼ ἄν τι κομψὸν εὕρητο· εἰς τέταρτον δὲ μῆνα μάλιστα ἐξικνεῖσθαι καθʼ ἑκάστην ἡμέραν ὑψούμενον τίς λόγος ἐστὶν ἐξ ὑετῶν; καὶ μὴν οὐδʼ οἱ παρʼ ἡμῖν ποταμοὶ συνεχῶς τοῦ χειμῶνος τέτανται· ἀλλʼ ὗσεν, ἐπῆλθον· ἐπαύσατο, ὑφεῖσαν· μείζους καὶ ἐλάττους διατελοῦσι γιγνόμενοι παρὰ τοὺς ὄμβρους αὐτοῦ τοῦ χειμῶνος ἐκ μεταβολῆς. χρῆν τοίνυν καὶ τὸν Νεῖλον εἴπερ ἐξ ὑετῶν ᾔρετο, μὴ διηνεκῆ τὴν αὔξησιν ἴσχειν μηδʼ ἐπὶ προσθήκην ἀεὶ χωρεῖν ἐπὶ τὸ πλεῖστον καὶ μέγιστον ἐκ τοῦ βραχυτάτου καὶ πρώτου, μέχρι ἐξεπλήρωσεν, ἀλλʼ ἀνώμαλον καὶ μεταπίπτουσαν καὶ τὴν ἐπίδοσιν καὶ τὴν ἀναχώρησιν ἔχειν ἐν μέρει. ὥστʼ οὐκ ἂν ἦν τὸ λεγόμενον αὐτὸ τοῦτο ἀνάβασις τοῦ Νείλου, ἀλλʼ ἀναβάσεις ἂν ἦσαν πολλαὶ, καὶ πάλιν γε ἀπόρροιαι τοῦ θέρους ἑκάστου, καθότι κἀκ τῶν ὄμβρων συνέβη. ἔτι τοίνυν ὥσπερ τοῦ χειμῶνος οὐ συνεχεῖς τοὺς ὄγκους ἔχουσιν οἱ ποταμοὶ, οὕτω καὶ τοῦ θέρους ἐνίοτε ἐπιδιδόασι παρὰ τὴν σχέσιν τὴν οὖσαν ἡνίκʼ ἂν ὕσῃ. ἔτι τοίνυν ἃ τούτοις συμβαίνει, συνέβαινε καὶ τῷ Νείλῳ κατὰ θάτερα, καὶ ὁ Νεῖλος ἂν ηὔξετο τοῦ χειμῶνος ἐνίοτε ὥσπερ οὗτοι τοῦ θέρους. ὥστε ὁμοίως μὲν οὗτοι μείζους ἐγίγνοντʼ ἂν, τοτὲ μὲν τοῦ θέρους, τοτὲ δὲ τοῦ χειμῶνος ἑαυτῶν, ὁμοίως δὲ ὁ Νεῖλος ὅτι μὴ πλέον ἢ ἑκάτεροι μείζους καὶ ἐλάττους παρὰ τὴν ὥραν ἑκατέραν. ἀλλὰ μὴν εἰ μηδεπώποτʼ αὐξηθεὶς χειμῶνος ὁ Νεῖλος ἀκούεται, τοὺς δὲ παρʼ ἡμῖν ἔστιν ἰδεῖν μείζους ἑαυτῶν γιγνομένους τοῦ θέρους, ἐὰν ὄμβροι κατάσχωσιν, ἄλλο τι χρὴ ζητεῖν τὸ τῆς ἀναβάσεως αἴτιον, εἴπερ δὴ, ὡς τό γʼ ἐξ ὄμβρων οὐδαμῆ συμβαίνει. οὐ τοίνυν μόνον αὔξεται τακτὰ ὁ Νεῖλος, ἀλλὰ καὶ ἀπολήγει τεταγμένως ὀπίσω καὶ σχεδὸν οὐκ ἐν ἐλάττονι χρόνῳ καθίσταται εἰς τὸ ἐξ ἀρχῆς ἢ ἐν ὅσῳ προϊὼν ἐξεπλήρωσε. καίτοι οἵ γʼ ἐκ τῶν ὄμβρων αὐξανόμενοι ποταμοὶ οὐδαμοῦ τοῦτο πάσχουσιν, οὐδʼ ἔπεστιν αὐτῶν τάξις οὐδετέρῳ τῷ παθήματι· εἰκότως, ὅτε γε μηδʼ αὐτοῖς τοῖς ὄμβροις. οὐκοῦν καὶ τὸ ἅπαξ τοῦ ἔτους ἀναβαίνειν, τοὺς δʼ ἄλλους ὡς τύχοιεν ἑκάστοτε, καὶ τὸ μὴ ἀπολείπειν πρὶν ἐκπληρῶσαι καὶ τὸ πληρώσαντα αὖθις ἀπορρεῖν, καὶ ἡ μετὰ τοῦτο ἡσυχία τοῦ ῥεύματος οὐκ ἐᾷ παρὰ τοῖς ὑετοῖς εἶναι τὴν πρόφασιν δοκεῖν. εἰ δὲ δεῖ καὶ τοῦτο εἰπεῖν, ὑπερβαλόντι καταρράκτας ψάμμος ἔνθεν καὶ ἔνθεν ἐστὶ τοῦ Νείλου, τὸ μὲν δὴ κατὰ Λιβύην καὶ παντάπασιν ἔρημοι θῖνες. ὥστʼ εἴπερ ὗεν, οὐκ εἰκός γε ἦν γίγνεσθαι ῥεύματα, ὑποδεχομένης τῆς ψάμμου τοὺς ὄμβρους εἰς αὑτήν. ἃς γοῦν ἴσμεν ψάμμους ἄλλας εὐμεγέθεις, ἴσμεν τοῦτο πασχούσας, ἐπεὶ καὶ αἱ περὶ τὰς εἰσβολὰς τὰς ἐξ Ἀράβων εἰς Αἴγυπτον ψάμμοι οὐ τοσοῦτον ὕσει ὡς παρήσουσι ῥεῦμα ὕδατι. αἱ δὲ δὴ πρὸς Λιβύης καὶ κατάντεις ἐπὶ θάτερά εἰσιν ἀπὸ τοῦ ποταμοῦ περιφανῶς, ἄνευ τοῦ κατʼ ἄμφω παραλλάττοντος, καὶ τοῦ τῆς ψάμμου ταύτης παρʼ ἃς ἴσμεν ἄλλας πλήθους καὶ τοῦ κατὰ τὸν ποταμὸν ῥεύματος τοσοῦτον ὑψουμένου, ὅσον εἰ καὶ ὑπὲρ ἀντιτύπου θαυμαστὸν ἦν. καὶ περὶ Μερόην γέ φασιν ὕειν, καὶ εἰ τοῦτʼ ἦν αἴτιον τῆς ἀναβάσεως, οὐκ ἂν ἐλάνθανε δή που τοὺς αὐτοὺς ὁρῶντας καὶ προσοικοῦντας, οὐδʼ ἂν ἐζητεῖτο ὑπʼ αὐτῶν ἐκείνων ὁπόθεν κατέρχεται, ἀλλʼ ἦν ἂν φανερὸς αὐτόθεν αὐξανόμενος. οὐ τοίνυν ἐστὶν οὐδʼ ἔχουσι λέγειν Αἰθίοπες, οὐδὲν ἔχοντες λέγειν ὡς ὕει παρʼ αὐτοῖς. ἄμφω γοῦν ἤκουσα παρʼ αὐτῶν. πῶς οὖν ἐξ ὑετῶν αἴρεται; ἔτι τοίνυν καὶ τὰ κάτω τῆς Αἰγύπτου λαμπρῶς πολλάκις ὕεται, — ψακάδι μὲν γὰρ καὶ ἄνω πολλάκις ὡς ἐν χρόνοις, ἀλλὰ τά γε πρὸς θαλάττης καὶ κατὰ συνήθειαν πολλῷ—καὶ οὐδʼ ὁπωστιοῦν ἐπίδηλον τῷ Νείλῳ γίγνεται. καίτοι πῶς εἰκὸς τοὺς μὲν ἐν Αἰγύπτῳ γιγνομένους ὄμβρους μὴ κινεῖν αὐτὸν ὅσοι ποτʼ ἂν ὦσιν, ἀλλὰ πάσχειν τὸ ὕδωρ ταυτὸν ὅπερ τὸ εἰς τὴν θάλατταν εἰσχεόμενον ἀδήλως ἀναλοῦσθαι, ἐκ δὲ τῶν ἀπορρήτων τόπων, ὡς ἔοικε, τῆς οἰκουμένης ὑπάρχειν αὐτῷ τὴν ἐπίδοσιν, ὥσπερ σοφιζόμενον τὸν Νεῖλον ἢ δεδοικότα μὴ φανῇ διὰ τοῦτο αὐξανόμενος; εἰ δὲ ταῦτʼ ἐστὶ γέλως, τοιαῦτʼ ἐστὶν ἃ λέγουσιν οἱ προστιθέντες τὴν αἰτίαν τοῖς ὄμβροις. βούλομαι δέ σοί τι καὶ περὶ τῶν νεφῶν μικρὸν διηγήσασθαι. ὅτε γὰρ τὸ δεύτερον εἰς Αἴγυπτον ἀνέπλεον τὸν εἰς κορυφὴν ἀνάπλουν, ἐνέτυχεν ἡμῖν περὶ τὸν Θηβαϊκὸν τόπον ἐν νομῷ ὄνομα Ἑρμουνθὶ ἄνθρωπος φυγὰς ἐκ τῆς κάτω πόλεως, Δραῦκος ὄνομα, φίλου καὶ ἑταίρου συμπλέοντος ἡμῖν συστήσαντος αὐτὸν, ὡς εἶδεν ἐκεῖ. ὡς δὲ συνέβη λυθῆναι τὴν φυγὴν αὐτῷ καὶ ἧκεν ἐπὶ θάλατταν, προσῄει πολλάκις ἡμῖν καὶ ἐχρώμεθα ὥσπερ εἰκὸς οἰκείως αὐτῷ. καί ποτε οὑτωσὶ περιεπατοῦμεν περὶ δείλην ὀψίαν ἐν τῷ μεγάλῳ δρόμῳ τῷ κατὰ τὰς στοὰς καὶ ἦσαν ἐτησίαι λαμπροί· ἀπεβλέψαμεν οὖν εἰς τὰ νέφη, καί τις ἔφη τῶν παρόντων, ταῦτα δὴ τὰ τοῦ Νείλου πνεύματα· οὕτω γάρ πως ὠνόμασε. καὶ ὃς ἐγέλασεν. ἐρομένου δέ μου ὅ τι αὐτῷ τοῦτο βούλοιτο, οὐκ οἶσθα, ἔφη, ὅτι ἐγὼ τρία ἑξῆς ἔτη κατετρίβην ἐπʼ ἄκροις Αἰγύπτου; οἶδα, ἔφην, ἀλλὰ τί τοῦτο; ὅτι ἐγὼ ἐν τοσούτῳ χρόνῳ τριφθέντι μοι πανταχῆ σκοπῶν οὐκ ἠδυνήθην ἰδεῖν νέφος αὐτόθι τοῦ θέρους, ἀλλὰ ἑστηκότα ἀκλινῆ τὸν ἀέρα ὥσπερ τὰ γεγραμμένα. καίτοι νομίζω, ἔφη, ὁρᾶν τά γε ἐγχωροῦντα, ἀλλʼ ἐγὼ οὐκ εἶδον νέφος, ἃ ὑμεῖς, ἔφη, οἴεσθε ἐνθένδε ἐλαυνόμενα ἄνω καταρρηγνύντα πληροῦν τὸν Νεῖλον. τοῦτο δὴ καὶ τότε ἀκούσας ἐθαύμασα καὶ ἥσθην, καὶ σοὶ νῦν ἀπομνημονεύσας ἐξήγγειλα, ὅπως εἰδείης πόρρω τοῦ ἀληθοῦς ὄντας καὶ τοὺς τούτῳ τῷ λόγῳ καταχρωμένους τε καὶ πεπιστευκότας καὶ ὅλως ἐπίστῃ τὸ τοῦ Νείλου πρᾶγμα ὅτι κινδυνεύει μόνος ποταμῶν οὐδέποτε ὁ αὐτὸς εἶναι, ἀλλʼ ἐν αὔξῃ καὶ φθίσει ῥέων ὁμαλῶς, εἰ δὲ βούλει ἀνωμάλως διατελεῖ, ταῖς ἡμέραις τε καὶ νυξὶ τὰ μάλιστά πως παραπλησίως καὶ τῷ περὶ τὴν σελήνην. ἀρχόμενός τε γὰρ εἰς ὕψος ἰέναι, ἐπάγων ἀεὶ ἕτερον ἐφʼ ἑτέρῳ, οὕτως προβαίνει τῇ προσθήκῃ προστιθεὶς, ἄχρι ἂν τὸ μήκιστον αὐξηθῇ, καὶ συναγερθεὶς ἅπας, ὥσπερ ὁ τῆς σελήνης κύκλος, ἄρχεται λήγειν αὖθις ὑποστρέψας, ὥσπερ στροφήν τινα δευτέραν ἀποδιδοὺς ἐπὶ θάτερα· καὶ καταλαμβάνει πάλιν ἡ ἑτέρα περίοδος τῆς ἐπιρροῆς, πολλάκις δὲ καὶ ἐνέμεινε τῆς προτέρας ὅσον μὴ λαθεῖν. οὔτʼ οὖν παρὰ τὴν ἀνάβασιν ὁ αὐτός ἐστιν, ἀεὶ γὰρ αὔξεται, μέχρι ἂν τὰ τέλεια ὑψωθῇ, οὔτʼ αὖ παρὰ τὴν ἀπορροὴν, ἀεὶ γὰρ λήγει, μέχρι ἂν ἀποδῷ. οὕτω δή τοι τό γε τοῦ Νείλου θειότερόν τι καὶ ἰδιώτερον ἔοικεν εἶναι ἢ κατὰ τοὺς ἄλλους ποταμούς τε καὶ ῥεύματα, καὶ εἰ τούτου ζητοῦμεν αἰτίας, ζητῶμεν καὶ ὧν εἶπον, τί δή ποτε ἡμέρα μὲν ἡμέρας μικρὸν προφέρειν ἐτάχθη, μέχρι ἂν κορυφωθῇ τὸ μήκιστον, ἔπειτα ὑπολείπειν, ἄχρι ἂν εἰς τοὐλάχιστον ἀφίκηται, τὸ μὲν ἐξ ἀρχῆς ἑαυτῆς, εἶτα καὶ τῆς νυκτὸς ἐλάττων μετʼ ἰσημερίαν γιγνομένη, νὺξ δὲ ἀντιλαβοῦσα αὔξην ταὐτὰ ταῦτα πάσχει, ἐκ προσθήκης καὶ ἀφαιρέσεως προϊοῦσα καὶ ἐπανιοῦσα, μέχρι ἂν ὥσπερ οἱ γεωμέτραι καλοῦσιν εἰς ἐκεῖνο καταστῇ ὅθεν ἤρξατο φέρεσθαι, ταὐτά τε καὶ τἀναντία τῇ ἡμέρᾳ πάσχουσα ἀεί. καὶ γὰρ εἰ τὰ μάλιστά τις εἶναι ταῦτά γε φήσει φανερὰ, τῇ τοῦ ἡλίου πορείᾳ προστιθεὶς τὴν αἰτίαν, ἀλλʼ οὐκ αὐτῆς αὖ τῆς περὶ τὴν πορείαν τάξεως οὐδὲ τοῦ ταῦθʼ οὕτως ἀνάγκαις τὸ ἐξ ἀρχῆς κατακλεισθῆναι, οἷον εἰ βούλει τριμήνοις μὲν χρόνοις ὡρίσθαι τὰς μεταβολὰς, νυκτὶ δὲ καὶ ἡμέρᾳ τοσοῦτον τὸν σύμπαντα ἀποδοθῆναι χρόνον, εἶναι δὲ ὅρους τακτοὺς τῷ θεῷ πρὸς ἄρκτους καὶ μεσημβρίας, οὓς οὐχ οἷόν τε ὑπερβῆναι, τούτων οὐδενὸς δή που τὸ αἴτιον δείξει, πλὴν εἰ προσποιήσεται. καίτοι τοσοῦτόν γʼ ἐστὶ