<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg047.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg047.perseus-grc2" n="328"><p><q rend="merge">ἐπονομάζοντες τοῦ βίου διαφανεῖς πη δοκοῦσιν εἶναι ἐν τοῖς ἄλλοις; οὐδʼ αὖ, ἔφη, τοιοῦτον· οὐδὲν λέγεται. ὁ γὰρ Κρεόφυλος, ὦ Σώκρατες, ἴσως, ὁ τοῦ Ὁμήρου ἑταῖρος, ἔτι πρὸς παιδιὰν φανείη, εἰ τὰ λεγόμενα περὶ Ὁμήρου ἀληθῆ. λέγεται γὰρ οὖν, ἦν δʼ ἐγώ. ἀλλʼ οἴει, ὦ Γλαύκων, εἰ τῷ ὄντι οἷός τε ἦν παιδεύειν ἀνθρώπους καὶ βελτίους ἀπεργάζεσθαι Ὅμηρος, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι, ἀλλὰ γιγνώσκειν δυνάμενος, οὐκ ἄρʼ ἂν πολλοὺς ἑταίρους ἐποιήσατο καὶ ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὑπʼ αὐτῶν; ἀλλὰ Πρωταγόρας μὲν ἄρα ὁ Ἀβδηρίτης καὶ Πρόδικος ὁ Κεῖος καὶ ἄλλοι πάμπολλοι δύνανται τοῖς ἐφʼ αὑτῶν παριστάναι, ἰδίᾳ ξυγγιγνόμενοι, ὡς οὔτε πόλιν <pb xml:id="v.2.p.433"/> οὔτε οἰκίαν τὴν ἑαυτῶν διοικεῖν οἷοί τʼ ἔσονται, ἐὰν μὴ σφεῖς αὐτῶν τῆς οἰκίας ἐπιστατήσωσι, καὶ ἐπὶ ταύτῃ τῇ σοφίᾳ οὕτω σφόδρα φιλοῦνται ὥστε μόνον οὐκ ἐπὶ τῆς κεφαλῆς περιφέρουσιν αὐτοὺς οἱ ἑταῖροι. Ὅμηρον δʼ ἄρα οἱ ἐπʼ ἐκείνου, εἴπερ οἷός τʼ ἦν πρὸς ἀρετὴν ὀνίναι ἀνθρώπους, καὶ Ἡσίοδον ῥαψῳδεῖν ἂν περιιόντας ἂν εἴων, καὶ οὐ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ καὶ ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι, ἢ εἰ μὴ ἔπειθον, αὐτοὶ ἂν ἐπαιδαγώγουν ὅπη ἦσαν, ἕως ἱκανῶς παιδείας μεταλάβοιεν; παντάπασιν, ἔφη, δοκεῖς μοι, ὦ Σώκρατες, ἀληθῆ λέγειν. οὐκοῦν τιθῶμεν ἀπὸ Ὁμήρου ἀρξάμενοι πάντας τοὺς ποιητικοὺς μιμητὰς εἰδώλων ἀρετῆς εἶναι καὶ τῶν ἄλλων περὶ ὧν ποιοῦσιν ἀληθείας οὐχ ἅπτεσθαι;</q></p><p rend="align(indent)">ταῦτα, ὦ πρὸς τῶν θεῶν, τίνας τὰς ἀνάγκας ἢ τίνα τὴν εὐπρέπειαν ἔχει; τίς ἀνέξεται Χαρώνδαν πρὸ Ὁμήρου ταττόμενον καὶ Πρωταγόραν καὶ Πρόδικον καὶ ἄλλους παμπόλλους; ὁ δὲ αὐτὸς οὗτος Πρόδικος ἐν τοῖς αὐτοῦ πολὺ κατάκειται μάλα γελοίως καὶ ὁ Πρωταγόρας εἰς τὸν Ἱππίαν παραβλέπει καὶ ὁ Ἱππίας ληρεῖ. τί ταῦτα συντελεῖ, φαίη τις ἂν, τοῖς θαυμαστοῖς αὐτοῦ δόγμασιν; ἀλλʼ </p></div></div></body></text></TEI>