<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg047.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg047.perseus-grc2" n="322"><p> φείσασθαι. οἶμαι δὲ εἰ καὶ υἱὸς ἐκείνου ἔμελλεν ἀντερεῖν αὐτῷ, οὐκ ἂν πλείω τὴν παραίτησιν ἐποιήσατο, οὐδʼ ἂν περιφανέστερον ἐκόσμησεν εἰς τοὺς Ἕλληνας. σὺ δὲ τούτων ἀπολειφθεὶς ὅμοιος εἶ τῷ πρὶν ἀμφοῖν ἀκοῦσαι τὸν μῦθον δικάζοντι. καίτοι ἕτερός γʼ ἂν ἔχων συνέχειαν ἐπελάθετο καὶ αὐτὸς ἑαυτοῦ, μὴ ὅτι τοῦ ἀντιπάλου, καὶ τὸ προκείμενον δεικνὺς οὐδὲν ἂν πλέον ἐζήτει. ἐγὼ δὲ ὥσπερ δεδοικὼς μὴ φαυλότερος περὶ ταῦτα ἐκεῖνος νομισθῇ, τὸ ἐκείνου σπεύδων παρὰ πάντα τὸν λόγον διαγίγνομαι· καὶ τῆς ἀποδείξεως οὕτω συνεχοῦς καὶ πυκνῆς οὔσης, ἐξέστω γὰρ εἰπεῖν, τὸ σχῆμα τῶν λόγων τῶν πρὸς τὸν ἄνδρα οὐχ ἧττον ἀγαστόν ἐστιν, ὅτι οὐχ ἑτέρως μὲν τὴν κρηπῖδα <pb xml:id="v.2.p.425"/> ὑπέθηκα, ἑτέρως δὲ τὸ λοιπὸν ἐπήγαγον, ἀλλʼ ἀκολουθεῖ πανταχοῦ τῷ λόγῳ τὸ τοῦ ἀνδρὸς προορώμενον, καὶ δείκνυμεν ὅτι ἀντιλέγοντες τὰ ἀναγκαῖα κοσμοῦμεν ἐκ περιουσίας. καίτοι ἐβουλόμην ἂν ἐκεῖνον οὕτως ἀντειπεῖν μοι δεῦρο γενόμενον, ἀλλʼ ἴσως ἧττον ἂν τοῦ τοιούτου ἐμέλησεν αὐτῷ.</p><p rend="align(indent)">σκόπει τοίνυν καὶ τὰ ἐπὶ τῆς τελευτῆς τῶν λόγων ὡς ἀκόλουθα τῷ προοιμίῳ· τοῦτο μὲν περὶ τῶν τῷ ὄντι ῥητόρων διαλεγόμενοι, Πλάτων δʼ ἡμῖν ποῦ χοροῦ, φαμὲν, στήσεται; ἡμεῖς μὲν αὐτὸν ἐν τῷ καλλίστῳ τάττειν ἕτοιμοι τοιουτοισί τισι τοῖς ῥήμασιν, οὐ γὰρ τό γʼ ἀκριβέστερον μέμνημαι· τοῦτο δὲ ἑτέρων τινῶν ἀνθρωπίσκων μνησθέντες, πρὸς δὲ δὴ Πλάτωνα, τὸν τῶν ῥητόρων πατέρα τε καὶ διδάσκαλον, οὕτως οἶμαι τὸ ἐφεξῆς εἰρήκαμεν, καὶ τοσαῦτά γʼ ἐστὶν οὐ τὸν βίον τὸν ἐκείνου καὶ τοὺς λόγους εἰς ὅσον οἷόν τε σεμνύνοντος, καὶ ταυτὶ πάντα ὑπὲρ τῆς ἀληθείας ἀκριβολογοῦμαι καὶ διεξέρχομαι, φησὶ Δημοσθένης, ἐπεὶ τό γε τοῦ Πινδάρου πολλοὶ ὑμνοῦσι <quote rend="blockquote">χρὴ δὲ πᾶν ἔρδοντʼ ἀμαυρῶσαι τὸν ἐχθρόν.</quote> ἐχθρὸν δέ που λέγει τὸν ἀντίπαλον. καὶ σχεδὸν ἔν τε ταῖς σφαιρομαχίαις καὶ τοῖς γυμνικοῖς αὐτοῖς ἀγῶσι, προσθήσω δὲ καὶ ἱππικοῖς, οὕτως ὁρῶμεν οὐ τοῖς τῶν ἀντιπάλων βουλήμασιν ἀκολουθοῦντας τοὺς περὶ τῆς νίκης ἐρίζοντας, </p></div></div></body></text></TEI>