<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="306"><p> μὴ διαφθείρειν. οὐ γάρ πω καὶ τούτῳ διακονία τις πρόσεστιν ἀγεννὴς οὐδʼ ἀνελεύθερος. θαυμάζω δὲ Πλάτωνος εἰ χοὰς μὲν ἀποστερῆσαι τοὺς ἄνδρας οὐκ ἄν ποτʼ ἠξίωσεν ἑκὼν εἶναι, τὴν δὲ μνήμην καὶ τὴν ὑπὸ πάντων εὐφημίαν συγκεχωρημένην αὐτοῖς ἀφανίζων ἑαυτοῦ τὸ ἕρμαιον ἡγήσατο. καὶ μὴν εἰ τὸ συμμέτρους τὰς τιμωρίας ποιεῖσθαι πολιτικὸν, ἥ γʼ ἀτιμία τοῖς ἀνδράσιν αὐτὴ τὸ σύμμετρον παρελήλυθεν. οἶμαι γὰρ, εἴ τις ἐστὶν αἴσθησις τοῖς τελευτήσασι, μὴ ὅτι τῶν νομιζομένων, ἀλλὰ μηδʼ αὐτῶν τῶν μνημάτων ἀποστερηθέντας ἂν αὐτοὺς μηδʼ εἰς τοὺς ἐκγόνους τὰ ἔσχατα πάντων ἀτυχήσαντας τοσαύτην ἂν ποιήσασθαι τὴν συμφορὰν, ὅσην περ εἰ κολακείαν αὐτῶν οἱ Ἕλληνες καταγνοῖεν, καὶ ἃ ζῶντες ἔφυγον καὶ ὑπὲρ ὧν ὅπως αὐτοῖς μὴ ἔνοχοι γένοιντο πάντα καὶ λέγειν καὶ πράττειν ὑπέστησαν, ταῦτα τεθνηκότες καὶ ἐπʼ ἐξειργασμένοις οἷς διενοήθησαν φέροιντο τὰ τῆς δουλείας ὀνείδη, ὁ δὲ ταῦτα πείθων εἴη Πλάτων, ὁ μόνος κοσμῆσαι τὰς ἐκείνων ἀρετὰς κατʼ ἀξίαν δυνάμενος, καὶ μέντοι καὶ κεκοσμηκώς. ἀλλὰ μὴν εἴ γε τοῦθʼ ἕπεται φύσει τοῖς ἀγαθοῖς ἀνδράσι, τὴν ἀγαθὴν δόξαν διώκειν, πῶς οὐκ ἀδικεῖσθαι φαίη τις ἂν αὐτοὺς, εἰ κινδυνεύειν μὲν καὶ πάσχειν ὁτιοῦν ᾤοντο δεῖν ἐπὶ τῷ καλλίονι τῶν λόγων, εἰ δὲ μὴ, μέρος γέ τι καὶ διὰ τοῦτο, ἐχόντων δὲ πέρας καὶ τῶν λόγων καὶ τῶν ἔργων αὐτοῖς καὶ προσέτι καὶ τοῦ βίου, τὴν ἐναντίαν δόξαν οἴσονται, καὶ πῶς ἂν μᾶλλον ἀποστεροίημεν τὸν μισθὸν αὐτοὺς, ὃς μόνος τοῖς ἐπιεικέσι παρὰ τῆς φύσεως ὑπάρχει, καὶ ταῦτα συμφάσκοντες εἶναι δεῖν τοῖς ἀγαθοῖς καὶ ζῶσι καὶ τελευτήσασιν. ἐξῆν γὰρ, ὦ γενναῖε, καὶ τοὺς νέους δικαίους εἶναι προτρέπειν καὶ τοῖς <pb xml:id="v.2.p.397"/>  πρεσβυτέροις τὰ πρέποντʼ ἀποδοῦναι. καὶ γὰρ εἰ μηδὲν εἴχομεν ἐπαινεῖν αὐτοὺς, ἀλλʼ ἐξῆν γε δή που παρελθεῖν σιωπῇ, καὶ οὐκ ἔμελλες ὀφλήσειν ἀλογίου. ἀλλὰ γὰρ οὐκ εἰ Πλάτων ὁ τῶν Ἑλλήνων τοσοῦτον ὑπερφέρων καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="307"><p>δικαίως μέγιστον ἐφʼ ἑαυτῷ φρονῶν κατηγορῆσαι τινῶν ἠξίωσε μεγέθει τινὶ καὶ ἐξουσίᾳ φύσεως, τοῦτο καὶ μάλιστʼ ἄν τις ἀγανακτήσειεν, ἀλλʼ ὅτι καὶ τῶν κομιδῆ τινὲς οὐδενὸς ἀξίων ἀφορμῇ ταύτῃ χρώμενοι μελέτην ἤδη <pb xml:id="v.2.p.398"/>  τὸ πρᾶγμα πεποίηνται καὶ τολμῶσι καὶ περὶ Δημοσθένους, ὃν ἐγὼ φαίην ἂν Ἑρμοῦ τινος λογίου τύπον εἰς ἀνθρώπους κατελθεῖν, ὅ τι ἂν τύχωσι βλασφημεῖν. καίτοι τίς ἂν εἰς ζῶντας τελῶν τούτων ἀνάσχοιτο, οἳ πλείω μὲν σολοικίζουσιν ἢ φθέγγονται, ὑπερορῶσι δὲ τῶν ἄλλων ὅσον αὐτοῖς ὑπερορᾶσθαι προσήκει, καὶ τοὺς μὲν ἄλλους ἐξετάζουσιν, αὑτοὺς δὲ οὐδεπώποτʼ ἠξίωσαν, καὶ σεμνύνουσι μὲν τὴν ἀρετὴν, ἀσκοῦσι δʼ οὐ πάνυ, περιέρχονται δὲ ἄλλως βροτῶν εἴδωλα καμόντων, Ἡσιόδου κηφῆνες, Ἀρχιλόχου πίθηκοι, δύο μορφὰς ἔχοντες ἀντὶ τριῶν, τῆς τραγικῆς βοὸς τῶν ἱματίων τῶν ἠπημένων οὐδὲν διαφέροντες, τὰ μὲν ἔξω σεμνοὶ, τὰ δʼ ἔνδον ἄλλος ἂν εἰδείη τις, οὐδὲ μεθʼ ἡμέραν σώφρονες, ὡς Δημοσθένης φησὶν, ἀλλʼ αὐτοῖς καὶ ἡμέρα καὶ νὺξ ταυτόν ἐστι δυνηθεῖσιν· οἳ τοῦ μὲν Διὸς οὐδὲν χείρους φασὶν εἶναι, τοῦ δʼ ὀβολοῦ τοσοῦτον ἡττῶνται· ὀνειδίζουσι δὲ τοῖς ἄλλοις, οὐ τῶν <pb xml:id="v.2.p.399"/> πραγμάτων κατεγνωκότες, ἀλλὰ φθονοῦντες ὅτι αὐτοὶ ταῦτα πράττειν οὐ δύνανται. εἰ δέ τις αὐτῶν περὶ τῆς ἐγκρατείας διαλεγομένων ἀπαντικρὺ σταίη ἔχων ἔνθρυπτα καὶ στρεπτοὺς, ἐκβάλλουσι τὴν γλῶτταν ὥσπερ ὁ Μενέλεως τὸ ξίφος. αὐτὴν μὲν γὰρ ἐὰν ἴδωσι τὴν Ἑλένην, Ἑλένην λέγω; θεράπαιναν μὲν οὖν ὁποίαν ἐποίησε Μένανδρος τὴν Φρυγίαν, τῷ ὄντι παιδιὰν ἀποφαίνουσι τοὺς Σατύρους τοῦ Σοφοκλέους.</p><p rend="align(indent)">ἀλλὰ μὴν τήν γʼ ἀπιστίαν καὶ πλεονεξίαν αὐτῶν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="308"><p> οὐδὲν δεῖ γνῶναι παρακαταθέμενον, αὐτοὶ γὰρ λαμβάνουσιν ὅ τι ἂν δυνηθῶσιν· οἳ τῷ μὲν ἀποστερεῖν κοινωνεῖν ὄνομα τέθεινται, τῷ δὲ φθονεῖν φιλοσοφεῖν, τῷ δʼ <pb xml:id="v.2.p.400"/> ἀπορεῖν ὑπερορᾶν χρημάτων. ἐπαγγελλόμενοι δὲ φιλανθρωπίαν ὤνησαν μὲν οὐδένα πώποτε, ἐπηρεάζουσι δὲ τοῖς χρωμένοις. καὶ τοὺς μὲν ἄλλους οὐδʼ ἀπαντῶντας ὁρῶσι, τῶν δὲ πλουσίων ἕνεκα εἰς τὴν ὑπερορίαν ἀπαίρουσιν, ὥσπερ οἱ Φρύγες τῶν ἐλαῶν ἕνεκα τῆς συλλογῆς, καὶ προσιόντων εὐθὺς ὤσφροντο καὶ παραλαβόντες ἄγουσι, καὶ τὴν ἀρετὴν παραδώσειν ὑπισχνοῦνται. καὶ τοὺς μὲν ἄλλους οὐδὲ προσειπόντας ἀντιπροσείποιεν ἂν εὐμενῶς, τοὺς δὲ τῶν πλουσίων ὀψοποιοὺς καὶ σιτοποιοὺς καὶ τοὺς ἐν ταῖς ἄλλαις τάξεσι πόρρωθεν εὐθὺς ἀσπάζονται, πρὶν εὖ καὶ καλῶς ὀφθῆναι, ὥσπερ τούτου χάριν ἐξ εὐνῆς ἀναστάντες· κἀν τοῖς προθύροις καλινδοῦνται, πλείω τοῖς θυρωροῖς συνόντες ἢ τοῖς δεσπόταις αὐτῶν, ἀναιδείᾳ τὴν κολακείαν <pb xml:id="v.2.p.401"/>  ἐπανορθούμενοι, ἐν τοῦτο σύμβολον κεκτημένοι τοῦ μὴ πρὸς χάριν τοῖς ἀνθρώποις ὁμιλεῖν, ὅτι πάντʼ ἀποκναίουσιν ἀηδίᾳ λιπαροῦντες, ὁρώμενοι πρῶτον ῥᾷον αἰτοῦντες τὰ μὴ προσήκοντα ἢ ἕτεροι τὰ γιγνόμενʼ αὑτοῖς ἀπαιτοῦντες. οὗτοι γάρ εἰσιν οἱ τὴν μὲν ἀναισχυντίαν ἐλευθερίαν νομίζοντες, τὸ δʼ ἀπεχθάνεσθαι παρρησιάζεσθαι, τὸ δὲ λαμβάνειν φιλανθρωπεύεσθαι. εἰς τοῦθʼ ἥκουσι τῆς σοφίας ὥστʼ ἀργύριον μὲν οὐ πράττονται, ἀργυρίου δʼ ἀξίως λαμβάνειν ἐπίστανται· κἂν μέν γε τύχῃ τις ἔλαττον πέμψας, ἐνέμειναν τῷ δόγματι, ἂν δὲ ἁδρότερον τὸ <pb xml:id="v.2.p.402"/> σακκίον αὐτοῖς φανῇ, Γοργόνα Περσεὺς ἐχειρώσατο. καὶ ἡ πρόφασις πάνσοφος· τὰ γὰρ παιδία καὶ ἡ γυνή. ὦ δυστυχέστατε τῆς οἰκίας. εἶτα καπηλεύεις τούτων ἕνεκα; τί οὖν οὐ καὶ τῇ γυναικὶ συγχωρεῖς λαμβάνειν ὅθεν ἂν δύνηται ῥᾷόν γε θρέψεσθαι; καινότατον δέ μοι δοκοῦσι τρόπον </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="309"><p> τὴν μεγαλοψυχίαν ὁρίζεσθαι, οὐκ εἰ μεγάλα δώσουσιν, ἀλλʼ εἰ μὴ μικρὰ λήψονται [ἤδη]. οὐ γὰρ τῷ μεγάλα δωρεῖσθαι δεικνύουσιν αὐτὴν, ἀλλὰ τῷ μεγάλα ἀξιοῦν λαμβάνειν. ἤδη δέ τινες καὶ τοῦθʼ, ὡς ἀκούω, δόγμα πεποίηνται, προσίεσθαι μὲν τὸ διδόμενον, λαμβάνοντες δὲ λοιδορεῖν. μόνους δὲ τούτους οὔτʼ ἐν κόλαξιν οὔτʼ ἐν ἐλευθέροις ἄξιον θεῖναι. ἐξαπατῶσι μὲν γὰρ ὡς κόλακες, προπηλακίζουσι δʼ ὡς κρείττονες, δύο τοῖς ἐσχάτοις καὶ τοῖς ἐναντιωτάτοις ἔνοχοι κακοῖς ὄντες, ταπεινότητι καὶ αὐθαδείᾳ, τοῖς ἐν τῇ Παλαιστίνῃ δυσσεβέσι παραπλήσιοι τοὺς τρόπους. καὶ γὰρ ἐκείνοις τοῦτʼ ἐστὶ σύμβολον τῆς <pb xml:id="v.2.p.403"/> δυσσεβείας, ὅτι τοὺς κρείττους οὐ νομίζουσι, καὶ οὗτοι τρόπον τινὰ ἀφεστᾶσι τῶν Ἑλλήνων, μᾶλλον δὲ καὶ πάντων τῶν κρειττόνων, τὰ μὲν ἄλλʼ ἀφωνότεροι τῆς σκιᾶς τῆς ἑαυτῶν, ἐπειδὰν δὲ κακῶς τινας εἰπεῖν δέῃ καὶ διαβαλεῖν, τῷ Δωδωναίῳ μὲν οὐκ ἂν εἰκάσαις αὐτοὺς χαλκείῳ, μὴ γὰρ ὦ Ζεῦ, ταῖς δʼ ἐμπίσι ταῖς ἐν τῷ σκότῳ βομβούσαις· συγκαταπρᾶξαι μέν τι τῶν δεόντων ἁπάντων ἀχρηστότατοι, διορύξαι δʼ οἰκίαν καὶ ταράξαι καὶ συγκροῦσαι <pb xml:id="v.2.p.404"/>  τοὺς ἔνδον πρὸς ἀλλήλους καὶ φῆσαι πάντʼ αὐτοὺς διοικήσειν πάντων δεινότατοι· οἳ λόγον μὲν ἔγκαρπον οὐδένα πώποτʼ οὔτʼ εἶπον οὔθʼ εὗρον οὔτʼ ἐποίησαν, οὐ πανηγύρεις ἐκόσμησαν, οὐ θεοὺς ἐτίμησαν, οὐ πόλεσι συνεβούλευσαν, οὐ λυπουμένους παρεμυθήσαντο, οὐ στασιάζοντας διήλλαξαν, οὐ προὔτρεψαν νέους, οὐκ ἄλλους οὐδένας, οὐ κόσμου τοῖς λόγοις προὐνοήσαντο· καταδύντες <pb xml:id="v.2.p.405"/>  δὲ εἰς τοὺς χηραμοὺς ἐκεῖ τὰ θαυμαστὰ σοφίζονται, σκιᾷ τινι λόγους ἀνασπῶντες, ἔφης ὦ Σοφόκλεις, τὸν ἀνθέρικον θερίζοντες, τὸ ἐκ τῆς ψάμμου σχοινίον πλέκοντες, οὐκ οἶδʼ ὅντινʼ ἱστὸν ἀναλύοντες· ὅσον γὰρ ἂν προκόψωσι τῆς σοφίας, τοσοῦτον ἀνταφαιροῦσι μεγάλα φρονοῦντες </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="310"><p> ἐὰν ῥητορικὴν εἴπωσι κακῶς, ὥσπερ οὐ καὶ τοὺς δούλους τοῖς δεσπόταις ὑπʼ ὀδόντα πολλάκις καταρωμένους, καὶ μάλιστα δὴ τοὺς μαστιγίας αὐτῶν. ἤδη δέ τις καὶ Σάτυρος τῶν ἐπὶ σκηνῆς κατηράσατο τῷ Ἡρακλεῖ, εἶτά γʼ ἔκυψε προσιόντος κάτω. εἰκότως δέ μοι δοκοῦσι κακῶς ἅπαντας λέγειν, πολὺ γὰρ τοῦ πράγματος αὐτοῖς περίεστιν, <pb xml:id="v.2.p.406"/>  οἵ γε κἂν μηδενὸς ἀνθρώπων μέμνωνται, λέγουσιν ἃ λέγουσι κακῶς· ὥστʼ ἀφʼ ὧν ἔχουσι χαρίζονται. καὶ τολμῶσιν ἤδη τῶν ἀρίστων ἐν τοῖς Ἕλλησι μνημονεύειν, ὥσπερ ἐξὸν αὐτοῖς· ὧν εἴ τις ἐξέλοι τὴν ψευδολογίαν καὶ τὴν κακοήθειαν, ὡσπερεὶ τὰ ἰσχύρʼ ἀφῄρηκε τοῦ βίου. εἶτα τὸ κάλλιστον τῶν ὀνομάτων αὑτοῖς τέθεινται φιλοσοφίαν, ὥσπερ θέαν προκατειληφότες καὶ τοὺς ἄλλους εὐθὺς συγχωρεῖν δέον, ἢ τῇ μεταθέσει τῶν ὀνομάτων τὰ τοιαῦτα κρινόμενʼ, ἀλλʼ οὐ τοῖς πράγμασιν, ὥσπερ ἂν εἰ ὁ Φρυνώνδας ἐκεῖνος Αἰακὸν αὑτὸν μετέθετο, ὡς δὴ δίδυμος εὐθὺς εἶναι δόξων καὶ κρείττων ἁπάσης αἰτίας. ἐπιτρεπτικὸν τοῦτο κακουργημάτων, ὥσπερ ἂν εἰ καὶ ὁ κλέπτης ἡγεῖτο κλέψας τὰ βλεπόμενα Ῥαδάμανθυς εἶναι, ἢ ὁ Θερσίτης προσεῖπεν ἑαυτὸν Ὑάκινθον ἢ Νάρκισσον, ἢ ὁ Λυκάων Ἕκτορα, ἢ ὁ Κόροιβος Παλαμήδην, ἢ ὁ <pb xml:id="v.2.p.407"/>  Μαργίτης Νέστορα, ἢ Βάττος Στέντορα, ὁ περὶ τῆς φωνῆς εἰς Δελφοὺς ἀφικόμενος. εἶδον δʼ ἔγωγε καὶ ἐν ψαλμῳδίᾳ θεράποντας ἀλιτηρίους τοῖς τῶν θεῶν ὀνόμασι κοσμοῦντας ἑαυτοὺς, ὧν ἀπώναντο τὸ σῶμα ξαινόμενοι, καὶ ἀξίως γʼ ἐγίγνοντο μᾶλλον θεοῖς ἐχθροί. οὐκ ἤρκεσε τῷ Βοσκυπταίχμῳ μεταθέσθαι τοὔνομα, ἀλλʼ ὅτʼ εὖ καὶ καλῶς εὐτυχῆ προσεῖπεν ἑαυτὸν, ἔτι κρεῖττον ἐδυστύχει. καὶ οὗτοι τὴν τῆς φιλοσοφίας εὐφημίαν προκαλυψάμενοι διὰ ταύτης κλέψειν οἴονται τἄνδοθεν. ἔπειτά γε ἀλώπηξ </p></div></div></body></text></TEI>