ὅμως τούτους τοὺς ἑτέρωθι γελοίους ἐνταῦθα ἐν εὐφημίᾳ τέθειται, οὐχ ἵνα τούτους ἐπαινέσειεν, ἀλλʼ ἵνα Ὁμήρῳ, ἀηδὲς μὲν εἰπεῖν, τὸ δὲ ἀληθὲς ἀποκρύψασθαι μὴ ἀνεχόμενος, ἐπηρεάσειε, λέγω. τίς γάρ ἐστιν ὁ λέγων καὶ μὴν Τάνταλον εἰσεῖδον καὶ τὸν δὲ μέτʼ εἰσενόησα; οὐκοῦν ἐκείνους μὲν διὰ τῶν Ὁμήρου κωμῳδεῖ, Ὅμηρον δʼ αὖ διʼ ἐκείνων. παρενθήκη δὲ καὶ Ἡσίοδος αὐτῷ γέγονεν. ὥστʼ ἐγὼ θαυμάζω τίνας ἂν τὰς βλασφημίας εἰς αὐτοὺς ἐποιήσατο, εἰ τὴν πόλιν αὐτὴν διέβαλλον, ἢ τὴν πολιτείαν ἀφῃροῦντο, ὁπότʼ οὐδὲν ἔχων ἕτερον προφέρειν ἢ ὅτι πλείους ἴσως τοῦ δέοντος ἐπαινοῦσιν, αὐτὸς οὕτως ἀνομοίως αὐτοῖς προσενήνεκται. ἀτὰρ, ὦ ἄριστε Καπίτων, ἐνεθυμήθην καὶ τοῦτο μεταξὺ τῶν λόγων ὅτι πάντα εἴδωλά ἐστι τῷ ἀνδρὶ, καὶ τοῦτο μὲν οἱ ποιηταὶ μιμηταὶ εἰδώλων ἀρετῆς, τοῦτο δὲ ἡ ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον. εἰδώλων δὲ πλέον πρόθυρον φαίη ἂν εἰς αὐτὸν Ὅμηρος. πότερον ταῦτα θρασύτερα καὶ προπετέστερα, ἢ τἀμὰ, ἐν οἷς φημι Πλάτωνα ἀποδημῆσαι ὑπὲρ αὐτῶν, καί φημι ταῦτα λέγειν οὐ τὴν ἀποδημίαν κακίζων, ἀλλὰ τῇ ἀποδημίᾳ τὸν λόγον πιστούμενος. ναὶ, ἀλλʼ ἀπεστερήκαμεν αὐτὸν δόξης φιλοσοφίας, ὥσπερ ἐκεῖνος τοὺς μὲν τῆς τραγῳδίας ποιητὰς οὐδʼ ἐν λόγῳ τίθησιν, Ὅμηρον δὲ τραγῳδιοποιὸν προσείρηκεν, οὐ τοῦτον τούτῳ κοσμῶν, ἀλλὰ τούτους μὲν διὰ τούτων κολούων, τοῦτον δὲ ᾧ τιμᾷ καθαιρῶν. πλέον γὰρ οἶμαι τὴν τραγῳδίαν Ὁμήρῳ συνῄδεσαν οἱ Ἕλληνες. ἀλλʼ Ἐπίχαρμος δῆτα δικαίως αὐτῷ κωμῳδίας ἄκρος, ᾧ ταῦτʼ ἄριστα φαίην ἂν ἔγωγε ἔχειν ὅσα τῆς φωνῆς τῆς Ἀττικῆς ἐστιν ἐγγυτάτω. οὐκοῦν δεινὸν, εἰ οὗτος μὲν καὶ τραγῳδιοποιοὺς καὶ κωμῳδιοποιοὺς καὶ πόλιν καὶ πολιτείαν καὶ νόμους αὑτῷ καθίστησιν, ἡμῖν δὲ μηδὲ λόγου τινὸς ἐξέσται πρὸς αὐτὸν ἀμφισβητῆσαι, καὶ ταῦτα οὐ μύρῳ