κωμῳδεῖ Περικλέα μηδεμιᾶς ἀνάγκης οὔσης, ἡμῖν δὲ μηδὲ τοσοῦτον εἰπεῖν ἄνευ μέμψεως ἐξέσται ὡς ἀπεδήμησε Πλάτων εἰς Σικελίαν. καίτοι τί τοῦτο αἰσχυνόμεθα οἱ φιλοῦντες ἐκεῖνον; Παρμενίδης τοίνυν ἔστιν αὐτῷ σύγγραμμα θεῖον. τί οὖν πρὸς τὸ ἓν καὶ πολλὰ καὶ τὰς πολλὰς ταύτας στροφὰς τὸ γενέσθαι Ζήνωνα παιδικὰ Παρμενίδου; ποῦ τοῦτο ἀναγκαῖον ἦν προφέρειν ἀνδρὶ τηλικούτῳ; ἀλλʼ ὅμως εἴρηκε κόσμου τινὸς ἕνεκα τῶν λόγων. ἀλλὰ νὴ Δία ὡς Ὅμηρον μύρῳ χρίσας ἐκπέμπει χελιδόνος τιμὴν καταθεὶς, οὕτως ἡμεῖς Πλάτωνα ἐκπέμπειν ἐκ τῶν πόλεων ἐκελεύομεν ἢ μετʼ ἀδείας τοσαύτης κακῶς αὐτὸν εἰρήκαμεν; ἢ τούτους πάλιν αὖ τοὺς Γοργιείους λόγους παραιτούμεθα μὴ δυσχεραίνειν ἐὰν διαγράφωμεν, ὥσπερ ἐκεῖνος βούλεται τὸν Ὅμηρον διαγράφειν, ὡσπερεί τις ἑλλανοδίκης πρὸς ἐπῶν κρίσιν ᾑρημένος; ἀλλὰ τοὺς ἑταίρους τοῦ Πλάτωνος κωμῳδοῦμεν ὥσπερ ἐκεῖνος τοὺς Ὁμήρου, καὶ ταῦτα μέντοι πρὸς θεῶν τί τοῦ λόγου προσαναγκάζοντος αὐτόν; οὐ γὰρ ἔγωγε ἐπινοῶ. οὐκ ἂν οἱ φύλακες καθʼ αὑτοὺς ᾤκουν, εἰ μὴ κακῶς Ὅμηρος ἤκουσεν; ἀλλὰ γυναῖκες κοιναὶ ταῦτα ἐπηνάγκαζον; ἀλλʼ ἡ χιλιέτης πορεία χεῖρον ἂν εἴρητο αὐτῷ, εἰ μὴ Κρεόφυλος ἤκουσε κακῶς; ἀλλὰ τί τοῦτο ἐβούλετο αὐτῷ κωμῳδεῖν Ὅμηρον διὰ κενῆς; καὶ μὴν οὐδὲ αὐτό γε τοῦτο παρῃτήσατο εἰς τοσοῦτον οὔτε ἀρχόμενος τῶν πρὸς αὐτὸν λόγων, ὥσπερ ἡμεῖς πολλὰ παρῃτησάμεθα, οὔτε ἐν τοῖς ὕστερον, ἀλλʼ ἓν γὰρ τοῦτʼ εἶπε βραχὺ, ὡς οὐ πρό γε τῆς ἀληθείας τιμητέος ἁνήρ. ἡ δὲ ἀλήθεια οὐκ ἐπηνάγκαζε Κρεόφυλον ἄγειν εἰς λόγον. ἢ Πλάτωνι μὲν καὶ ἀπὸ τῶν ὀνομάτων ἐξέσται διασύρειν οὓς βούλεται καὶ διὰ τούτων ἑτέρους πάλιν, ἡμῖν δὲ οὐδὲ ἀπὸ τῶν ἔργων τῶν ἐκείνου τοὺς ἐκείνου λόγους ἐλέγχειν ἐξέσται; καὶ τὸ μὲν δὴ περὶ τῶν ἐπῶν ἀφῶμεν αὐτῷ