ἀλλὰ τὰ αὑτοῖς συμφέροντα καὶ ποιοῦντας καὶ λέγοντας, ἕως ἂν μή τις περιφανῶς κωλύῃ νόμος. ὥστʼ εἰ τὰ μάλιστα μὴ πρὸς ἡδονήν τισιν ἦσαν οἱ λόγοι, ἔλεγχον δὲ εἶχον ἢ τῶν λόγων τῶν ἐκείνου ἢ τοῦ βίου, ἀρχαῖος ὁ νόμος χρῆσθαι τοῖς τοιούτοις, καὶ οὐκ ἐγὼ κατέδειξα αὐτὸν, ἀλλὰ παντάπασα παλαιός ἐστιν· ἢ δέδοικα αὖ λέγειν μὴ Πλάτων ὁ καταδείξας αὐτὸν ᾖ· κἀμοὶ μὲν ἀπολελόγηται μετρίως ὑπὲρ τῆς αἰτίας, ὡς ἐγὼ νομίζω· ὅτι δὲ ἐκεῖνός ἐστιν ὁ οὐ πάνυ φροντίζων εἴ του δέοι καθάπτεσθαι, μάλιστα μὲν εἰκὸς ἄμεινόν σε ταῦτα ἐπίστασθαί τε καὶ μεμνῆσθαι τούτοις σχολάζοντα, ἃ δʼ οὖν κἀγὼ μέμνημαι φέρε ἀναμνήσθητι. καὶ ὅπως αὖ μή με φήσεις Πλάτωνος κατηγορεῖν. οὐ γὰρ κατηγορίας ἕνεκα ἐκείνου, ἀλλʼ ἀπολογίας ἕνεκα παρʼ αὐτοῦ χρήσομαι τῷ παραδείγματι. ὅτι δὲ ἄκων εἰς τούτους ἐμπίπτω τοὺς λόγους σχεδὸν οἶσθα. οὐδὲ γὰρ ἐξ ἀρχῆς οὕτως ἐκείνους ἐποίουν τοὺς ὑπὲρ τῆς ῥητορικῆς ὡς ἀπολογίας μοι δεῆσαν. οὐχ ὁ μὲν Ἀλκιβιάδης αὐτῷ βούλεται παράκλησιν τοῖς μέλλουσι πολιτεύεσθαι ἐπιμελείας ἑαυτῶν; προελθὼν δὲ τοῦ λόγου κακίζει Περικλέα οὐ πάνυ τι οὐδὲ τοῦ πράγματος ἀναγκάζοντος. παρρησιάζομαι γὰρ πρὸς σὲ καὶ πρὸς αὐτὸν Πλάτωνα. σκέψαι δὲ ἐκ τῶν ῥημάτων. ἐκ τοῦ βιβλίου ἀμαθίᾳ γὰρ συνοικεῖς, ὦ βέλτιστε, τῇ ἐσχάτῃ, ὡς ὁ λόγος σου κατηγορεῖ καὶ σὺ σαυτοῦ. διὸ καὶ ᾁττεις ἄρα πρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι. πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως, πλὴν ὀλίγων καὶ ἴσως γε τοῦ σοῦ ἐπιτρόπου Περικλέους. ἔστω ταῦτα ἀναγκαῖα, εἰ βούλει, μέχρι τούτου πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως, τὸ δὲ λοιπὸν ὦ πρὸς θεῶν τί βούλεται τῷ σοφῷ ἀνδρὶ πλὴν ὀλίγων τε καὶ ἴσως τοῦ σοῦ ἐπιτρόπου Περικλέους; ἀλλʼ ὅτι ἡ ἐκβολὴ αὕτη ἐστὶν ἐξεπίτηδες ἐζητημένη ὑπὲρ τοῦ κακῶς εἰπεῖν Περικλέα αὐτὸς μαρτυρήσει. καὶ ὅπως μὴ πάλιν ἀχθεσθῇς