<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="296"><p> ἔχω, οὐ μόνον αὐτὸ τοῦτο τοὺς διθυράμβους σκοπῶν ἀνδρειότερον δήπουθεν ἔχοντας καὶ στερεώτερον ἢ ὡς ἐκεῖνόν τῳ δοκεῖν ὑποπίπτειν, ἀλλʼ ὅτι κἀν τοῖς ὕμνοις διεξιὼν περὶ τῶν ἐν ἅπαντι τῷ χρόνῳ συμβαινόντων παθημάτων τοῖς ἀνθρώποις καὶ τῆς μεταβολῆς τὸν Κάδμον φησὶν ἀκοῦσαι τοῦ Ἀπόλλωνος μουσικὰν ὀρθὰν ἐπιδεικνυμένου. οὕτω καὶ Πίνδαρος τῆς ὀρθῆς μουσικῆς ἐραστής ἐστι. τὸ δʼ ἐραστής ἐστι τὴν ὀρθὴν μουσικὴν μεταχειρίζεται. οὐ γὰρ δή που τῷ μὲν Ἀπόλλωνι ταύτην προστίθησιν, αὐτὸς δʼ ἑτέραν διώκει ταύτην ἀφεὶς, καὶ ταῦτʼ ἀεὶ τὸν Ἀπόλλω καὶ τὰς Μούσας καλῶν. εἶτα λέγεις ὅτι πάντες οὗτοι τοῦ πρὸς ἡδονὴν ἐξήρτηνται. πότερον οὖν σε φῶμεν ἔλαττον τοῦ δέοντος λέγειν ἢ πλέον; ὅτι μὲν γὰρ καὶ τοῦ πρὸς ἡδονὴν φροντίζουσιν ὁμολογεῖται. ὥσθʼ ὅσον προσθεῖναι προσῆκε, τοσοῦτον ἀφελὼν ἔλαττον παρὰ τοῦτʼ εἴρηκας. ὅτι δʼ αὐτοῖς κολακείαν ἐπενηνόχεις ἐκ τούτου πῶς οὐκ ἔξω τοῦ δέοντος εἴρηκας, ἢ πῶς οὐ ταύτῃ πλέον αὖ τοῦ δέοντός ἐστιν ἔχων ὁ λόγος; εἶεν. αὐτὸς δὲ σὺ πρὸς Διὸς οὐ πώποθʼ ἡμῖν οὐδὲν πρὸς ἡδονὴν οὔτʼ εἶπας οὔτʼ ἐποίησας, οὐ συνέθηκας, οὐ διέθου λόγον, οὐκ ἀνέπαυσας, οὐκ ἐπεισήγαγες, ἀλλʼ ἁπλῶς οὑτωσὶ τὴν ἀπὸ <pb xml:id="v.2.p.384"/> Σκυθῶν ἡμῖν διαλέγει; ἐγὼ μὲν οὐκ ἐνέτυχον εἰς τήνδε τὴν ἡμέραν ἡδίονι τούτου καὶ πρὸς αὐτοὺς τοὺς διθυραμβοποιοὺς καὶ τοὺς τραγῳδιοποιοὺς εἶπον ἂν, εἴ τις αὐτῶν ἤρετο. εἶτʼ αὐτὸς ὅμοιον τῷ Νέστορι φθεγγόμενος, εἰ δὴ κἀκεῖνον τοιοῦτόν τι χρὴ φθέγξασθαι δοκεῖν, ἐγὼ μὲν γὰρ καὶ τὰς Σειρῆνας ἂν εἶξαί σοι δοκῶ, τῶν ἄλλων εἴ τι καὶ πρὸς ἡδονὴν λέγουσι κατηγορεῖς; ὅρα μὴ παίζοντα μᾶλλον τιθῇ σέ τις ἢ σπουδάζοντα καὶ φιλονεικοῦντα, ὅς γε καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις, ἐν οἷς διασύρει ταῦτα τὰ ἔθνη τοσοῦτον χαρίτων καὶ ἡδονῆς εἰσηνέγκατο, ὅσον οἷόν τʼ ἦν πλεῖστον ὡς ἐν ἀηδεῖ λέγω τῷ παντὶ λόγῳ καὶ τραχεῖ.</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="297"><p rend="align(indent)">τὸ μὲν οὖν μείζω τῶν ἄλλων Πλάτωνα φρονεῖν οὐ νεμεσῶ, τὸ δὲ τοὺς ἄλλους, εἰ μὴ πικρὸν εἰπεῖν, προπηλακίζειν, κἂν αὐτῷ συνών τε καὶ συμβουλεύων ἀφαιρεῖν οὐκ ἀδικεῖν ἂν ἡγοῦμαι. οἶμαι δὲ καὶ Σωκράτει τὸν Ἀπόλλω τοῦτο κελεύειν, κελεύοντα μουσικὴν ποιεῖν, ἀφελεῖν τὴν φιλαπεχθημοσύνην τὴν περὶ τοὺς λόγους, ὡς ἐκείνου γʼ ἄλλο μὲν οὐ ῥᾴδιον εὑρεῖν ὅ τί τις κατηγορήσει. τοῦτο δʼ ἤδη τινὲς ᾐτιάσαντο, ἀμέλει καὶ πρὸς τὸν ἀγῶνα ὃν ἔφυγε τοῦτο μάλιστʼ αὐτὸν βλάψαι δοκεῖ. καὶ ὅπως μή τίς μοι τῶν σοφιστῶν ὑπολήψεται, ἀλλʼ οὐδέν γʼ ἐβλάβη Σωκράτης, ἐπεὶ κἂν ἄλλος ἔχοι πρὸς τοῦθʼ ὑπολαμβάνειν, ἀλλὰ βλαβῆναί γʼ αἴτιος ἐγένετο τῶν δικαστῶν τοῖς <pb xml:id="v.2.p.385"/> καταψηφισαμένοις, εἴπερ γε μὴ τὰ δίκαια ἔγνωσαν. χωρὶς δὲ τούτων εἰ μὲν ὅλως ἐπεθύμει θανάτου, πρῶτον μὲν τί τοσοῦτον ἦν αὐτῷ; ἔπειτʼ οὐδʼ ἀπολογεῖσθαι προσῆκε τὴν ἀρχήν. εἰ δʼ οὐκ ἂν ἀηδέστερον ἀπέφυγε, τοῦτʼ ἦν τὸ κωλῦσαν, τὸ πολλοῖς ἐκ τοῦ κακῶς λέγειν προσκροῦσαι. ἔοικε δὲ καὶ Ὅμηρος ἐκ πολλοῦ ταῦτα χρησμῳδεῖν καὶ προλέγειν, ἅτε τοῦ Ἀπόλλωνος θεράπων οἶμαι καὶ πάρεδρος ὤν. ἃ γὰρ ἐν λιταῖς Ὀδυσσεὺς λέγει πρὸς Ἀχιλλέα, Πηλέως τοῦ πατρὸς αὐτοῦ φάσκων παραίνεσιν εἶναι, ταῦθʼ Ὁμήρου παράκλησιν εἶναι πᾶσιν ὡς κοινοῦ πατρὸς ἡγεῖσθαι προσήκει, <quote rend="blockquote">ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρα σε μᾶλλον <l/> τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.</quote> δεινὴ γὰρ ἡ σφόδρα ἔρις καὶ τὴν ὑπάρχουσαν εὔνοιαν μεταστῆσαι καὶ τοὺς οὐκ ὄντας ἀγῶνας ἐπισπάσασθαι. ἐγὼ μὲν οὖν ὡς μέχρι τῆς ῥητορικῆς κατέθει καὶ τοὺς τυράννους ἤλεγχε καὶ τἄλλα διεξήρχετο, εἱπόμην ὥσπερ εἰκὸς ἦν, εἰδὼς μὲν ὅτι οὐδὲν τούτων ἔλεγχός ἐστι ῥητορικῆς, ἀλλʼ ἔχων τὸν δικαιότατον λόγον ἀντιθεῖναι, ὅμως τῆς γε τόλμης ἠγασάμην καὶ τὴν δεινότητα καὶ τὴν εὐπορίαν ἐθαύμασα, καὶ εἰ χρὴ κατʼ αὐτὸν εἰπεῖν οἷον </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="298"><p>λέοντος σκιρτῶντος ἔννοιάν τινʼ ἐλάμβανον καὶ μόνον οὐκ ἐθεώμην τὸν ἄνδρα ἐν τοῖς λόγοις. εἰ δὲ δεῖ καὶ τοῦτο προσθεῖναι, καὶ ὁ Μέλης οὐκ ἀηδής μοι καὶ ὁ Κινησίας, ἀλλʼ ἀπέλαυον τοῦ γελοίου καὶ συνεχώρουν ἄχρι τούτου καὶ ὀνομαστὶ κωμῳδῆσαι. πάντως οὐχ οὗτοί μοι τὰ <pb xml:id="v.2.p.386"/> φίλτατα. ἐπεὶ δὲ καὶ ἐπὶ Μιλτιάδην καὶ Θεμιστοκλέα καὶ τοὺς περὶ τούτους ἀφίκετο καὶ τὸ χαίρειν ἀφεὶς τούτους ἔκρουε τὴν αὐτὴν ἁρμονίαν, καὶ τὸν Θεαρίωνα προσῆπτε, καὶ πάντα ἐμίγνυ καὶ γελοῖα καὶ σπουδαῖα ὑπὲρ τοῦ τοὺς ἄνδρας ἐλέγχειν, καὶ οὐδʼ ὁτιοῦν ὑπεστέλλετο, ἀλλʼ ἀνέδην ἔλεγε κακῶς, ἐνταῦθʼ ἤδη τι προσίστατό μοι καὶ ὡσπερεὶ προδοσία τις ἐφαίνετο τοὺς ἄνδρας προλιπεῖν. τί λέγεις; οὐ περαίνεις αὐτὸν ἐφʼ αὑτοῦ τὸν λόγον, ἀλλʼ ὀνόμαθʼ ἡμῖν εἰς τὸ μέσον φέρεις καὶ τὸ πρᾶγμʼ ἀφεὶς τὸν δεῖνα καὶ τὸν δεῖνα λέγεις κακῶς; καὶ ὁ μὲν τοῦ Σόλωνος νόμος οὐδὲ νόμον ἐπʼ ἀνδρὶ γράφειν ἐᾷ, σὺ δʼ ἐπʼ ἀνδράσι βίβλον ποιεῖς; καὶ Σωκράτης μὲν καὶ Πυθαγόρας οὐδʼ αὐτοὺς τοὺς λόγους ἐν οἷς ἔζων συνέγραψαν, ἀλλʼ ἐφʼ αὑτῶν ἐφιλοσόφουν, σὺ δὲ τῶν Ἑλλήνων κωμῳδεῖς τὰ ἀγάλματʼ ἐν μέσῳ; καὶ κωμῳδίας μὲν ἤδη ποιηταὶ τῶν ὀνομάτων ἀπέσχοντο καὶ ἠδυνήθησαν ἄνευ τοῦ ὀνομαστὶ κωμῳδεῖν τὸ δρᾶμα ἀπεργάσασθαι, σὺ δὲ τῶν Ἑλλήνων τοὺς ἄκρους τὸν Ἀριστοφάνους ἀλλαντοπώλην πεποίηκας, καὶ ταῦτα εἰκῆ καὶ πρὸς οὐδεμίαν χρείαν ἔτι τοῦ λόγου. ἀπειρηκότος γὰρ ἤδη τοῦ Καλλικλέους καὶ συγχωροῦντος τῷ Σωκράτει τί πρᾶγμʼ ἦν ἔτι τούτων μεμνῆσθαι, ὅπου γʼ εἰ καὶ ὁ Καλλικλῆς ἔτυχε περὶ αὐτῶν ὑπολαβὼν, *** ἔστι μὲν οἶμαι γέλως πᾶν τοῦτο. τίς <pb xml:id="v.2.p.387"/>  γὰρ οὐκ οἶδεν ὅτι καὶ ὁ Σωκράτης καὶ ὁ Καλλικλῆς καὶ ὁ Γοργίας καὶ ὁ Πῶλος πάντα ταῦτʼ ἐστὶ Πλάτων, πρὸς τὸ δοκοῦν αὑτῷ τρέπων τοὺς λόγους; εἰ δʼ οὖν καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="299"><p> τῷ ὄντι ἐκεῖθεν ἀφῖκτο ὁ λόγος καὶ ὁ Καλλικλῆς ἐξεπίτηδες ἐμνήσθη περὶ τῶν ἀνδρῶν ἐπʼ ἐλέγχῳ τοῦ Σωκράτους, ἐξῆν ὡδὶ δέχεσθαι καὶ μηδὲν βλάσφημον λέγειν· ἄξιον δʼ εἴπερ τῳ καὶ τούτῳ προσέχειν. οὑτωσὶ γὰρ ἐγίγνετό που τὰ δεύτερα, ὥς γέ μοι φαίνεται, οὐκοῦν εἰ μὲν καὶ τούτους, ὦ φίλε Καλλίκλεις, κόλακάς τινας εἶναι λέγεις καὶ τῶν πρὸς ἡδονὴν δημηγορούντων, τίθει μοι καὶ κατὰ τούτων ταῦτʼ εἰρῆσθαι. οὐδὲν γὰρ βέλτιον ἥ γε δή που κολακεία διὰ Μιλτιάδην καὶ Περικλέα καὶ ὃν ἂν εἴπῃς· πῶς γὰρ ὅ γʼ ἐστὶ φαῦλον φύσει; ὥστε τὸ Εὐριπίδου γίγνεται, σὺ λέγεις ταῦτʼ, οὐκ ἐγὼ, ὡς ἄρα οὐδὲν οὗτοι βελτίους τῶν νῦν. εἰ δὲ τῆς ἑτέρας ἦσαν μερίδος καὶ τὸ βέλτιστον ἀντὶ τοῦ πρὸς ἡδονὴν ᾑροῦντο, καὶ οὗτοι κατηγοροῦσιν, ὡς ἔοικε, φαύλους εἶναι περὶ ὧν διειλέγμεθα, καὶ οὐδὲν βελτίων ἡ ῥητορικὴ διὰ τούτους, ἣν σὺ μέχρι τούτου ἐπῄνεσας καὶ ἣν ἐμοὶ προξενεῖς, ἀλλὰ καὶ παρὰ τούτοις κριταῖς αἰσχρὸν, καὶ φαίνει δὴ τούτοις κατʼ ἐμοῦ μάρτυσι χρώμενος, οἷς ταὐτὰ δοκοῦντα ἅπερ κἀμοὶ φαίνεται.</p><p rend="align(indent)">οὕτως ἐξῆν οἶμαι διαλύειν τὸν λόγον, βλασφημίας δʼ οὐδὲν προσέδει. οὐδὲν γὰρ ἐξωτέρω προὔβαινεν ὁ λόγος, ἀλλʼ ἐπὶ τῶν αὐτῶν εἱστήκει. τί γάρ φησι πρὶν ἐλθεῖν ἐπὶ τοὺς ἄνδρας; <q>ἐξαρκεῖ. εἰ γὰρ καὶ τοῦτʼ ἐστὶ διπλοῦν, τὸ μὲν ἕτερον αὐτοῦ κολακεία ἂν εἴη καὶ αἰσχρὰ <pb xml:id="v.2.p.388"/>  δημηγορία, τὸ δʼ ἕτερον καλόν·</q> περὶ τῆς ῥητορικῆς δή που λέγων. καίτοι ὅτε τοῦτʼ ἐξήρκει, ἐξήρκει καὶ περὶ τούτων σιωπᾶν. οὐδὲν γὰρ ἐκώλυε διπλοῦν εἶναι τὴν ῥητορικὴν τὸ τούτους γε χρηστοὺς εἶναι συγχωρῆσαι, ἀλλὰ καὶ σφόδρʼ ἐκείνῳ τῷ λόγῳ συνέβαινεν. οἱ μὲν γὰρ ἦσαν κόλακες, οἱ δʼ οὔ. εἰ μὲν γὰρ οὐ διπλοῦν ἡ ῥητορικὴ, τί διῃροῦ; εἰ δὲ τοιοῦτον, τί πλέον τούτους ἐλέγχειν; ἀλλὰ μὴν ὅτε καὶ τούτων κατηγορήσας ἄλλον αὖθις ἐπῄνει, οὐδὲν τῷ λόγῳ προσελάμβανεν. ὥστʼ εἶχεν ἂν πάλιν ὁ Καλλικλῆς εἰς τὰς αὐτὰς λαβὰς ἐπανελθεῖν, τί λέγων; ἐξαρκεῖ. εἰ γάρ ἐστι διπλοῦν, καὶ τοὺς μὲν ἐπαινεῖς, τοὺς δὲ ψέγεις, τί σοι προκέκοπται, πλὴν εἰ τούτοις ἄλλως </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="300"><p> ἀηδῶς εἶχες. φέρε γὰρ πρὸς θεῶν, εἰ ὁ Καλλικλῆς εὐθὺς ἐν ἀρχῇ τὸν Ἀριστείδην προὐτείνατο, ἤτοι μόνον εἰπὼν ἢ καὶ μετʼ ἐκείνων, ἡνίκʼ αὐτὸν ἤρετο Σωκράτης εἴ τινα τῶν παλαιῶν εἰπεῖν ἔχει, πῶς ἂν αὐτὸν ἐδέξατο, ἢ τί τὸ συμβαῖνον ἔμελλεν ἔσεσθαι περὶ τὸν λόγον; εἰ μὲν γὰρ κἀκεῖνον ἂν ὥσπερ καὶ τούτους εἶπε κακῶς, οὕτω καὶ τούτων ἕκαστον, ὡς ἔοικεν, εἴρηκεν. ὥσθʼ ὃν ἐπῄνεσεν, εἶπεν ἂν, εἰ συνέβη, κακῶς. εἰ δʼ οὐχ οἷόν τʼ ἦν αἰτιάσασθαι, τί ταύτης ἔδει τῆς φιλονεικίας, εἴ τινα τῶν παλαιῶν ἔχεις εἰπεῖν; ὁπότε γὰρ μὴ ἐνῆν ἅπαντας ἐλέγχειν, τί χρῆν κατὰ πάντων προκαλεῖσθαι; καὶ μὴν εἴ γε μηδὲν βλάβος ἦν τῷ λόγῳ μὴ ἐλέγξαι τὸν Ἀριστείδην, οὐδὲ τούτους ἐπάναγκες ἦν κακῶς εἰπεῖν. εἰ τοίνυν τὸν μὲν ἐπῄνεσε, τὸν δʼ ἔψεξεν αὐτῶν, τί πλέον προσεγίγνετʼ ἂν αὐτῷ; τὸ γὰρ ἀρχαῖον ἐκεῖνο ἔμενε, τὸ <q>ἐξαρκεῖ</q> καὶ τὸ <q>διπλοῦν <pb xml:id="v.2.p.389"/>  ἐστιν.</q> οὐ γὰρ δὴ προῄδει γʼ ὁ Σωκράτης ὅτι πάντων μᾶλλον ἢ ʼκείνου μνησθήσοιτο ὁ Καλλικλῆς· καὶ διὰ τοῦτʼ ἠρώτα θαρρῶν, ἀλλʼ ἐξῆν καὶ μόνον εἰπεῖν καὶ μετὰ τῶν ἄλλων κἀκείνου μνησθῆναι, καὶ οὕτως ἐξεχεῖτʼ ἂν ἅπασα ἡ περιβολή. τί δὴ φήσομεν διαφέρειν ἢ μετʼ ἐκείνων ἀναμὶξ αὐτὸν ἐπαινεῖσθαι κακῶς ἀκουόντων καὶ τοῦ Καλλικλέους εἰς μέσον ἐξ ἀρχῆς ἐνεγκόντος, ἢ μετὰ τὴν ἐκείνων κατηγορίαν τοῦτόν γʼ ἐπαινεῖσθαι καὶ τὸν μεμνημένον αὐτοῦ Σωκράτη αὐτὸν εἶναι; ἐγὼ μὲν οὐδὲν φήσαιμʼ ἂν διαφέρειν πρός γε τὸ συγχεῖσθαι τὸν λόγον. καὶ μὴν εἴ γε μόνου τις ἐμνημόνευσεν, οὐκ ἂν εἶχεν οὔτʼ ἐκεῖνον δή που οὔτε τούτους εἰπεῖν κακῶς. οὕτως οὐκ ἀνάγκη τούτους εἰπεῖν κακῶς. ἀλλʼ οἶμαι τοιοῦτόν ἐστιν, ᾧ καὶ μάλιστα δῆλός ἐστι τῶν ἀνδρῶν κατηγορῆσαι προθυμηθεὶς ἤδη Πλάτων καὶ πρῶτον εἰπεῖν τὸν Ἀριστείδην καὶ μόνον, καὶ προεώρα τὸν ἄνδρα ἐξ ἀρχῆς, καὶ οὐδεὶς </p></div></div></body></text></TEI>