ἀντὶ λέοντος ὑπέστη κερδαλῆ. ἀρχὴν δὲ οὐδʼ εἰδέναι μοι δοκοῦσιν οὐδʼ αὐτὸ τοὔνομα τῆς φιλοσοφίας ὅπως εἶχε τοῖς Ἕλλησι καὶ ὅτι ἠδύνατο οὐδʼ ὅλως τῶν περὶ ταῦτʼ οὐδέν. οὐχ Ἡρόδοτος Σόλωνα σοφιστὴν κέκληκεν, οὐ Πυθαγόραν πάλιν, οὐκ Ἀνδροτίων τοὺς ἑπτὰ σοφιστὰς προσείρηκε, λέγων δὴ τοὺς σοφοὺς, καὶ πάλιν αὖ Σωκράτη σοφιστὴν τοῦτον τὸν πάνυ; αὖθις δʼ Ἰσοκράτης σοφιστὰς μὲν τοὺς περὶ τὴν ἔριν καὶ τοὺς, ὡς ἂν αὐτοὶ φαῖεν, διαλεκτικοὺς, φιλόσοφον δʼ ἑαυτὸν καὶ τοὺς ῥήτορας καὶ τοὺς περὶ τὴν πολιτικὴν ἕξιν φιλοσόφους; ὡσαύτως δὲ καὶ τῶν τούτῳ συγγενομένων ὀνομάζουσί τινες. οὐ Λυσίας Πλάτωνα σοφιστὴν καλεῖ καὶ πάλιν Αἰσχίνην; κατηγορῶν οὗτός γε, φαίη τις ἄν. ἀλλʼ οὐχ οἵ γε ἄλλοι κατηγοροῦντες ἐκείνων τῶν ἄλλων ὅμως ταυτὸν τοῦτο προσειρήκασιν αὐτούς. ἔτι δʼ εἰ καὶ Πλάτωνος ἐξῆν κατηγοροῦντα σοφιστὴν προσειπεῖν, τί τούτους γʼ ἂν εἴποι τις; ἀλλʼ οἶμαι καὶ σοφιστὴς ἐπιεικῶς κοινὸν ἦν ὄνομα καὶ ἡ φιλοσοφία τοῦτʼ ἠδύνατο, φιλοκαλία τις εἶναι καὶ διατριβὴ περὶ λόγους, καὶ οὐχ ὁ νῦν τρόπος οὗτος, ἀλλὰ παιδεία κοινῶς. τεκμηριοῖ δὲ καὶ Δημοσθένης καὶ ἕτεροι μυρίοι. καὶ οὐ μόνον ἐν τοῖς καταλογάδην οὕτω ταῦτʼ ἔχοντʼ ἐστὶν, ἀλλὰ κἀν τοῖς ποιήμασιν. ἤδη μέντοι καὶ τοὺς κακοτεχνοῦντας ἐπισκώπτοντες καὶ τούτους ἔλεγον φιλοσοφεῖν, τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τὸν σοφιστὴν ἐπὶ τὸ φαυλότερον ἤνεγκαν. αὐτὸς τοίνυν Πλάτων ὁ μάλιστʼ ἀνθαψάμενος τούτου τοῦ προσρήματος καὶ φιλοσοφίαν τοῦτʼ εἰπὼν, τό θʼ αὑτοῦ καὶ Σωκράτους καὶ πρᾶγμα καὶ γράμμα, ὅμως κατʼ ἀμφότερα πεποίηται τοὺς τρόπους αὐτῶν, τούς τε γὰρ φιλοκάλους καὶ φιλομαθεῖς ἐπιεικῶς εὕροι τις ἂν αὐτὸν φιλοσόφους ὀνομάζοντα, ἐγγύς τι τῆς τῶν πολλῶν κλήσεως, καὶ πάλιν που διαιρούμενος τούτους ἰδίᾳ προσείρηκε φιλοσόφους, τοὺς περὶ τὰς ἰδέας πραγματευομένους καὶ τῶν σωμάτων ὑπερορῶντας. οὕτως οὔτε τοὺς ἄλλους ἀφαιρεῖται τοὔνομα, ἀλλὰ δίδωσι κἀκείνοις φιλοσοφεῖν, οἷς τʼ ἰδίᾳ ταύτην ἀπέδωκε τὴν ἐπωνυμίαν οὐχ ἅπαντές εἰσιν οἱ φάσκοντες οὗτοι φιλοσοφεῖν, ἀλλʼ οἱ νῦν τῶν Πυθαγόρου καὶ Πλάτωνος σχεδὸν ὄντες λόγων· ἐπεὶ τούς γε ἄλλους φιλοσωμάτους, ἀλλʼ οὐ φιλοσόφους καλοίη τις ἂν ἐν τῇ Πλάτωνος φωνῇ. ἐπεὶ καὶ τὸν σοφιστὴν δοκεῖ μέν πως κακίζειν ἀεὶ, καὶ ὅ γε δὴ μάλιστα ἐπαναστὰς τῷ ὀνόματι Πλάτων εἶναί μοι δοκεῖ. αἴτιον δὲ τούτου καὶ τῶν πολλῶν αὐτὸν καὶ τῶν κατʼ αὐτὸν ὑπερφρονῆσαι. φαίνεται δὲ καὶ ταύτῃ εἰς ἅπασαν εὐφημίαν τῇ προσηγορίᾳ κεχρημένος. ὃν γοῦν ἀξιοῖ σοφώτατον εἶναι θεὸν καὶ παρʼ ᾧ πᾶν εἶναι τἀληθὲς, τοῦτον δή που τέλεον σοφιστὴν κέκληκεν. ἀλλʼ ἐῶ τὸν σοφιστήν· ἀλλʼ οὗ χάριν ἐξέβην ἐπὶ ταῦτα, κατʼ οὐδετέραν γὰρ τῶν προσηγοριῶν εἰς τούτους γένοιτʼ ἂν ἡ φιλοσοφία φωνὴν, οὔτε, ὥσπερ ἔφην, κατὰ τὴν κοινὴν τῶν Ἑλλήνων· οὐ γὰρ ἀφώριστο τοῦτʼ εἶναι τὸ φιλοσοφεῖν, ἀλλὰ παιδεία τις ἦν, ἧς τούτοις οὐδʼ ὁτιοῦν μέτεστιν, ἀπʼ αὐτῶν τῶν ὀνομάτων ἀρξαμένοις, οὔτʼ αὖ κατὰ τὴν Πλάτωνος, ἣν ἰδίᾳ τισὶν ἀξιοῖ σώζεσθαι. οὐ γὰρ ἅπασι μετέδωκε τῆς προσηγορίας τοῖς ἐπὶ τοῦ προσχήματος, ἀλλʼ οἷς εἶπον μόνοις. ἀλλʼ ὅμως πρὶν καὶ περὶ αὐτῆς τῆς ἐπωνυμίας ἔχειν εἰπεῖν τι, σεμνύνονται καὶ φασὶ φιλοσοφεῖν καὶ μόνοι τά τε ὄντα καὶ τὰ ἐσόμενα γιγνώσκειν, καὶ πάσας ὑφʼ αὑτοῖς καὶ πρὸς αὐτοὺς εἶναι τὰς τέχνας· οὓς οὐδὲν δεῖ κατʼ ὄνομα ἐξετάζειν, ἀλλὰ φορμηδὸν ἐφʼ ἁμαξῶν ἐκφέρειν, ὥσπερ τοὺς Κερκυραίων νεκρούς. τί γὰρ οὗτοι χρήσιμοι τῷ τῶν ἀνθρώπων γένει, οἷς οὐδὲ φαρμακοῖς, τὸ τοῦ κωμῳδιοποιοῦ, χρήσαιτʼ ἄν τις ῥᾳδίως; ἀλλʼ ὅμως ἡμεῖς τούτου γʼ αὐτοῖς μεταδῶμεν καὶ μὴ φθονῶμεν, πρὸς ἓν τοῦτο ἔστων χρήσιμοι ταῖς πόλεσι, θρέψαντας ἐκρῖψαι. ὡς οὐκ εἶναί γέ τις ἂν φαίη πραγμάτων καὶ κακῶν αὐτοῖς ἀπαλλαγὴν καλλίω καὶ καθαρωτέραν ἢ εἰ τῶν θηρίων τούτων ἀπολυθεῖεν. εἰ δὲ μὴ τῇ κακίᾳ τῆς φύσεως αὐτῶν καὶ τοῖς πονηρεύμασιν ἀσθένειαν καὶ ἀνανδρείαν ὁ θεὸς προσῆψεν, ἅπαντʼ ἂν ἀοίκηθʼ ὑπʼ αὐτῶν ἦν, ὥσπερ Ἡρόδοτος περὶ τῶν ὄφεων ἔφη. νῦν δὲ κἂν ἶβις τούτων κρατήσειε. καὶ ταῦτα μηδεὶς οἰέσθω βλασφημίαν εἰς φιλοσοφίαν ἔχειν μηδʼ ἀηδίᾳ μηδεμιᾷ λέγεσθαι, ἀλλὰ πολλῷ μᾶλλον ὑπὲρ φιλοσοφίας εἶναι καὶ πρὸς τοὺς ὑβρίζοντας ταύτην εἰρῆσθαι. καὶ συνηγορῶν τῇ φιλοσοφίᾳ νῦν αὐτῶν ἀναστὰς κατηγορῶ, εἴπερ τι δεῖ χρηστὸν αὐτοῖς εἶναι δοκεῖν. ἀναμνησθῶ καὶ τοῦ φαλακροῦ χαλκέως τοῦ τῇ δεσποίνῃ συνοικοῦντος. τοῦτον οὐκ ἀτιμάζων δή που φιλοσοφίαν ἐποίησε Πλάτων, ἀλλά τινας ὑπὲρ αὐτῆς κάλλιστʼ ἀνθρώπων εἰκάζων ἐνισταμένους, καὶ ῥᾳδίως αὐτοὺς ἀξιοῦντας τῶν μειζόνων ἢ κατʼ αὐτούς. ἐπεὶ καὶ τοῦτο ἔμοιγε θαυμαστὸν καὶ θεῖον φαίνεται τῆς ἐκείνου φιλοσοφίας, τὸ μὴ πᾶσιν εἰκῆ συγχωρεῖν ἐπικεκινδυνευκὸς, ἀλλʼ ἔκκρισιν εἶναι τῶν ἀνδρῶν καὶ τὰς φύσεις ἐξετάζεσθαι. οὐδὲ γὰρ τοὺς Ἠλείους αὐτοὺς ἔγωγε νομίζω καταλύειν τὸ τῶν Ὀλυμπίων οὐδὲ ἀτιμάζειν, ὅτι οὐ πάντας ῥᾳδίως προσίενται τοὺς τοιούτους ἀγωνιστὰς, ἀλλὰ πρόκρισιν ** ἐστὶν οὐ ταυτὸν, ἀλλά μοι καὶ μειζόνως αὔξειν δοκοῦσι καὶ κοσμεῖν τὸν θεσμὸν τῷ τοσοῦτον ἅπασι παριστάναι τὸν φόβον καὶ τῷ τὰ πάντα ἀξιοῦν εἶναι τὰ παρὰ σφίσι κηρυκεύεσθαι τὰ μὲν ἀποδύντα τὴν ἀρχὴν ὀφθῆναι. οὕτω τοίνυν καὶ ἡμεῖς οὐ φιλοσοφίαν ἀτιμάζομεν, ἀλλʼ ὑπὲρ φιλοσοφίας ἀμυνόμεθα, ὡς εἰκὸς ἦν. οἶμαι γὰρ ἔγωγε καὶ Πλάτωνα καὶ Πυθαγόραν αὐτοὺς ἀναστάντας καὶ λαβόντας σοφιστὴν πόρρω που οὕτω δὲ ἂν κελεύειν τούτους καθέζεσθαι καὶ νομίζεσθαι κάλλιστʼ ἂν οὕτως αὐτοῖς ὑπὲρ φιλοσοφίας εἶναι δεδογμένον ὂν καὶ τοὺς κωμάζοντας ἐπʼ αὐτὴν ἀποκρίναιεν, ὥσπερ οἱ τοὺς τῷ ὄντι κωμάζοντας ἐπʼ αὐτὴν ἀποκρίνοντες, καὶ ἡμεῖς οὐχ ἅπαντας δή που λέγομεν κακῶς, οὐδʼ εἰρήκαμεν, ἀλλʼ οἷς τοῦτο προσήκει τῶν σκηπτούχων καὶ οἵτινες ἂν γνωρίζωσι τὰ λεγόμενα, οὔθʼ ὅστις αὐτῶν πρῶτος αἰτιάσεται, πρὸς τοῦτον εἴρηται. ἐπὶ φιλοσοφίᾳ γέ μοι καὶ αἰσχρὸν καὶ μετῆν ὥσπερ ἂν ἄλλῳ τῳ τοιούτῳ. οἶμαι δὲ κἀγὼ συγγενέσθαι τῶν ἐπʼ ἐμαυτοῦ φιλοσοφησάντων τοῖς ἀρίστοις καὶ τελεωτάτοις, καὶ οὐ πολλῶν ἡττᾶσθαι ταύτῃ θνητῶν, καὶ ἐν τροφέων μοίρᾳ γεγόνασί μοι. ὥστε τοῖς οἴκοι πολεμοίην ἂν μᾶλλον ἢ τοῖς φιλοσόφοις. ἀλλὰ μὴ τοῦτο τοιοῦτον ᾖ, ἀλλʼ ἔχει τινὰ καὶ χάριν ἡμῖν ἡ φιλοσοφία· ἐπεὶ καὶ ῥητορικῇ χαίρειν ἂν φαίην εἴπερ τις ἀνθρώπων ** καὶ ἐμοί τι μέτεστιν ἴσως τοῦ πολέμου. ἀλλʼ οὐ διὰ τοῦτο τοὺς ὑβρίζοντας εἰς αὐτὴν ἐπαινεῖν οἴομαι δεῖν, ἀρχὴν δὲ οὐδὲ καλῶ ῥήτορας· ἀλλʼ ὅσῳ μᾶλλον οὐδὲ τὴν ῥητορικὴν θαυμάζω τε καὶ ἀσπάζομαι, τοσούτῳ μᾶλλον τοῖς ἀναξίως αὐτῆς ταύτης καταψευδομένοις ἄχθομαι, καὶ ὑπὲρ αὐτῆς τῆς ῥητορικῆς ἥδιστʼ ἂν ἀμυνοίμην καὶ πειρῴμην εἰς ὅσον οἷός τʼ εἴην δεικνύναι πάντα μᾶλλον ἀκούειν δικαίους ἢ τοῦτο. ἀλλʼ οὐ πρὸς Μιλτιάδην γε καὶ Θεμιστοκλέα καὶ Περικλέα καὶ Κίμωνα ταύτην ἔχω τὴν γνώμην. πρὸς γὰρ σὲ, ὦ Πλάτων, ἤδη περιαχθέντας δεῖ τούτους χαίρειν ἐᾶσαι, εἰ δή τι μέτεστιν αὐτοῖς τούτου, οἶμαι δὲ οὐδὲν ** ταῦτα μικρόν. ἡμεῖς δὲ γνωρίζωμεν ἡμᾶς αὐτοὺς καὶ μὴ φυρώμεθα ὥσπερ ἐν ἡμερομαχίᾳ, μηδὲ τοῦτό γε ἓν, κακὸν Ἑλληνικὸν μιμώμεθα, στασιάζοντες περὶ τῆς ἡγεμονίας, ἀλλʼ ἐπιχωρήσαντες τῷ θεῷ τὴν κρίσιν παρέχωμεν ἡμᾶς αὐτοὺς ἐν τῷ τεταγμένῳ καὶ γιγνώμεθα τοιοῦτοι περὶ τοὺς πρότερον οἵουσπερ ἂν αὖ τοὺς ὕστερον εἶναι περὶ ἡμᾶς βουλοίμεθα. αἰσχρὸν γὰρ, ὥς γʼ ἔφη Δημοσθένης, οὓς οὐδʼ ἂν τῶν ἐχθρῶν καὶ τῶν πολεμίων οὐδεὶς ἂν ἀποστερήσειε τῶν εὐφημιῶν, τούτους ὑφʼ ἡμῶν, ὅτι προσήκομεν αὐτοῖς, μὴ τῆς γιγνομένης αἰδοῦς καὶ φιλανθρωπίας τυγχάνειν. ἐγὼ μὲν οὖν καὶ Πλάτωνι τὴν προσήκουσαν τιμὴν ἀπένειμα καὶ τοῖς ἀνδράσι τὰ πρέποντα ἐβοήθησα, καὶ οὐχὶ προηκάμην. εἰ δέ τις ἀντειπεῖν ἔχει τούτοις, φυλάττων ἐμοὶ τὴν ἴσην εὐφημίαν ὅσηνπερ ἐγὼ Πλάτωνι, τοῦτον ἐγὼ καὶ νῦν καὶ ὕστερον φίλον, οὐκ ἐχθρὸν κρίνω.