καταστάσεώς γʼ ἕνεκα τῆς πολιτείας διερευνᾶν, καίτοι κἀνταῦθά τις ἂν ἔχοι ὑπολαβεῖν αὐτῷ, τί δʼ ἐστὶ τοιοῦτον; εἰ μὲν γὰρ ὅλως ἔμελλες χρήσεσθαι τῷ ποιητῇ, χρῆν ἐξαλείφειν ἅ γε μὴ προσίεσο· εἰ δὲ ἁπλῶς ἐκπέμπεις αὐτὸν καὶ οὐδέσιν οὐδὲ ὧν ἐπαινεῖς ἐᾷς ὁμιλεῖν τὴν σαυτοῦ πόλιν, πράγματα σαυτῷ παρέχεις, τὰ μὲν ἐξαίρων, τὰ δὲ ἐγκαταλείπων. δῶμεν οὖν, εἰ βούλεται, ἡδύσματος ἕνεκα τῶν λόγων αὐτῷ καὶ διατριβῆς ταῦτʼ εἰρῆσθαι. ἢ δεῖ τοῖς πεπολιτευμένοις ἅπασιν αὖθις ἐπʼ αὐτὸν ἐπανόδου; ἆρʼ οὐ φιλοτιμία λαμπρά; ἤδη γὰρ ἀποκαλύψας ἐγὼ λέγω. ἐκ τῆς Πολιτείας ὦ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργὸς, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος, καὶ οἷός τε ἦσθα γιγνώσκειν ὁποῖα ἐπιτηδεύματα βελτίους ἀνθρώπους ἢ χείρους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν, τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαιμόνιοι καὶ διʼ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί; σὲ δὲ τίς αἰτιᾶται πόλις νομοθέτην γεγονέναι καὶ σφᾶς ὠφεληκέναι; Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία καὶ ἡμεῖς Σόλωνα, σὲ δὲ τίς ἕξει τινὰ εἰπεῖν; οὐκ οἶμαί γε, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε οὐδʼ ὑπʼ αὐτῶν Ὁμηριδῶν. ἀλλὰ δὴ πόλεμος ἐπὶ Ὁμήρου ὑπʼ ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολεμηθεὶς μνημονεύεται; οὐδείς. ἀλλʼ οἷα δὴ εἰς τὰ ἔργα σοφοῦ ἀνδρὸς πολλαὶ ἐπίνοιαι καὶ εὐμήχανοι εἰς τέχνας, ἤ τινες ἄλλαι πράξεις λέγονται, ὥσπερ αὖ Θάλεω πέρι τοῦ Μιλησίου καὶ Ἀναχάρσιος τοῦ Σκύθου; οὐδαμῶς τοιοῦτον οὐδέν. ἀλλὰ δὴ εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παιδείας ζῶν αὐτὸς λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ συνουσίᾳ καὶ τοῖς ὑστέροις ὁδόν τινα παρέδοσαν βίου Ὁμηρικὴν, ὥσπερ Πυθαγόρας αὐτός τε ὑπερβαλλόντως ἐπὶ τούτῳ ἠγαπήθη καὶ οἱ ὕστερον ἔτι νῦν τρόπον τὸν αὐτὸν