εὐγνωμοσύνης. ἐγὼ μὲν γὰρ ἐφαινόμην οὐδʼ ἐν αὐτοῖς τοῖς ἀναγκαίοις ἀποτόμως τῷ λόγῳ χρώμενος, ἀλλὰ πεφεισμένως καὶ σχηματιζόμενος τὰ πρέποντα, ὁ δʼ ἀνδρὶ τῶν κατʼ αὐτὸν ἐνδοξοτάτῳ οὕτω ῥᾳδίως ἀμαθίαν ἐγκέκληκε, καὶ ταῦτα ἀκούοντος μειρακίου ἐπιτηδείου καταφρονῆσαι καὶ ὁτουοῦν, καὶ ᾧ θεῖός τε καὶ ἐπίτροπος καὶ ἀντὶ τοῦ πατρὸς ἂν ἦν. ὥστʼ ἐγὼ μὲν οὐδὲ ψέγω οὐδʼ ἐξελέγξω, δέδοικα δὲ μή τις ἐμοῦ γοργότερον βλέπων φῇ συνῳδὰ ταῦτα εἶναι ταῖς αἰτίαις ἃς Σωκράτης εἶχεν, ὡς ἀναπείθων τοὺς νέους τῶν πρεσβυτέρων καταφρονεῖν. καὶ ἐὰν δὴ λέγω ὅτι Περικλέα φασὶ καὶ τὰ ἴδια οὐδὲν ἀτιμότερον βιῶναι Σωκράτους σεμνότητος ἕνεκα κἀν ταῖς στρατείαις ταῖς κοιναῖς λυσιτελέστερον εἶναι Σωκράτους συμπαρόντα, ἐὰν ταῦτα λέγω, φήσεις με ῥητορεύειν. οὐκοῦν ταῦτα ἐῶ σὴν χάριν. ἀλλὰ τοσοῦτον δέομαι πυθέσθαι, ποῦ ταῦτα ἀναγκαῖον ἐγκαταμῖξαι τοῖς διαλόγοις; οὐ γὰρ ἄν μοι θαυμαστὸν εἴη εἰ μηδεὶς ἔχοι δεῖξαι. τεκμαίρομαι δʼ ἑνὶ μικρῷ. εἰ γάρ τις ἅπαν τοῦτο ἐξέλοι, ἀρξάμενος ἀπὸ τοῦ πέπονθας δὲ οὐ σὺ μόνος τοῦτο, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως ἢ καὶ ἔτι ἀπʼ ἐκείνου διὸ καὶ ᾁττεις ἄρα πρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι μέχρι τοῦ ἀλλὰ μὰ Δίʼ οὐκ ἔχω, εἰ τοῦτό τις ἐξέλοι, τί χείρων ὁ λόγος γίγνεται, ἢ τί ἧττον προτρέπει τὸν Ἀλκιβιάδην, ἐὰν οὕτω τὸ συνεχὲς ᾖ ἀμαθίᾳ γὰρ συνοικεῖς, ὦ βέλτιστε, τῇ ἐσχάτῃ, ὡς ὁ λόγος σοῦ κατηγορεῖ καὶ σὺ σαυτοῦ. εἶεν. τί οὖν διανοεῖ περὶ σεαυτοῦ; πότερον ἐᾶν ὡς νῦν ἔχεις, ἢ ἐπιμέλειάν τινα ποιεῖσθαι; τί χείρων ἐγίγνετο ὁ λόγος, εἰ ταῦτα οὑτωσί πως εἶχεν; ἐγὼ μὲν οὐχ ὁρῶ. εἰ γὰρ τῶν ἄλλων τισὶ τῶν πολλῶν ἐβούλετο ἐπιτιμῆσαι προτροπῆς ἕνεκα τοῦ μειρακίου, ἐξῆν ὅπερ εἴρηκα ποιῆσαι. διείλεκται γάρ που καὶ περὶ τούτων ἰδίᾳ, ὡς οὐ χρὴ πρὸς τὸν δεῖνα ὁρᾶν αὐτὸν, ἀλλὰ πρὸς τοὺς ἀληθινοὺς ἀνταγωνιστάς. οὐκοῦν δεινὸν, εἰ Πλάτων μὲν