<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="301"><p> αὐτὸν Καλλικλῆς παρὼν ἐτάραττεν, οὐδʼ ἐκώλυε τὸ μὴ ὅπως βούλεται περαίνειν τὸν λόγον. εἰ μὲν οὖν, οἶμαι, κατʼ ἀρχὰς εὐθὺς ἐμνήσθη τοῦ Ἀριστείδου, οὐκ ἂν εἶχεν ἀφορμὴν τοῦ κατὰ τούτων λέγειν, ἀλλʼ ἅμα τʼ ἀπώλλυε τοὺς λόγους τούτους καὶ τὸ πρᾶγμα εἰς τοὐναντίον αὐτῷ περιίστατο, πρὸς τὸ μηδʼ ὁτιοῦν ἀνύτειν πλέον. νῦν δʼ ἵνα τούτων κατηγορήσειε, τὸν Ἀριστείδην ὑπεξείλετο. εἶθʼ ὅτε δὴ διεξῆλθεν ἃ ἐβούλετο, ἵνα μὴ δοκῇ παντελῶς φιλονείκως ἔχειν, ὃν οὐχ οἷόν τʼ ἦν ἐν ἀρχῇ κακῶς εἰπεῖν, τοῦτον ἐν τοῖς τελευταίοις ἐπῄνεσεν, ὡς ἐξὸν ἤδη, μάλʼ <pb xml:id="v.2.p.390"/> ἀρχαίως καὶ ἀφελῶς, ὡς ἄν τῳ δόξαι. καὶ τὸ δὴ στερεώτατον, ὅτε γὰρ διεξῆλθε τὴν ἐκείνων κατηγορίαν, ἐπὶ τελευτῇ πάλιν νεανιευσάμενος καὶ ἐπειπὼν ὅτι ἀληθεῖς ἄρα, ὡς ἔοικεν, οἱ ἔμπροσθεν λόγοι ἦσαν, ὅτι οὐδένα ἡμεῖς ἴσμεν ἄνδρα ἀγαθὸν γεγονότα τὰ πολιτικὰ ἐν τῇδε τῇ πόλει. ταῦτʼ εἰπὼν καὶ προσεπισφραγισάμενος μετὰ πολλοὺς ἔτι τῶν λόγων μέσους τὸν Ἀριστείδην ἐπέθηκεν ἐπαινῶν. τοσοῦτον πλέον ἐστὶ τὸν Σωκράτη, ἀλλὰ μὴ τὸν Καλλικλέα τὸν εἰρηκότʼ εἶναι περὶ αὐτοῦ. οὐκοῦν οὔτʼ ἐξ ἀνάγκης ἦν αὐτῷ κακῶς λέγειν τοὺς ἄνδρας οὔθʼ ὅ τι ἄν τις φήσειεν ἐκ περιουσίας εἶναι σώσας φαίνεται, τὸ μηδʼ ἀγαθὸν τῶν παλαιῶν γεγενῆσθαι μηδένα. ἀλλὰ μὴν ὅτε καὶ αὐτὸν τὸν Καλλικλέα, πρὸς ὃν ἦσαν οἱ λόγοι, τοῦ μηδενὸς ἄξιον ὄντα ἤλεγξε τὰ πολιτικὰ, ἀνερωτῶν ἅπαντα ἐκεῖνα ἃ ἤρετο, ὅτε ταῦτʼ ἐλήλεγκτο, τί τῶν παλαιῶν προσέδει κατηγορίας; εἰς γὰρ τὸ κάλλιστον δή που καὶ ὃ μάλιστα προσῆκεν ὁ λόγος ἐτελεύτα, τὸ τὸν ἀντιλέγοντα καὶ τὸν προτρέποντα εἰς τὴν πολιτείαν ἢ διακονίαν ἀποφῆναι φαῦλον ὄντα καὶ μὴ γιγνώσκοντα ὑπὲρ ὧν λέγει· καὶ τοῦτο δʼ αὐτὸ δή που σὺ φῂς ἐξαρκεῖν αὐτὸν πρὸς ὃν ἂν ποιῇ τοὺς λόγους ὁμολογοῦντα παρέχεσθαι. ἐκεῖνος τοίνυν, ὡς ἔοικεν, οὐ μόνον συνεχώρει τῷ λόγῳ, ἀλλὰ καὶ ἐκ τῶν ἑαυτῷ προσόντων ἠναγκάζετο· ὥστʼ εἶχε τελευτὴν προσήκουσαν ὁ λόγος, καὶ οὐκ ἦν ἴσον Καλλικλέα ταῦτʼ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="302"><p> ἀκούειν καὶ Περικλέα ἢ Θεμιστοκλέα. πόθεν; ὁ δὲ καὶ τοῦτʼ ἐσπούδασεν ἐξ ἴσου τοῦτον ἐκείνοις καταστῆσαι. ἔστι δʼ οὐ ταυτὸν, ὦ τᾶν, Ἰφικλῆς τε καὶ Ἡρακλῆς. ἔτι μὴν <pb xml:id="v.2.p.391"/>  πλέον οἶμαι τὸ μέσον Καλλικλέους τε καὶ τούτων· ὥστʼ εἰκὸς ἦν τούτων γε φείσασθαι. καὶ γὰρ εἰ μὲν ζώντων ἐγίγνονθʼ οἱ λόγοι, τάχʼ ἄν τις ἔφησε νουθεσίας ἕνεκʼ αὐτοὺς λέγεσθαι· τεθνεῶσι δʼ ἐπιτιμᾶν τίς ὁ καιρός; ὅπου γὰρ εἰ καὶ ζῶντας ἐλέγχειν ἐβούλετο, οὐκ ἀπόντων γε κατηγορεῖν εἰκὸς ἦν, οὐδὲ πρὸς ἄλλους τινὰς, ἀλλὰ πρὸς αὐτοὺς λέγειν, ἦ που τό γε παντελῶς οὕτως ἐρήμην ἀγωνίσασθαι ἀωρία. ὁπότε γὰρ καὶ τοὺς οἰκείους τοὺς ἐκείνων αἰδεῖσθαι προσῆκε διʼ ἐκείνους, πῶς γε οὐ καὐτοὺς εἰκὸς ἦν;</p><p rend="align(indent)">ἐνθυμηθῶμεν δὴ καὶ τὸν τοῦ Σόλωνος νόμον ὡς ἥμερος, μὴ λέγειν κακῶς τὸν τελευτήσαντα, μηδʼ ἂν αὐτὸς ἀκούσῃ ὑπὸ τῶν αὐτοῦ παίδων. οὐκοῦν τό γε μήθʼ ὑπὸ παίδων, φαίη τις ἂν, μήθʼ ὑπʼ ἄλλου του τῶν ἐκείνοις προσηκόντων προακούσαντα τοσαύτην σπουδὴν ποιήσασθαι κακοὺς ἀποφῆναι πολὺ τοῦ νόμου τούτου κεχώρισται. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ εἰκὸς ἐναντίον μὲν ἂν τῶν παίδων ὀκνεῖν αὐτοὺς λοιδορεῖν, ἐν ἅπασι δὲ καὶ ἐκγόνοις καὶ πολίταις καὶ ξένοις τοιαῦτα ψέγειν, καὶ τῶν μὲν ἐν Σικελίᾳ τετελευτηκότων τοὺς παῖδας αἰδεῖσθαι καὶ περὶ δωρεῶν αὐτοῖς πολιτεύεσθαι, τῶν δʼ εἰς τὰ μέγιστα τῇ πόλει καὶ τοῖς Ἕλλησιν ὑπαρξάντων μηδὲ τῶν ὀνομάτων φείσασθαι, καὶ εἰ μὲν εἰκόνας αὐτῶν τοῦ δήμου στήσαντος ἐκίνει, πᾶς ἄν τις ἔφη νεμεσητὸν εἶναι, ἐπεὶ δʼ ὃ τοῦ πλέονος ἄξιον ἦν αὐτοῖς, τὴν δόξαν τὴν ἀγαθὴν ἀναιρεῖ, τί χρὴ φῆσαι; καὶ ζωγράφος μὲν ἂν ὢν ἐπὶ τὰ αἰσχίω καὶ γελοιότερʼ αὐτοὺς μιμούμενος οὐ καλῶς ἂν ἐδόκει τὴν τέχνην δεικνύναι· ἐπεὶ δʼ ἐν τοῖς λόγοις ἐπὶ τὰ <pb xml:id="v.2.p.392"/>  φαυλότατʼ ἐξηγεῖται καὶ τὰς ἀληθεῖς εἰκόνας αὐτῶν τῆς διανοίας διαφθείρει καὶ τοῖς μηδὲν προσήκουσιν ὁμοιοῖ, πῶς εἰκός ἐστι συνήδεσθαι; καὶ εἰ μὲν ἐπʼ εἰκόνων ἢ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="303"><p> μνημάτων αὐτοῖς ἐπόντα ἐπιγράμματα ἐξεκόλαπτεν ἢ μετεποίει βλάσφημʼ ἀντʼ εὐφημιῶν, ὅτι τούτους ὁ δῆμος κολακείας ἕνεκα καὶ κακίας ἐκβάλλει, πολλὴν ἄν τις ἔφη τὴν ὕβριν καὶ τὴν ἀτιμίαν εἶναι· εἰς σύγγραμμα δʼ οὕτω σπουδαῖον τοιαῦτʼ ὀνείδη κατακλείσας, καὶ ταῦτʼ ἀντὶ τῆς πρόσθεν ὑπαρχούσης εὐφημίας αὐτοῖς ἀντιγραψάμενος, καὶ παραδοὺς ἅπασιν ἀκούειν, μή τῳ δοκεῖ σφόδρα τῆς αὑτοῦ μουσικῆς εἰργάσθαι; καὶ Θεμιστοκλῆς μὲν Ἄρθμιον ἐστηλίτευσεν, ὅτι τὸν ἐκ Μήδων χρυσὸν εἰς Πελοπόννησον ἤνεγκε, Πλάτων δὲ Θεμιστοκλέα καὶ Μιλτιάδην καὶ οὓς μετʼ αὐτῶν ἠξίωσε καταλέξαι στηλίτας οὑτωσὶ πεποίηκε. καίτοι τὴν μὲν κατʼ ἐκείνου στήλην τοῖς προσοικοῦσι μόνοις ὁρᾶν ἦν καὶ τοῖς εἰσαφικνουμένοις, σὺ δʼ εἰς ἅπαντας ἀνθρώπους καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὰς κατὰ τούτων βλασφημίας ἐκδέδωκας. καὶ τῶν μὲν οἰκετῶν οὐδένα πώποτʼ ἔστιξας τῶν σαυτοῦ, τῶν δʼ Ἑλλήνων τοὺς ἐντιμοτάτους καὶ τοὺς ὑπὲρ τῆς κοινῆς <pb xml:id="v.2.p.393"/>  ἐλευθερίας ἀγωνιζομένους ἴσα καὶ στίξας γεγένησαι, καὶ Γοργίου μὲν ἐφείσω, καὶ λέγει που Σωκράτης <q>ὀκνῶ Γοργίου ἕνεκα λέγειν, ἵνα μή με ὑπολάβῃ διακωμῳδεῖν αὐτοῦ τὴν τέχνην,</q> Περικλέους δὲ οὐκ ἐφείσω τεθνηκότος καὶ ταῦτα· ἀλλὰ τῷ μὲν Γοργίᾳ νέμεις αἰδῶ παρὰ τὸν Καλλικλέα, τῷ δὲ Θεμιστοκλεῖ καὶ τοῖς ἄλλοις οὐ νέμεις, ἀλλʼ ἐξ ἴσου πάντας αὐτοὺς ποιεῖς, μᾶλλον δὲ καὶ πλείω κακὰ τούτους ἢ ʼκεῖνον εἴρηκας, καὶ ταῦτʼ εἰδὼς ὅτι ἅπας μὲν λόγος, ἐπειδὰν ἅπαξ γραφῇ, κυλινδεῖται, μεταχειρίζεται δʼ αὐτὸν ὁ βουλόμενος ὁμοίως ἐπαΐων καὶ μὴ, ἂν δέ τις μὴ καλῶς ἀκούειν ἐπίστηται, δέος ἐστὶ διαφθαρῆναι· οἷον καὶ περὶ τούτους ἄν τις συνίδοι τοὺς λόγους ὄν. εἰ γὰρ καὶ τὰ μάλιστα Πλάτων αὐτοῖς ἐπὶ πᾶσι δικαίοις κέχρηται, ὃ πολλοῦ δεῖν εἴποι τις ἂν οὕτως ἔχειν, ἀλλʼ οὖν ἀνάγκη γʼ ἀπʼ αὐτῶν θρασυτέρους καὶ τραχυτέρους </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="304"><p> γίγνεσθαι καὶ ἰταμωτέρους καὶ τοιούτους, οἵους ῥᾳδίως ἐπιπηδᾶν καὶ ἄρχουσι καὶ πρεσβυτέροις καὶ οἷστισι δεῖ συγκεχωρῆσθαι. εὖ γὰρ ὁ τῶν Λακεδαιμονίων ἔχει νόμος καὶ λυσιτελῶς [ἀμαθῶς] εἰσάπαξ ὑποχωρεῖν τοῖς πρεσβυτέροις, οὐχ ὡς πάντως δή που βελτίους καὶ δικαιοτέρους τοὺς πρεσβυτέρους ὄντας ἅπαντας, ἀλλὰ τῆς μελέτης ἕνεκα καὶ ὅπως ἡ τάξις μὴ συγχέοιτο. κἀν τοῖς λόγοις καλὸν τὸ φείδεσθαι τῶν προηκόντων ἐπιεικῶς εἰς ὅσον ἔξεστιν, ὅπως μή τις εὐχέρεια τοῖς πολλοῖς ἐνδύηται καὶ συνήθεια τοῦ προπηλακίζειν οὓς αὐτοῖς προσήκει τιμᾶν. ὅταν γὰρ οἱ <pb xml:id="v.2.p.394"/>  μέγιστοι καὶ σεμνότατοι ῥᾳδίως κακῶς ἀκούωσι, καὶ ταῦθʼ ὑπὸ τῶν σοφωτάτων εἶναι δοκούντων, ὀλιγωρία τοῦ νόμου τοῖς φαύλοις ἐγγίγνεται, ὥστʼ οὐδὲν ὠφελοῦνται τοσοῦτον ὄσον βλάπτονται. καὶ μὴν σύ γʼ ἐλαύνεις Ὅμηρον οὐχ ὡς πάντα δή που λέγοντα κακῶς οὐδʼ ὡς τοῖς ὅλοις ἁμαρτάνοντα, ἀλλʼ ὡς οὐκ ἀσφαλῶς ἐχόντων τοῖς νέοις γʼ ἐνίων ἀκούειν, οὐδʼ ἂν κατʼ ἄλλο τι δεξιῶς ἔχῃ τὰ λεγόμενα· ἡμεῖς δʼ ἐλαύνειν μέν σε πολλοῦ τινος δέομεν, ὅτι μὴ κἂν εἰς τὸν θρόνον ἐγκαθίζοιμεν, εἰ βούλει, τοὺς δὲ τοιούτους τῶν λόγων ὑπεξαιρούμεθα· οὐδὲ γὰρ τούτους ὡς ἐξαλείψομεν φήσομεν, οὐχ οὕτως ἡμεῖς εὐχερεῖς.</p><p rend="align(indent)">καὶ μὴν οὐδʼ ἐκεῖνό γε οὔτε Πλάτωνα λαθεῖν εἰκὸς ἦν οὔτε τῶν ἄλλων οὐδεὶς ἀγνοεῖ δή που ὅτι ἡ τῶν λαμπρῶν καὶ μεγάλων ἀνδρῶν εὐδοξία καὶ μνήμη χωρὶς τῆς εἰς τὸ παρὸν φιλοτιμίας καὶ πρὸς τὰς ὕστερον τύχας ἀποθήκην ἔχει ταῖς πόλεσι, καί τινες ἤδη διὰ τὸν δεῖνα καὶ τὸν δεῖνα τῶν παλαιῶν ἐπιείκειάν τινʼ εὕροντο ἐν ταῖς συμφοραῖς, ὅπερ καὶ τοῖς Ἀθηναίοις αὐτοῖς ὑπάρξαι δοκεῖ πολλάκις. ὁ δὲ καὶ τούτου φαίνεται τὸ καθʼ αὑτὸν ἀποστερῶν τὴν πόλιν. εἰ γὰρ ἑκάστῳ τοῦτʼ ἐν τῇ ψυχῇ παρασταίη καὶ τοῦτο πάντες πεισθεῖεν, μὴ ὅτι Μιλτιάδης καὶ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καίπερ κεφάλαιον τῶν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="305"><p> Ἀθηναίων, οὐδὲν τῶν ὀψοποιῶν οὐδὲ τῶν σιτοποιῶν ἄρα βελτίους ἦσαν, ἀλλὰ κἀγώ τινας ἐν τοῖς οἰκέταις κέκτημαι <pb xml:id="v.2.p.395"/> τοιούτους τὴν φύσιν, οἳ τὸν αὐτὸν τρόπον θεραπεύουσιν ἐμὲ ὅνπερ ἐκεῖνοι τὸν δῆμον τῶν Ἀθηναίων ἐθεράπευον, τοσοῦτον τούτων διαφέροντες, ὅτι πολλοὺς ἀνθʼ ἑνὸς δεσπότας ἐκέκτηντο, εἰ ταύτην ἔχοιεν κατʼ ἐκείνων τὴν δόξαν καὶ μὴ λογίσαιντο ὅτι λόγος ἄλλως ταῦτʼ ἦν καὶ πρὸς τὸ παρὸν φιλονεικία τις καὶ ὑπερβολὴ, σχολῇ γʼ ἂν ἄλλους τινὰς αἰδεσθεῖεν, ἢ τιμῆς τινος ἀξιώσαιεν δημοσίᾳ διὰ τούτους, οἷς αὐτοῖς οὐδʼ ὁτιοῦν αἰδοῦς ὠφείλετο ὡς ἐκ τοῦ λόγου. οὐκοῦν ἀλγεινὸν εἰ Λακεδαιμόνιοι μὲν ᾐσχύνθησαν τὸν Μιλτιάδην καὶ τὸν Θεμιστοκλέα καὶ τῆς πόλεως κρατήσαντες ἐφείσαντο τῆς ἐκείνων πολιτείας μνησθέντες, σὺ δὲ ταῦτα πάντʼ ἀναιρεῖς τοῖς λόγοις. καὶ μὴν εἰ μηδὲ τείχη μηδὲ νεώρια μηδὲ συμμάχους αὐτοῖς ἐξεπόρισας, τὸ δοκεῖν διακονεῖν αἰσχυνθεὶς, ἀλλʼ ὑπερεῖδες πάντων ὡς ἐλαττόνων σαυτοῦ, τοῦτό γε δή που προσῆκεν ἀφεῖναι τῇ πατρίδι ἀφορμὴν τοῦ μέλλοντος χρόνου, καὶ τὸ δοκεῖν ἐπιεικείας τινὸς ἀξίαν εἶναι. ἢ παρὼν μὲν ἂν αὐτοῖς ἀτυχήσασί που καὶ μέλλουσι διαφθαρήσεσθαι, εἰ κύριος ἦσθα, παραιτήσασθαι οὐκ ἂν ὤκνησας, ἀλλὰ καὶ πρὸς τῶν ἱερῶν καὶ πρὸς τῶν τάφων καὶ πρὸς αὐτοῦ τοῦ ἐδάφους συνέπραττες ἂν ὅ τι οἷός τʼ ἦσθα, κἂν εἴ τι κατηγορεῖν εἶχες, τὴν δὲ τῶν ἐπιτηδειοτάτων παραιτήσασθαι δόξαν καθαιρῶν, τοῦτʼ ἐκεῖνο ὃ σπουδάζεις τῇ πολιτικῇ τί προσῆκον πράττειν δοκεῖς; εἶεν. ἄνευ δὲ τῆς τοιαύτης χρείας εἰς τὴν συνεχῆ παρὰ πάντων εὐμένειαν καὶ τὸ ταῖς γνώμαις συγκεκρᾶσθαι τῇ πόλει, πόσον τι δοκεῖν χρὴ συντελεῖν τὴν τῶν ἀνδρῶν τούτων μνήμην φυλαττομένην ἐφʼ οἷσπερ καὶ παρεδόθη τὸ ἐξ ἀρχῆς; οὐκοῦν τοῦτό γε παντὶ προσῆκε φάσκοντί γʼ εἶναι χρηστῷ, ἐάν τʼ ἰδιωτεύῃ ἐάν τε δημοσιεύῃ λέγω, παρασκευάζειν ὡς δυνατὸν πλείστην εὔνοιαν παρὰ πάντων τῇ πατρίδι· εἰ δὲ μὴ, τήν γʼ ὑπάρχουσαν <pb xml:id="v.2.p.396"/>  </p></div></div></body></text></TEI>