εὐγνωμοσύνης. ἐγὼ μὲν γὰρ ἐφαινόμην οὐδʼ ἐν αὐτοῖς τοῖς ἀναγκαίοις ἀποτόμως τῷ λόγῳ χρώμενος, ἀλλὰ πεφεισμένως καὶ σχηματιζόμενος τὰ πρέποντα, ὁ δʼ ἀνδρὶ τῶν κατʼ αὐτὸν ἐνδοξοτάτῳ οὕτω ῥᾳδίως ἀμαθίαν ἐγκέκληκε, καὶ ταῦτα ἀκούοντος μειρακίου ἐπιτηδείου καταφρονῆσαι καὶ ὁτουοῦν, καὶ ᾧ θεῖός τε καὶ ἐπίτροπος καὶ ἀντὶ τοῦ πατρὸς ἂν ἦν. ὥστʼ ἐγὼ μὲν οὐδὲ ψέγω οὐδʼ ἐξελέγξω, δέδοικα δὲ μή τις ἐμοῦ γοργότερον βλέπων φῇ συνῳδὰ ταῦτα εἶναι ταῖς αἰτίαις ἃς Σωκράτης εἶχεν, ὡς ἀναπείθων τοὺς νέους τῶν πρεσβυτέρων καταφρονεῖν. καὶ ἐὰν δὴ λέγω ὅτι Περικλέα φασὶ καὶ τὰ ἴδια οὐδὲν ἀτιμότερον βιῶναι Σωκράτους σεμνότητος ἕνεκα κἀν ταῖς στρατείαις ταῖς κοιναῖς λυσιτελέστερον εἶναι Σωκράτους συμπαρόντα, ἐὰν ταῦτα λέγω, φήσεις με ῥητορεύειν. οὐκοῦν ταῦτα ἐῶ σὴν χάριν. ἀλλὰ τοσοῦτον δέομαι πυθέσθαι, ποῦ ταῦτα ἀναγκαῖον ἐγκαταμῖξαι τοῖς διαλόγοις; οὐ γὰρ ἄν μοι θαυμαστὸν εἴη εἰ μηδεὶς ἔχοι δεῖξαι. τεκμαίρομαι δʼ ἑνὶ μικρῷ. εἰ γάρ τις ἅπαν τοῦτο ἐξέλοι, ἀρξάμενος ἀπὸ τοῦ πέπονθας δὲ οὐ σὺ μόνος τοῦτο, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως ἢ καὶ ἔτι ἀπʼ ἐκείνου διὸ καὶ ᾁττεις ἄρα πρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι μέχρι τοῦ ἀλλὰ μὰ Δίʼ οὐκ ἔχω, εἰ τοῦτό τις ἐξέλοι, τί χείρων ὁ λόγος γίγνεται, ἢ τί ἧττον προτρέπει τὸν Ἀλκιβιάδην, ἐὰν οὕτω τὸ συνεχὲς ᾖ ἀμαθίᾳ γὰρ συνοικεῖς, ὦ βέλτιστε, τῇ ἐσχάτῃ, ὡς ὁ λόγος σοῦ κατηγορεῖ καὶ σὺ σαυτοῦ. εἶεν. τί οὖν διανοεῖ περὶ σεαυτοῦ; πότερον ἐᾶν ὡς νῦν ἔχεις, ἢ ἐπιμέλειάν τινα ποιεῖσθαι; τί χείρων ἐγίγνετο ὁ λόγος, εἰ ταῦτα οὑτωσί πως εἶχεν; ἐγὼ μὲν οὐχ ὁρῶ. εἰ γὰρ τῶν ἄλλων τισὶ τῶν πολλῶν ἐβούλετο ἐπιτιμῆσαι προτροπῆς ἕνεκα τοῦ μειρακίου, ἐξῆν ὅπερ εἴρηκα ποιῆσαι. διείλεκται γάρ που καὶ περὶ τούτων ἰδίᾳ, ὡς οὐ χρὴ πρὸς τὸν δεῖνα ὁρᾶν αὐτὸν, ἀλλὰ πρὸς τοὺς ἀληθινοὺς ἀνταγωνιστάς. οὐκοῦν δεινὸν, εἰ Πλάτων μὲν κωμῳδεῖ Περικλέα μηδεμιᾶς ἀνάγκης οὔσης, ἡμῖν δὲ μηδὲ τοσοῦτον εἰπεῖν ἄνευ μέμψεως ἐξέσται ὡς ἀπεδήμησε Πλάτων εἰς Σικελίαν. καίτοι τί τοῦτο αἰσχυνόμεθα οἱ φιλοῦντες ἐκεῖνον; Παρμενίδης τοίνυν ἔστιν αὐτῷ σύγγραμμα θεῖον. τί οὖν πρὸς τὸ ἓν καὶ πολλὰ καὶ τὰς πολλὰς ταύτας στροφὰς τὸ γενέσθαι Ζήνωνα παιδικὰ Παρμενίδου; ποῦ τοῦτο ἀναγκαῖον ἦν προφέρειν ἀνδρὶ τηλικούτῳ; ἀλλʼ ὅμως εἴρηκε κόσμου τινὸς ἕνεκα τῶν λόγων. ἀλλὰ νὴ Δία ὡς Ὅμηρον μύρῳ χρίσας ἐκπέμπει χελιδόνος τιμὴν καταθεὶς, οὕτως ἡμεῖς Πλάτωνα ἐκπέμπειν ἐκ τῶν πόλεων ἐκελεύομεν ἢ μετʼ ἀδείας τοσαύτης κακῶς αὐτὸν εἰρήκαμεν; ἢ τούτους πάλιν αὖ τοὺς Γοργιείους λόγους παραιτούμεθα μὴ δυσχεραίνειν ἐὰν διαγράφωμεν, ὥσπερ ἐκεῖνος βούλεται τὸν Ὅμηρον διαγράφειν, ὡσπερεί τις ἑλλανοδίκης πρὸς ἐπῶν κρίσιν ᾑρημένος; ἀλλὰ τοὺς ἑταίρους τοῦ Πλάτωνος κωμῳδοῦμεν ὥσπερ ἐκεῖνος τοὺς Ὁμήρου, καὶ ταῦτα μέντοι πρὸς θεῶν τί τοῦ λόγου προσαναγκάζοντος αὐτόν; οὐ γὰρ ἔγωγε ἐπινοῶ. οὐκ ἂν οἱ φύλακες καθʼ αὑτοὺς ᾤκουν, εἰ μὴ κακῶς Ὅμηρος ἤκουσεν; ἀλλὰ γυναῖκες κοιναὶ ταῦτα ἐπηνάγκαζον; ἀλλʼ ἡ χιλιέτης πορεία χεῖρον ἂν εἴρητο αὐτῷ, εἰ μὴ Κρεόφυλος ἤκουσε κακῶς; ἀλλὰ τί τοῦτο ἐβούλετο αὐτῷ κωμῳδεῖν Ὅμηρον διὰ κενῆς; καὶ μὴν οὐδὲ αὐτό γε τοῦτο παρῃτήσατο εἰς τοσοῦτον οὔτε ἀρχόμενος τῶν πρὸς αὐτὸν λόγων, ὥσπερ ἡμεῖς πολλὰ παρῃτησάμεθα, οὔτε ἐν τοῖς ὕστερον, ἀλλʼ ἓν γὰρ τοῦτʼ εἶπε βραχὺ, ὡς οὐ πρό γε τῆς ἀληθείας τιμητέος ἁνήρ. ἡ δὲ ἀλήθεια οὐκ ἐπηνάγκαζε Κρεόφυλον ἄγειν εἰς λόγον. ἢ Πλάτωνι μὲν καὶ ἀπὸ τῶν ὀνομάτων ἐξέσται διασύρειν οὓς βούλεται καὶ διὰ τούτων ἑτέρους πάλιν, ἡμῖν δὲ οὐδὲ ἀπὸ τῶν ἔργων τῶν ἐκείνου τοὺς ἐκείνου λόγους ἐλέγχειν ἐξέσται; καὶ τὸ μὲν δὴ περὶ τῶν ἐπῶν ἀφῶμεν αὐτῷ καταστάσεώς γʼ ἕνεκα τῆς πολιτείας διερευνᾶν, καίτοι κἀνταῦθά τις ἂν ἔχοι ὑπολαβεῖν αὐτῷ, τί δʼ ἐστὶ τοιοῦτον; εἰ μὲν γὰρ ὅλως ἔμελλες χρήσεσθαι τῷ ποιητῇ, χρῆν ἐξαλείφειν ἅ γε μὴ προσίεσο· εἰ δὲ ἁπλῶς ἐκπέμπεις αὐτὸν καὶ οὐδέσιν οὐδὲ ὧν ἐπαινεῖς ἐᾷς ὁμιλεῖν τὴν σαυτοῦ πόλιν, πράγματα σαυτῷ παρέχεις, τὰ μὲν ἐξαίρων, τὰ δὲ ἐγκαταλείπων. δῶμεν οὖν, εἰ βούλεται, ἡδύσματος ἕνεκα τῶν λόγων αὐτῷ καὶ διατριβῆς ταῦτʼ εἰρῆσθαι. ἢ δεῖ τοῖς πεπολιτευμένοις ἅπασιν αὖθις ἐπʼ αὐτὸν ἐπανόδου; ἆρʼ οὐ φιλοτιμία λαμπρά; ἤδη γὰρ ἀποκαλύψας ἐγὼ λέγω. ἐκ τῆς Πολιτείας ὦ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργὸς, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος, καὶ οἷός τε ἦσθα γιγνώσκειν ὁποῖα ἐπιτηδεύματα βελτίους ἀνθρώπους ἢ χείρους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν, τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαιμόνιοι καὶ διʼ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί; σὲ δὲ τίς αἰτιᾶται πόλις νομοθέτην γεγονέναι καὶ σφᾶς ὠφεληκέναι; Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία καὶ ἡμεῖς Σόλωνα, σὲ δὲ τίς ἕξει τινὰ εἰπεῖν; οὐκ οἶμαί γε, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε οὐδʼ ὑπʼ αὐτῶν Ὁμηριδῶν. ἀλλὰ δὴ πόλεμος ἐπὶ Ὁμήρου ὑπʼ ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολεμηθεὶς μνημονεύεται; οὐδείς. ἀλλʼ οἷα δὴ εἰς τὰ ἔργα σοφοῦ ἀνδρὸς πολλαὶ ἐπίνοιαι καὶ εὐμήχανοι εἰς τέχνας, ἤ τινες ἄλλαι πράξεις λέγονται, ὥσπερ αὖ Θάλεω πέρι τοῦ Μιλησίου καὶ Ἀναχάρσιος τοῦ Σκύθου; οὐδαμῶς τοιοῦτον οὐδέν. ἀλλὰ δὴ εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παιδείας ζῶν αὐτὸς λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ συνουσίᾳ καὶ τοῖς ὑστέροις ὁδόν τινα παρέδοσαν βίου Ὁμηρικὴν, ὥσπερ Πυθαγόρας αὐτός τε ὑπερβαλλόντως ἐπὶ τούτῳ ἠγαπήθη καὶ οἱ ὕστερον ἔτι νῦν τρόπον τὸν αὐτὸν ἐπονομάζοντες τοῦ βίου διαφανεῖς πη δοκοῦσιν εἶναι ἐν τοῖς ἄλλοις; οὐδʼ αὖ, ἔφη, τοιοῦτον· οὐδὲν λέγεται. ὁ γὰρ Κρεόφυλος, ὦ Σώκρατες, ἴσως, ὁ τοῦ Ὁμήρου ἑταῖρος, ἔτι πρὸς παιδιὰν φανείη, εἰ τὰ λεγόμενα περὶ Ὁμήρου ἀληθῆ. λέγεται γὰρ οὖν, ἦν δʼ ἐγώ. ἀλλʼ οἴει, ὦ Γλαύκων, εἰ τῷ ὄντι οἷός τε ἦν παιδεύειν ἀνθρώπους καὶ βελτίους ἀπεργάζεσθαι Ὅμηρος, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι, ἀλλὰ γιγνώσκειν δυνάμενος, οὐκ ἄρʼ ἂν πολλοὺς ἑταίρους ἐποιήσατο καὶ ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὑπʼ αὐτῶν; ἀλλὰ Πρωταγόρας μὲν ἄρα ὁ Ἀβδηρίτης καὶ Πρόδικος ὁ Κεῖος καὶ ἄλλοι πάμπολλοι δύνανται τοῖς ἐφʼ αὑτῶν παριστάναι, ἰδίᾳ ξυγγιγνόμενοι, ὡς οὔτε πόλιν οὔτε οἰκίαν τὴν ἑαυτῶν διοικεῖν οἷοί τʼ ἔσονται, ἐὰν μὴ σφεῖς αὐτῶν τῆς οἰκίας ἐπιστατήσωσι, καὶ ἐπὶ ταύτῃ τῇ σοφίᾳ οὕτω σφόδρα φιλοῦνται ὥστε μόνον οὐκ ἐπὶ τῆς κεφαλῆς περιφέρουσιν αὐτοὺς οἱ ἑταῖροι. Ὅμηρον δʼ ἄρα οἱ ἐπʼ ἐκείνου, εἴπερ οἷός τʼ ἦν πρὸς ἀρετὴν ὀνίναι ἀνθρώπους, καὶ Ἡσίοδον ῥαψῳδεῖν ἂν περιιόντας ἂν εἴων, καὶ οὐ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ καὶ ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι, ἢ εἰ μὴ ἔπειθον, αὐτοὶ ἂν ἐπαιδαγώγουν ὅπη ἦσαν, ἕως ἱκανῶς παιδείας μεταλάβοιεν; παντάπασιν, ἔφη, δοκεῖς μοι, ὦ Σώκρατες, ἀληθῆ λέγειν. οὐκοῦν τιθῶμεν ἀπὸ Ὁμήρου ἀρξάμενοι πάντας τοὺς ποιητικοὺς μιμητὰς εἰδώλων ἀρετῆς εἶναι καὶ τῶν ἄλλων περὶ ὧν ποιοῦσιν ἀληθείας οὐχ ἅπτεσθαι; ταῦτα, ὦ πρὸς τῶν θεῶν, τίνας τὰς ἀνάγκας ἢ τίνα τὴν εὐπρέπειαν ἔχει; τίς ἀνέξεται Χαρώνδαν πρὸ Ὁμήρου ταττόμενον καὶ Πρωταγόραν καὶ Πρόδικον καὶ ἄλλους παμπόλλους; ὁ δὲ αὐτὸς οὗτος Πρόδικος ἐν τοῖς αὐτοῦ πολὺ κατάκειται μάλα γελοίως καὶ ὁ Πρωταγόρας εἰς τὸν Ἱππίαν παραβλέπει καὶ ὁ Ἱππίας ληρεῖ. τί ταῦτα συντελεῖ, φαίη τις ἂν, τοῖς θαυμαστοῖς αὐτοῦ δόγμασιν; ἀλλʼ ὅμως τούτους τοὺς ἑτέρωθι γελοίους ἐνταῦθα ἐν εὐφημίᾳ τέθειται, οὐχ ἵνα τούτους ἐπαινέσειεν, ἀλλʼ ἵνα Ὁμήρῳ, ἀηδὲς μὲν εἰπεῖν, τὸ δὲ ἀληθὲς ἀποκρύψασθαι μὴ ἀνεχόμενος, ἐπηρεάσειε, λέγω. τίς γάρ ἐστιν ὁ λέγων καὶ μὴν Τάνταλον εἰσεῖδον καὶ τὸν δὲ μέτʼ εἰσενόησα; οὐκοῦν ἐκείνους μὲν διὰ τῶν Ὁμήρου κωμῳδεῖ, Ὅμηρον δʼ αὖ διʼ ἐκείνων. παρενθήκη δὲ καὶ Ἡσίοδος αὐτῷ γέγονεν. ὥστʼ ἐγὼ θαυμάζω τίνας ἂν τὰς βλασφημίας εἰς αὐτοὺς ἐποιήσατο, εἰ τὴν πόλιν αὐτὴν διέβαλλον, ἢ τὴν πολιτείαν ἀφῃροῦντο, ὁπότʼ οὐδὲν ἔχων ἕτερον προφέρειν ἢ ὅτι πλείους ἴσως τοῦ δέοντος ἐπαινοῦσιν, αὐτὸς οὕτως ἀνομοίως αὐτοῖς προσενήνεκται. ἀτὰρ, ὦ ἄριστε Καπίτων, ἐνεθυμήθην καὶ τοῦτο μεταξὺ τῶν λόγων ὅτι πάντα εἴδωλά ἐστι τῷ ἀνδρὶ, καὶ τοῦτο μὲν οἱ ποιηταὶ μιμηταὶ εἰδώλων ἀρετῆς, τοῦτο δὲ ἡ ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον. εἰδώλων δὲ πλέον πρόθυρον φαίη ἂν εἰς αὐτὸν Ὅμηρος. πότερον ταῦτα θρασύτερα καὶ προπετέστερα, ἢ τἀμὰ, ἐν οἷς φημι Πλάτωνα ἀποδημῆσαι ὑπὲρ αὐτῶν, καί φημι ταῦτα λέγειν οὐ τὴν ἀποδημίαν κακίζων, ἀλλὰ τῇ ἀποδημίᾳ τὸν λόγον πιστούμενος. ναὶ, ἀλλʼ ἀπεστερήκαμεν αὐτὸν δόξης φιλοσοφίας, ὥσπερ ἐκεῖνος τοὺς μὲν τῆς τραγῳδίας ποιητὰς οὐδʼ ἐν λόγῳ τίθησιν, Ὅμηρον δὲ τραγῳδιοποιὸν προσείρηκεν, οὐ τοῦτον τούτῳ κοσμῶν, ἀλλὰ τούτους μὲν διὰ τούτων κολούων, τοῦτον δὲ ᾧ τιμᾷ καθαιρῶν. πλέον γὰρ οἶμαι τὴν τραγῳδίαν Ὁμήρῳ συνῄδεσαν οἱ Ἕλληνες. ἀλλʼ Ἐπίχαρμος δῆτα δικαίως αὐτῷ κωμῳδίας ἄκρος, ᾧ ταῦτʼ ἄριστα φαίην ἂν ἔγωγε ἔχειν ὅσα τῆς φωνῆς τῆς Ἀττικῆς ἐστιν ἐγγυτάτω. οὐκοῦν δεινὸν, εἰ οὗτος μὲν καὶ τραγῳδιοποιοὺς καὶ κωμῳδιοποιοὺς καὶ πόλιν καὶ πολιτείαν καὶ νόμους αὑτῷ καθίστησιν, ἡμῖν δὲ μηδὲ λόγου τινὸς ἐξέσται πρὸς αὐτὸν ἀμφισβητῆσαι, καὶ ταῦτα οὐ μύρῳ