αὐτοῦ παρεγραψάμην; καὶ ὅπως γε, ἐπεὶ καὶ δυσχεραίνουσι, κἀκεῖνο ἐπιδείξουσιν ὡς οὐ τοῖς αὐτὸς αὑτοῦ περιπίπτει λόγοις, ἐπειδάν τι φάσκῃ. ἐκ τῶν Νόμων τοῖς δʼ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μὴ ἀδικεῖν ἄλλους, μήτε αὐτοὺς ὑφʼ ἑτέρων ἀδικεῖσθαι. τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπὸν, τοῦ δὲ μὴ ἀδικεῖσθαι κτήσασθαι δύναμιν παγχάλεπον· καὶ οὐκ ἔστιν αὐτὸ τελέως ἔχειν ἄλλως ἢ τελέως γενόμενον ἀγαθόν. ἐπὶ τούτοις αὖ τοῖς ῥήμασι τί ἡμεῖς ἐφθεγξάμεθα ἐν τῷ βιβλίῳ; ἐκ τοῦ βιβλίου ἰοῦ ἰοῦ τῆς μαρτυρίας. τούτων ἐδεόμην. ταῦτα λέγει Πλάτων, ὁ τοῦ ἐπιγράμματος μετέχων καὶ διʼ ὃν τὸ Ἀρίστωνος γένος θεῖον ὡς ἀληθῶς. τελέως ἄρα, ὦ δαιμόνιε, ῥητορικὴ καλὸν καὶ οὐ πρὸς παντὸς οὔτε λαβεῖν οὔτε κτήσασθαι. φαίνει γὰρ καὶ σὺ τοῦτό γε συγχωρῶν, ὅτι ἐπὶ τῷ μὴ ἀδικεῖσθαι τέτακται. οὐκοῦν ὅτε ἀδικεῖν μὲν οὐ προσηνάγκαζεν, ἀδικεῖσθαι δὲ οὐκ ἐᾷ, ὡς δὲ ἐκ τοῦ λόγου συνέβαινεν, οὐδέτερον τούτων ἐᾷ, οὔτε ἀδικεῖν οὔτε ἀδικεῖσθαι, εἰ μὲν καὶ τῆς φιλοσοφίας ὁ αὐτός ἐστιν ὅρος, φιλοσοφία τις οὖσα ἡ ῥητορικὴ φαίνεται, εἰ δὲ ἐξαρκεῖ τῇ φιλοσοφίᾳ μὴ ἀδικεῖν, ἡ ῥητορικὴ τελεώτερον· τὸ γὰρ χαλεπώτερον κτήσασθαι καὶ μεῖζον ἤδη προστίθησιν, ὅπως μηδʼ αὐτὸς ὑπʼ ἄλλων ἀδικήσεται. πῶς οὖν τὸ αὐτὸ ἅμα μὲν τελέως ἀγαθὸν καὶ μέγιστον τῶν ἀγαθῶν, ἅμα δʼ ἔσχατον τῶν κακῶν καὶ κολακεία; ἢ πῶς ἐλάχιστον οἱ ῥήτορες δύνανται, εἴ γε οὗ παγχάλεπον κτήσασθαι δύναμιν, τοῦτʼ αὐτοῖς περίεστιν; ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν. εὐδαίμονες ἄρα, οὐκ ἄθλιοι, κατὰ τὸν Πλάτωνος λόγον οἱ ῥήτορες, εἴ γε ὁ μὲν τελέως ἀγαθὸς εὐδαίμων, τοῦτο δὲ οὐκ ἔστι κτήσασθαι μὴ τελέως ἀγαθὸν γενόμενον. πότερον ταῦτα ὀρθῶς καὶ ἀναγκαίως ἔχει ἐνεγκεῖν εἰς μέσον, ἢ καὶ τοῦτο ἀδικοῦμεν καὶ περιεργαζόμεθα, εἰ μὴ προσκυνοῦμεν, ὡσπερεὶ κίστην ἀπόρρητα κρύπτουσαν; ἐγὼ δὲ οὐ τοῦτο ᾤμην εἶναι τὸ τἀπόρρητα ἐκφέρειν. καὶ ὅπως αὖ μή με φήσεις πικρότερα τοῦ δέοντος λέγειν. οὐ γὰρ ἔγωγέ τις τούτων αἴτιος, ἀλλʼ ἔδει δέχεσθαι τὴν πρόκλησιν. αὕτη δὲ τίς ἦν; τολμᾶν ἀκροᾶσθαι, ὥσπερ ἐν δικαστηρίῳ ἴσους καὶ κοινοὺς ἀμφοῖν. ἀλλὰ γὰρ ὀρθῶς ἐγὼ περὶ τούτων, ὡς ἔοικε, προεωρώμην καὶ προὔλεγον ὡς εἰ μή τις ἅπαντος τοῦ λόγου διακούσεται, οὐ μόνον οὐ τιμήσει τὰ πρέποντα, ἀλλʼ οὐδὲ εἴσεται τοῦ πράγματος οὐδέν. διὰ ταῦτα ἠξίουν ἀκροᾶσθαι διὰ τέλους ὅστις μέλλει τὸ ἀγώνισμα πᾶν ὄψεσθαι καὶ ψῆφον ὀρθὴν καὶ δικαίαν ἐποίσειν. οὐδὲ γὰρ, ὦ ἄριστε ἀνδρῶν, οἱ δικασταὶ τοῦτον τὸν τρόπον κρίνουσι καὶ προοιμίου τινὸς ἢ διηγήσεως ἀκούσαντες ἀπαλλάττονται, οὐδὲ αὖ ταῦτα παρέντες πρὸς μέρος τι τῶν εἰκότων συνῆλθον, ἢ ὅσον μιᾶς τινος μαρτυρίας ἀκοῦσαι ἢ τῆς ἐπανόδου τῶν εἰρημένων, ἀλλʼ ἀκούσαντες ἀπʼ ἀρχῆς εἰς τέλος οὕτω τὴν ψῆφον φέρουσι· καὶ τοῦτο κἀκείνοις οἶμαι λυσιτελεῖ. πρὸς τῶν θεῶν τῶν ὁρκίων οὐδέ γε ὑμεῖς ὅταν ποιῆτε Ὀλύμπια, οὐχ οὕτως ἀγωνοθετεῖτε, τοῦ μὲν ἅπαντα ἀκούσαντες τῶν ἀγωνιστῶν, τοῦ δὲ ὅσον εἰσόδιον, ἢ τῶν μὲν ἐν μέσῳ τι, ἢ τῶν ἐν τέλει. πρὸς οὖν τί τοῦτο λέγω; ὅτι μικρῷ τινι τοῦ λόγου μέρει προστυχὼν ἀπὸ τούτου τὸ πᾶν ἔκρινας, προοιμίου δὲ οὐκ ἤκουσας οὐδὲ τῆς ὅλης καταστάσεως, ἣν ἐξῆν μηδὲν ἐλάττονος ἀξίαν νομίσαι τοῦ παντὸς ἀγῶνος, ὡς περὶ μέρους εἰπεῖν. τὸ γὰρ ἦθος ὅλον ἐνταῦθα ἂν μᾶλλον. ἐν αὐτοῖς γὰρ ἔγνως ὡς ἐπαινέσοντες πλέον τὸν ἄνδρα ἢ καθαιρήσοντες εἰσῄειμεν. οὕτω πᾶσαν αἰδῶ καὶ τιμὴν ἀπεδώκαμεν αὐτῷ, ὥστε εἰ αὐτὸς πρὸς αὑτὸν ἔμελλεν ἀντερεῖν, οὐκ ἄν μοι δοκοίη μᾶλλον αὑτοῦ φείσασθαι. οἶμαι δὲ εἰ καὶ υἱὸς ἐκείνου ἔμελλεν ἀντερεῖν αὐτῷ, οὐκ ἂν πλείω τὴν παραίτησιν ἐποιήσατο, οὐδʼ ἂν περιφανέστερον ἐκόσμησεν εἰς τοὺς Ἕλληνας. σὺ δὲ τούτων ἀπολειφθεὶς ὅμοιος εἶ τῷ πρὶν ἀμφοῖν ἀκοῦσαι τὸν μῦθον δικάζοντι. καίτοι ἕτερός γʼ ἂν ἔχων συνέχειαν ἐπελάθετο καὶ αὐτὸς ἑαυτοῦ, μὴ ὅτι τοῦ ἀντιπάλου, καὶ τὸ προκείμενον δεικνὺς οὐδὲν ἂν πλέον ἐζήτει. ἐγὼ δὲ ὥσπερ δεδοικὼς μὴ φαυλότερος περὶ ταῦτα ἐκεῖνος νομισθῇ, τὸ ἐκείνου σπεύδων παρὰ πάντα τὸν λόγον διαγίγνομαι· καὶ τῆς ἀποδείξεως οὕτω συνεχοῦς καὶ πυκνῆς οὔσης, ἐξέστω γὰρ εἰπεῖν, τὸ σχῆμα τῶν λόγων τῶν πρὸς τὸν ἄνδρα οὐχ ἧττον ἀγαστόν ἐστιν, ὅτι οὐχ ἑτέρως μὲν τὴν κρηπῖδα ὑπέθηκα, ἑτέρως δὲ τὸ λοιπὸν ἐπήγαγον, ἀλλʼ ἀκολουθεῖ πανταχοῦ τῷ λόγῳ τὸ τοῦ ἀνδρὸς προορώμενον, καὶ δείκνυμεν ὅτι ἀντιλέγοντες τὰ ἀναγκαῖα κοσμοῦμεν ἐκ περιουσίας. καίτοι ἐβουλόμην ἂν ἐκεῖνον οὕτως ἀντειπεῖν μοι δεῦρο γενόμενον, ἀλλʼ ἴσως ἧττον ἂν τοῦ τοιούτου ἐμέλησεν αὐτῷ. σκόπει τοίνυν καὶ τὰ ἐπὶ τῆς τελευτῆς τῶν λόγων ὡς ἀκόλουθα τῷ προοιμίῳ· τοῦτο μὲν περὶ τῶν τῷ ὄντι ῥητόρων διαλεγόμενοι, Πλάτων δʼ ἡμῖν ποῦ χοροῦ, φαμὲν, στήσεται; ἡμεῖς μὲν αὐτὸν ἐν τῷ καλλίστῳ τάττειν ἕτοιμοι τοιουτοισί τισι τοῖς ῥήμασιν, οὐ γὰρ τό γʼ ἀκριβέστερον μέμνημαι· τοῦτο δὲ ἑτέρων τινῶν ἀνθρωπίσκων μνησθέντες, πρὸς δὲ δὴ Πλάτωνα, τὸν τῶν ῥητόρων πατέρα τε καὶ διδάσκαλον, οὕτως οἶμαι τὸ ἐφεξῆς εἰρήκαμεν, καὶ τοσαῦτά γʼ ἐστὶν οὐ τὸν βίον τὸν ἐκείνου καὶ τοὺς λόγους εἰς ὅσον οἷόν τε σεμνύνοντος, καὶ ταυτὶ πάντα ὑπὲρ τῆς ἀληθείας ἀκριβολογοῦμαι καὶ διεξέρχομαι, φησὶ Δημοσθένης, ἐπεὶ τό γε τοῦ Πινδάρου πολλοὶ ὑμνοῦσι χρὴ δὲ πᾶν ἔρδοντʼ ἀμαυρῶσαι τὸν ἐχθρόν. ἐχθρὸν δέ που λέγει τὸν ἀντίπαλον. καὶ σχεδὸν ἔν τε ταῖς σφαιρομαχίαις καὶ τοῖς γυμνικοῖς αὐτοῖς ἀγῶσι, προσθήσω δὲ καὶ ἱππικοῖς, οὕτως ὁρῶμεν οὐ τοῖς τῶν ἀντιπάλων βουλήμασιν ἀκολουθοῦντας τοὺς περὶ τῆς νίκης ἐρίζοντας, ἀλλὰ τὰ αὑτοῖς συμφέροντα καὶ ποιοῦντας καὶ λέγοντας, ἕως ἂν μή τις περιφανῶς κωλύῃ νόμος. ὥστʼ εἰ τὰ μάλιστα μὴ πρὸς ἡδονήν τισιν ἦσαν οἱ λόγοι, ἔλεγχον δὲ εἶχον ἢ τῶν λόγων τῶν ἐκείνου ἢ τοῦ βίου, ἀρχαῖος ὁ νόμος χρῆσθαι τοῖς τοιούτοις, καὶ οὐκ ἐγὼ κατέδειξα αὐτὸν, ἀλλὰ παντάπασα παλαιός ἐστιν· ἢ δέδοικα αὖ λέγειν μὴ Πλάτων ὁ καταδείξας αὐτὸν ᾖ· κἀμοὶ μὲν ἀπολελόγηται μετρίως ὑπὲρ τῆς αἰτίας, ὡς ἐγὼ νομίζω· ὅτι δὲ ἐκεῖνός ἐστιν ὁ οὐ πάνυ φροντίζων εἴ του δέοι καθάπτεσθαι, μάλιστα μὲν εἰκὸς ἄμεινόν σε ταῦτα ἐπίστασθαί τε καὶ μεμνῆσθαι τούτοις σχολάζοντα, ἃ δʼ οὖν κἀγὼ μέμνημαι φέρε ἀναμνήσθητι. καὶ ὅπως αὖ μή με φήσεις Πλάτωνος κατηγορεῖν. οὐ γὰρ κατηγορίας ἕνεκα ἐκείνου, ἀλλʼ ἀπολογίας ἕνεκα παρʼ αὐτοῦ χρήσομαι τῷ παραδείγματι. ὅτι δὲ ἄκων εἰς τούτους ἐμπίπτω τοὺς λόγους σχεδὸν οἶσθα. οὐδὲ γὰρ ἐξ ἀρχῆς οὕτως ἐκείνους ἐποίουν τοὺς ὑπὲρ τῆς ῥητορικῆς ὡς ἀπολογίας μοι δεῆσαν. οὐχ ὁ μὲν Ἀλκιβιάδης αὐτῷ βούλεται παράκλησιν τοῖς μέλλουσι πολιτεύεσθαι ἐπιμελείας ἑαυτῶν; προελθὼν δὲ τοῦ λόγου κακίζει Περικλέα οὐ πάνυ τι οὐδὲ τοῦ πράγματος ἀναγκάζοντος. παρρησιάζομαι γὰρ πρὸς σὲ καὶ πρὸς αὐτὸν Πλάτωνα. σκέψαι δὲ ἐκ τῶν ῥημάτων. ἐκ τοῦ βιβλίου ἀμαθίᾳ γὰρ συνοικεῖς, ὦ βέλτιστε, τῇ ἐσχάτῃ, ὡς ὁ λόγος σου κατηγορεῖ καὶ σὺ σαυτοῦ. διὸ καὶ ᾁττεις ἄρα πρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι. πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως, πλὴν ὀλίγων καὶ ἴσως γε τοῦ σοῦ ἐπιτρόπου Περικλέους. ἔστω ταῦτα ἀναγκαῖα, εἰ βούλει, μέχρι τούτου πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως, τὸ δὲ λοιπὸν ὦ πρὸς θεῶν τί βούλεται τῷ σοφῷ ἀνδρὶ πλὴν ὀλίγων τε καὶ ἴσως τοῦ σοῦ ἐπιτρόπου Περικλέους; ἀλλʼ ὅτι ἡ ἐκβολὴ αὕτη ἐστὶν ἐξεπίτηδες ἐζητημένη ὑπὲρ τοῦ κακῶς εἰπεῖν Περικλέα αὐτὸς μαρτυρήσει. καὶ ὅπως μὴ πάλιν ἀχθεσθῇς ὑπὲρ τοῦ αὐτοῦ. σκόπει γὰρ αὐτὰ ἃ λέγει. ἐκ τοῦ Ἀλκιβιάδου λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ ταὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι, καὶ Πυθοκλείδῃ καὶ Ἀναξαγόρᾳ· καὶ νῦν ὅτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα. τί οὖν; ἤδη τινὰ εἶδες σοφὸν ὁντιναοῦν ἀδυνατοῦντα ποιῆσαι ἄλλον σοφὸν ἅπερ αὐτός; ὥσπερ ὅς σε ἐδίδαξε γράμματα αὐτός τε ἦν σοφὸς καὶ σὲ ἐποίησε τῶν τε ἄλλων ὁντιναοῦν ἐβούλετο; ἦ γάρ; ναί. οὐκοῦν καὶ σὺ ὁ παρʼ ἐκείνου μαθὼν ἄλλον οἷός τε ἔσει; ναί. καὶ ὁ κιθαριστὴς δὲ καὶ ὁ παιδοτρίβης ὡσαύτως. πάνυ γε. ἱκανὸν γὰρ δή που τοῦτο τεκμήριον τῶν ἐπισταμένων ὁτιοῦν ὅτι ἐπίστανται, ἐπειδὰν καὶ ἄλλον τινὰ οἷοί τε ὦσιν ἀποδεῖξαι ἐπιστάμενον. ἔμοιγε δοκεῖ. τί οὖν ἔχεις εἰπεῖν, Περικλῆς τίνα ἐποίησε σοφὸν ἀπὸ τῶν υἱέων ἀρξάμενος; τί δὲ εἰ τὼ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην, ὦ Σώκρατες; ἀλλὰ Κλεινίαν τὸν σὸν ἀδελφόν. τί δʼ ἂν αὖ Κλεινίαν λέγοις, μαινόμενον ἄνθρωπον; ἐπειδὴ τοίνυν Κλεινίας μὲν μαίνεται, τὼ δὲ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην, σοὶ τίνα αἰτίαν ἀναθῶμεν, διότι σε οὕτως ἔχοντα περιορᾷ; ἐγὼ, οἶμαι, αἴτιος, οὐ προσέχων τὸν νοῦν. ἀλλὰ τῶν ἄλλων Ἀθηναίων δοῦλον ἢ ἐλεύθερον εἰπὲ ὅστις αἰτίαν ἔχει διὰ τὴν Περικλέους συνουσίαν σοφώτερος γεγονὼς, ὥσπερ ἐγὼ ἔχω σοι διὰ τὴν Ζήνωνος Πυθόδωρον τὸν Ἰσολόχου καὶ Καλλίαν τὸν Καλλιάδου· ὧν ἑκάτερος Ζήνωνι ἑκατὸν μνᾶς τελέσας σοφός τε καὶ ἐλλόγιμος γέγονεν. ἀλλὰ μὰ Δίʼ οὐκ ἔχω. πράγματά σοι παρέχειν ἔοικα· οὐ μέντοι πλείω ἢ ἐμαυτῷ καὶ τῷ ὑπογραφεῖ. περὶ γὰρ λύχνων ἁφὰς ταῦτα ἐζητεῖτο, καὶ ἔδει πρὶν εἰς εὐνὴν ἰέναι τέλος ἔχειν. οὐκοῦν ὃ λέγω σκόπει. ταῦτα εἰ μὲν ἀναγκαῖα τῷ λόγῳ, καὶ τὰ παρʼ ἡμῶν εἰς ἐκεῖνον μετέχει τῆς ἀπολογίας, εἰ δὲ μὴ ἀναγκαῖα, ὅρα τὸ περιὸν τῆς