νῦν σὲ καὶ μᾶλλον φιλοῦμεν οὕτως ἐρωτικῶς τοῦ Πλάτωνος ἔχοντα, ὃν ἐγὼ φαίην ἂν τιμᾶν καθʼ Ὅμηρον ἶσον ἐμῇ κεφαλῇ. εἰ γάρ τοι καὶ πάντες φαῦλοι πρὸς ἐκεῖνον, ἀλλʼ ἕκαστος τιμιώτατος αὐτὸς ἑαυτῷ, φασί. καίτοι τί λέγω; οὐκ οἶδα μὲν γὰρ εἰ πιστεύεις· ἀληθὲς δὲ ἐρῶ. εἰ δὲ μὴ ἐγγὺς ἐκεῖνον ἔφησας ἡμῶν εἶναι, οὐκ ἂν οὕτω με εὔφρανας ὡς ὅτι προκατείληψαι δείξας· οὕτως ἐμοὶ φίλος ἁνὴρ καὶ φίλων ἐπέκεινα. συνέβη δέ μοι καὶ περὶ Δημοσθένη τοιοῦτον ἕτερον, φράσω δὲ καὶ πρὸς σέ. ἀνὴρ τῶν ἐκ τῆς γερουσίας τῆς Ῥωμαίων, Λίβυς τὰ ἀρχαῖα, Μάξιμος τοὔνομα, ἄξιος ὅτου βούλει, φασὶ δὲ οἱ ταῦτα δεινοὶ καὶ ῥήτορα αὐτὸν ἐν πρώτοις εἶναι Ῥωμαίων, οὗτος τοῖς τε Δημοσθένους λόγοις προσέκειτο ὑπερφυῶς καὶ οὐκ οἶδʼ ὅντινα τρόπον καὶ τοῖς ἡμετέροις ἑάλω τούτοις· καὶ δὴ οἷα συμφοιτῶν τε εἰς Ἀσκληπιοῦ καὶ φιλοκαλίας ἐλλείπων οὐδὲν συνῆν ἐμοὶ καθʼ ἑκάστην ἡμέραν κατὰ τοὺς λόγους· ὥστε τι καὶ περιειργασάμην πρὸς αὐτὸν ὑπὸ τοῦ τοιούτου. ἔτυχε γάρ μοι λόγος τις πεποιημένος ἐκ τρίτων πρὸς Λεπτίνην ἐξ ἀρχῆς τοιᾶσδε· εἶχον ἐν χερσὶ τὸν λόγον τὸν τοῦ Δημοσθένους, καὶ ὡς ἐγενόμην ἐπὶ τῶν κεφαλαίων ἃ τοῦ Λεπτίνου μέλλοντος ἐρεῖν ὑπετέμνετο, ἀποστήσας ἐμαυτὸν τοῦ Δημοσθένους ὑπʼ ἐμαυτοῦ τι συνεώρων. ὡς δὲ εὗρον καὶ δύο καὶ τρία τῶν χρησίμων, ἐνταῦθα πάλιν αὖ ἐπʼ ἄλλο τι ἐχώρουν. καί μοι πειρωμένῳ τὸ αὐτὸ ἀεὶ συνέβαινε. καὶ οὕτω δὴ ἀπὸ τοῦ κρασπέδου θοἰμάτιον, εἰ δὲ βούλει, τὸν λέοντα ἀπὸ τοῦ ὄνυχος ἀπειργασάμην. τοῦτον οὖν αὐτῷ τὸν λόγον δεῖξαι ἐπεχείρησα καὶ μέλλων δείξειν προεῖπον ὅτι πρὸς Λεπτίνην ἐφευρημένα σὺν τῷ πρὸς Λεπτίνην ἐφευρήσει. μὴ ἀδικῶ γε, ἔφην ἐγώ. καὶ ὃς μὰ Δία εὐγενῶς τε καὶ ὡς ἂν πᾶς ἠράσθη τε καὶ ἠγάσθη ὅστις φιλόλογος, Οἶσθα, ἔφη, ὅτι κάθημαι πρὸς τοῦ Δημοσθένους; κἀγὼ, τὸν αὐτὸν ἄρʼ, ἔφην, ἐμοὶ βουκολεῖς, ὥστʼ εἰ νικῴη μʼ, οὐκ ἐχθρὸς ὁ στεφανούμενος, ἀλλʼ ᾧ σύ τε κἀγὼ συσπεύδομεν. ὡς δὲ ἐκέλευε τὰ βιβλία ἐν μέρει δεικνύναι καὶ τὸ πρᾶγμα πανταχῆ σπουδὴ ἦν, οὑτωσί τοι, ἔφην ἐγὼ, σοὶ ταὐτὰ γιγνώσκω περὶ Δημοσθένους, καὶ ἡγοῦμαι ταυτὸν ὅπερ σὺ, μὴ ῥᾴδιον εἶναι τὸν ἄνδρα ἐκεῖνον παρελθεῖν. εἰ δʼ οὖν τις κἀμοὶ θεῶν ἐπιβοηθήσειε, πολλὰ δʼ ἐν Ἀσκληπιοῦ τὰ παράδοξα, ὅτι οὐκ ἔδειξας, ἔφην, τὰ ἆθλα, ἵνα προθυμότερον ἀγωνιζοίμην. ἀποτυγχάνοντι μὲν γὰρ μανία καὶ μηδὲν ἐπαΐειν περὶ λόγων· ἐὰν δʼ ἄρα, ἔφην, κρατῶ, τί μοι περιέσται; καὶ ὃς ἥσθη τε ἀκούσας, ὥσπερ ἐγὼ ἐκείνου ἀκούσας ἥσθην ὅτι τῷ Δημοσθένει συνεστήκοι, καὶ ἔδωκεν ἄδειαν δεῖξαι τὸν λόγον. καὶ ὅπως ἤδη διετέθη τὰ ἐπὶ τούτοις αὐτὸς ἂν εἰδείη, καὶ σὺ δὲ εἴ που συγγένοιο τῷ ἀνδρὶ καὶ μνησθείης. οὕτως ἐμοὶ κοινῶς μὲν εἰπεῖν τῶν παλαιῶν ἀνδρῶν, διʼ ἀκριβείας δὲ τούτων ὑπὲρ πάντας ἔρως δεινὸς καὶ φιλία θαυμαστή τις ἐντέτηκεν ἐκ παιδός. ὥστε καὶ σοὶ νῦν οὐ μόνον οὐ νεμεσῶ τῆς γνώμης ἣν ἔχεις, ἀλλὰ καὶ συγχαίρω. καὶ φιλῶν οὐκ ἀνήσω, ὅτι μὴ καὶ ὅσον οἷόν τε προσθήσω, νομίζων ἀκριβῶς ἑταῖρόν τε ἐμαυτοῦ καὶ στασιώτην εἶναι. οὐ γὰρ εἰς μελάνδετον σάκος ταυροσφαγοῦντες, ὡς Αἰσχύλος ἐποίησεν, ἀλλʼ εἰς τοὺς Πλάτωνος λόγους ἀφορῶντες, ὥσπερ τινὰς συναγωγέας καὶ κοινοὺς, εἰκότως ἂν πιστεύειν ἀλλήλοις ἔχοιμεν περὶ ἁπάντων. πάρεστι δέ σοι γνῶναι ὅτι καὶ ἡμῖν τι προσήκει Πλάτωνος, εἰ καὶ μὴ τοσοῦτον ὅσον τοῖς σοφοῖς, ἀλλʼ ὅσον γε ἐπίστασθαι χαίρειν τῷ ἀνδρί. ἥ τε γὰρ ἡμῖν φωνὴ σὺν θεοῖς εἰπεῖν οὐχὶ κώλυμα τὸ μηδὲν ἂν τῶν ἐκείνου δέξασθαι δύνασθαι, οὐδέ τις ἡμᾶς ἀπελαύνει πρόρρησις εἰ καὶ μυστηρίων, καὶ τὸν βίον οὐ παντάπασιν ἀπᾴδειν φασὶ τῆς ἐκείνου γνώμης οἱ πεπειραμένοι. ἀλλʼ εἴτʼ ἐγὼ κατʼ ἐκεῖνον ἔφην τότε εἴτʼ ἐκεῖνος νῦν κατʼ ἐμὲ, οὐκ ἄν μοι δοκεῖ μέσος ἐγγενέσθαι οὐδὲ παρελθεῖν παρὰ τῷ ἑτέρῳ τὸν ἕτερον εὐνοίας ἕνεκα καὶ τοῦ ταὐτὰ γιγνώσκειν περὶ τῶν ὅλων εἶεν. φέρε δὴ πρὸς αὐτοῦ τοῦ φιλίου Διὸς, ἐπεὶ καὶ Πλάτων τό τε ἀληθὲς ἁπανταχοῦ τιμᾷ καὶ τὰς ἐν τοῖς λόγοις συνουσίας ἀφορμὴν φιλίας ἀληθινῆς ὑπολαμβάνει, σαφέστερον κατίδωμεν τί ποτε ἦν ὅ σοι προσέστη τῶν λόγων, οὓς δὴ πρὸς αὐτὸν ἡμῖν φασί τινες πεποιῆσθαι. ἐγὼ μὲν γὰρ αὐτὸν ἐπειρώμην πανταχοῦ σύμψηφον ὄντα ἐμαυτῷ δεικνύναι. εἴτε γάρ τι ἡμῖν λελήρηται, οὐδὲν δεῖ τῆς Στησιχόρου παλινῳδίας, ἀλλὰ σπογγιὰ ἰάσεται, εἴτε τι καὶ κρεῖττον ἐν τοῖς λόγοις ἔνεστιν ἢ ὡς τοῦτο τὸ ἆθλον πρέπειν αὐτοῖς. σὺ δὲ ἐπαίνει μὲν, εἴ σοι μὴ δοκεῖ, μηδὲν μᾶλλον, συγγίγνωσκε δὲ ὅμως, εἰ μὴ καὶ τιμῆς ἀξιοῖς, ἀλλὰ τούτου γε ἂν ἀξιοῖς. ἔφησθα, ὡς ἐγὼ πυνθάνομαι, δυσχεραίνειν ὅτι ἦν ἐν τοῖς λόγοις μνήμη τῆς εἰς Σικελίαν ἀποδημίας αὐτοῦ, καὶ ὅτι τοῦ βίου δὴ καθάπτεσθαι τοῦ Πλάτωνος ἐν τούτοις ἐδοκοῦμεν· ἐχρῆν δὲ ἄρα τοῦτο μὲν χωρίς που εἶναι, τὸν λόγον δὲ ἐλέγχειν, καὶ ταῦτά γε οὐκ ἐραστοῦ μόνον τὰ ἐγκλήματα, ἀλλὰ καὶ σωφρονοῦντος περὶ λόγους. ἀλλʼ ὅρα δὴ μὴ ἀναίτιόν με αἰτιᾷ. ἐγὼ γὰρ οὐκ ἔλεγον δή που Πλάτωνα κακῶς, ὥσπερ ἐν δικαστηρίῳ τινὶ κρίνων, οὐδʼ ᾐτιώμην τὰς ἀποδημίας, ἵνα χείρων νομίζοιτο, ἀλλὰ κἀν τούτοις μαρτυρεῖν ἔφασκον ἐμαυτῷ τε καὶ ῥητορικῇ. δῆλον γὰρ ὅτι εἰ μὲν μικροῦ τινος ἄξιον ἦν τὸ ἀδικεῖσθαι, ἢ τὸ δίκην λαμβάνειν ἀδικηθέντα, οὐδʼ ἂν ἐκεῖνον ἐπῆρεν οὐδεὶς πέλαγός τε τοσοῦτον πλεῖν καὶ παρʼ ἄνδρα τύραννον ὑπὲρ τῶν Λίωνος πραγμάτων, οὐδέ γε ἐκεῖθεν ἀναστρέψαντο συμπράττειν ἅπαντα Δίωνι, κατελθεῖν τε βουλομένῳ καὶ δίκην ὧν ἐπεπόνθει λαμβάνειν. νῦν δὲ ἔργῳ μαρτυρεῖν αὐτὸν ὅτι οὐ φαύλης φύσεως οὐδὲ τῆς τυχούσης εἴη δυνάμεως τὸ τοῖς ἀδικεῖν ἐπιχειροῦσι μὴ ἐπιτρέπειν. καὶ ταῦθʼ ὅτι ἀληθῆ εἰσὶ μὲν οἱ τῶν λόγων δήπουθεν ἀκούσαντες, εἰσὶ δὲ οἱ λόγοι. καὶ τὰ μὲν ἄλλα ἐῶ μεθʼ ὅσης αἰδοῦς καὶ πραότητος περὶ αὐτῶν τούτων διειλέγμεθα, τοσοῦτον δεινότητος εἰσφερόμενοι ὅσον μήτε ἐκεῖνον διέβαλλε κἀμοὶ κρείττω καθίστη τὸν λόγον, ἀλλʼ εἰσεποιήσαμεν ὥσπερ παράβασιν χωρίον ἐξαίρετον αὐτῷ. οὗ σὺ εἰ μὲν ἤκουσας, ἀναμνήσθητι, εἰ δὲ μὴ ἤκουσας, μὴ προκαταγίγνωσκε. φέρε οὖν σοι ὥσπερ οἱ ἐν τοῖς δικαστηρίοις ἀγωνιζόμενοι αὐτὰ ἐκ τοῦ βιβλίου παράσχωμαι. ἐκ τοῦ βιβλίου. μικρὸν δέ τι βούλομαι διαλαβεῖν, μή τις ὅλως οἰηθῇ με τοῖς λόγοις τούτοις κατηγορεῖν Πλάτωνος, ἢ λέγειν κακῶς μετὰ ἀφορμῆς. ἐγὼ γὰρ οὔτε αὐτὸς ἔγκλημα δή που ποιοῦμαι εἴ που καὶ ὁπωσοῦν ᾠήθη δεῖν Πλάτων ἀποδημῆσαι οὔτʼ εἰ ἄλλος τις προφέρει νοῦν ἔχειν ἡγοῦμαι, οὔθʼ ὅλως ἔξω τῶν εἰς τὸν λόγον ἡκόντων οὐδὲν περιεργάζομαι, [ὥστε εἰ δεῖ καὶ τοῦτο εἰπεῖν καὶ ἐν αὐτοῖς τούτοις] μή πω τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον, ἀλλʼ ἅ τε αὐτὸς ἔπραξε καὶ τίνων ἔπραξε χάριν καὶ ἃ αὐτὸς καθαρῶς εἴρηκε, ταῦτα συμβαίνειν φημὶ τοῖς ὑπὲρ τῆς ῥητορικῆς λόγοις· καὶ τοσούτῳ δέω κακίζειν ἐκεῖνον τούτοις, ὥστε εἰ δεῖ καὶ τοῦτο εἰπεῖν, καὶ ἐν αὐτοῖς τούτοις σεμνύνειν αὐτὸν ἡγοῦμαι, εἰ τούτων ἐκείνοις ὑπεναντίως ἐχόντων μὴ τὰ ἔργα μηδὲ τὰς πράξεις αὐτοῦ διαβάλλω, ἀλλʼ ἐκ τοῦ βίου καὶ τῶν ἔργων, ἃ μεθʼ ἡμῶν καὶ ὧν ἡμεῖς ἀξιοῦμεν εἶναι τίθημι, ταῦθʼ ἑτέρως ἔχοντα ἢ ὡς ἄν τις πιστεύσειεν ἀποφαίνω. δοκεῖ σοι ταῦτα κακίζοντος ἐκεῖνον εἶναι, ἤ τινος αὐθαδείας ἢ προπετείας μετασχεῖν; ἐγὼ μὲν οὐκ οἶμαι. ἀλλʼ εἰ δεῖ τι τούτοις ἔγκλημα ἐνεγκεῖν, μᾶλλον ἄν τις καλέσειε δικαίως εὐλάβειαν πλείω τῆς προσηκούσης. καίτοι ἐκεῖνός γε ὅπου καὶ μικρὸν ἐλέγχειν ἔχει τινὰ τῶν πρεσβυτέρων, ἢ καὶ τῶν καθʼ ἑαυτὸν ἐνδόξων ἀνδρῶν, οὐδὲν ὑφίεται. ἀλλὰ μή πω περὶ τούτων. ἀλλὰ τί χρῆν με ποιεῖν ὦ πρὸς Διός; πότερον μὴ μνησθῆναι τὸ παράπαν τῆς εἰς Σικελίαν ἀποδημίας ὥσπερ τι τῶν ἀπορρήτων μέλλοντα ἐρεῖν; ἀλλʼ οὔτε ψήφισμα συνῄδειν ἀπαγορεῦον καὶ τῷ λόγῳ συνέφερε, καὶ ἅμα ἀληθὲς ἦν· καὶ γὰρ ἔπλευσεν οὐχ ἅπαξ καὶ ὑπὲρ τοῦ Δίωνι γενέσθαι τὰ δίκαια. ἔστω δὲ ταῦτα· ἐφαίνετο δὲ ἐν τοῖς λόγοις Γοργίου εἰρηκὼς οὐ πολλοῦ τινος ἄξιον τὸ μὴ ἀδικεῖσθαι. εἰ δὲ ταῦτα ἀσθενῆ καὶ τοῦ μηδενὸς ἄξια, ἐν μέσῳ μὲν δὴ πρόκειται, λυόντων δὲ οἱ σοφοὶ, εἰ βούλονται, καὶ κακῶς λέγοντες ἐμέ. πάντως συνηθέστερον κακῶς λέγειν ἢ εὖ. ἀλλὰ σύν τινι ἔθει πρᾳοτέρῳ καὶ σχήματι χρῆν μνησθῆναι περὶ αὐτῶν; οὐκοῦν ἤκουσας τῆς παραιτήσεως εἰ μὴ τότε, ἀλλὰ νῦν. ὅτι δὲ οὐ τὰς παρὰ σοῦ ταύτας αἰτίας δείσαντες ὕστερον εἰσεποιήσαμεν ταῦτα, ἀλλʼ ἀπʼ ἀρχῆς ἐνῆν, κάλει τούτων μάρτυρας, εἰ βούλει, τοὺς ἀκούοντας. ἀλλὰ νὴ Δίʼ ἀνιαρὸν τοῦτο τοῖς Πλάτωνος ἑταίροις. ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμὲ, ἀλλὰ πρὸς ὁντιναδήποτε. ἢ καὶ τοῦτο ἀδικῶ ὅτι τὰ ἐκ τῶν Νόμων