<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="291"><p>παραπλήσιον; ἡ μὲν γὰρ γυμναστικὴ καὶ ἰατρικὴ οὐκ ἀρεταὶ δή που τοῦ σώματός εἰσιν, ἀλλʼ ἐπιστῆμαι περὶ τὴν τοῦ <pb xml:id="v.2.p.377"/> σώματος χρείαν, ἡ δὲ δικαιοσύνη τῆς περὶ τὴν ψυχὴν ἀρετῆς ἄντικρυς μόριόν ἐστιν. οὐδὲν οὖν ἄλλο ἢ σοφίζεται κατʼ ἐπωνυμίαν ὥσπερ παῖδα Σωκράτης τὸν Πῶλον. καὶ οὔπω ταῦτʼ ἐστὶ τὰ κάλλιστα, ἀλλʼ ὅτι καὶ τὴν σοφιστικὴν τῆς ῥητορικῆς ἀμείνονα λέγει, ὥσπερ τὴν γυμναστικὴν τῆς ἰατρικῆς καὶ τὴν νομοθετικὴν τῆς δικαιοσύνης, φυλάττων μὲν οἶμαι τὸν αὐτὸν ἐφʼ ἅπασι λόγον, τὸ δʼ αὐτὸ πταίων περὶ ἅπαντα, ὥσπερ οἱ τὸ πρῶτον σφαλέντες ἐν τοῖς διαγράμμασι, χρῶμαι δʼ αὐτοῦ Πλάτωνος τῷ παραδείγματι· καὶ τοτὲ μέν γέ φησι ταυτόν ἐστιν, ὦ μακάριε, ῥήτωρ καὶ σοφιστὴς, τοτὲ δʼ αὖ τὴν σοφιστικὴν κρεῖττον εἶναι τῆς ῥητορικῆς καὶ διαφέρειν.</p><p rend="align(indent)">ἀλλʼ ἵνα μὴ πάντα ἀκριβολογεῖσθαι δοκῶ, συγχωρήσωμεν τὸ αὐτὸ λέγειν αὐτὸν ἀεὶ, κρεῖττον τὴν σοφιστικὴν εἶναι. σκεψώμεθα δὴ πρὸς τί ποθʼ ἡμᾶς οὗτος ὁ λόγος προάγει. φανήσεται γὰρ ἐνταῦθα δὴ καὶ καθαρῶς πᾶσα ἡ ὕβρις, εἰ οἷόν τε εἰπεῖν. οὐκοῦν σοφισταὶ μὲν Πρωταγόρας καὶ Ἱππίας καὶ Πρόδικος καὶ οἱ περὶ τούτους, ῥήτορες δʼ αὖ Μιλτιάδης καὶ Κίμων καὶ Περικλῆς καὶ Θεμιστοκλῆς. φαίνεται δʼ αὖ τοὺς σοφιστὰς κατὰ τοὺς ἐν Ἅιδου κολαζομένους τιθεὶς καὶ καταλέγων, Καὶ μὴν Τάνταλον εἰσεῖδον καὶ τὸν δὲ μετʼ εἰσενόησα τοῖς ἐκ Νεκυίας αὐτοὺς κόσμοις τιμῶν, Πρόδικον μὲν ὡς Τάνταλον ὄντα, Ἱππίαν δὲ ὡς τὸ εἴδωλον τοῦ Ἡρακλέους. Πρωταγόρας δʼ αὖ μετὰ τούτων διαιτᾶται, μέρος τι τῆς οἰκίας κατειληφὼς καὶ τούτοις ἐνδείκνυσθαι βούλεται, καὶ ἔστι <pb xml:id="v.2.p.378"/>  θαυμαστὸς καὶ οὗτος τὴν φρόνησιν. ἐρωτᾷ δὲ Σωκράτης Ἀπολλόδωρον εἰ οὐκ αἰσχύνοιτο σοφιστὴν ἐθέλων παρέχειν ἑαυτὸν εἰς τοὺς Ἕλληνας. καὶ τί ἄν τις ἀγωνίζοιτο; ῥᾴδιον γὰρ καὶ τῷ τυχόντι γνῶναι τοῦτό γε, ὁπόσον τι Πλάτων ἀεὶ τῶν σοφιστῶν καταγελᾷ καὶ ὁπόσου τινὸς ἀξίους αὐτοὺς ἡγεῖται. ὅτε τοίνυν κρείττων μὲν ἡ σοφιστικὴ τῆς ῥητορικῆς, σοφισταὶ δὲ οὓς εἶπον οὗτοί εἰσι </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="292"><p> κατὰ τὸν Τάνταλον, καὶ τὸ γενέσθαι τούτων ἕνα καὶ τὸ λαβεῖν τὴν τούτων προσηγορίαν αἰσχύνη σαφὴς, ποῖ ποτε ἐκπίπτει τῆς ῥητορικῆς τὰ πράγματα, ἢ τί τῷ Μιλτιάδῃ καὶ τῷ Κίμωνι καὶ τῷ Περικλεῖ καὶ τῷ Θεμιστοκλεῖ καταλείπεται; ἆρα ἄλλο τι ἢ τῷ ὄντι ὥσπερ εἴδωλον ἔλαττον φέρεσθαι, καὶ τίς ταῦτα ἀνέξεται; καίτοι ὅταν οἱ μὲν σοφισταὶ μηδὲν τῶν ἐν Ἅιδου κολαζομένων διαφέρωσιν, οἱ δὲ ῥήτορες χείρους ἔτι τούτων ὦσι, καὶ μηδὲν αὖ τῶν μαγείρων οὗτοι σεμνότεροι, κωμῳδίαν δὲ καὶ τραγῳδίαν μὴ οὐδὲ διδάσκειν δέῃ τὸ παράπαν, ἀλλʼ ἐκκηρύττειν ἐκ τῆς ἀγαθῆς πόλεως, ὁ δὲ διθύραμβος κολακεία τις ᾖ, φαῦλον δʼ οἱ χοροὶ, κἂν παιᾶνας ᾁδωσιν, Ὅμηρον δὲ εἰσαλείψαντες ἐκπέμπωμεν ὡς οὐκ ἐπιτήδειον συνεῖναι τοῖς νέοις, ἀλλὰ ὄντα γόητα καὶ τοῦ πρὸς ἡδονὴν θηρευτὴν, πάντες δʼ ὦσι τοῦ μηδενὸς ἄξιοι, οὐ φροῦδα τὰ τῶν Ἑλλήνων πράγματα; ἢ πῶς οὐκ εἰς πονηρὸν κάτεισι τοῖς Ἕλλησι τὰ πράγματα; ἢ τοῦ ποτε λοιπὸν ἡμῖν ὁ Σωκράτης ἔσται βελτίων, εἰ πάντας ἐφεξῆς οὑτωσὶ διαγράψομεν καὶ ξενηλασίαν τοσαύτην τῶν Ἑλλήνων ποιησόμεθα, ὅσην οὐδʼ ἐν Λακεδαίμονί πω συμβᾶσαν ἀκούομεν; οὐ <pb xml:id="v.2.p.379"/>  οὐ πρὸς ἡμέρων ταῦτα καὶ δικαίων, ὥς φασιν οἱ πρῶτοι τῶν Ἑλλήνων Ὅμηρος καὶ Πλάτων. καὶ ταῦτʼ οὐχὶ Πλάτωνος λέγω καθαπτόμενος. πόθεν; μὴ μὲν οὖν ἔμοιγε κατʼ Αἰσχύλον μήτε παρασπιστὴς μήτʼ ἐγγὺς εἴη ὅστις μὴ φίλος τῷ ἀνδρὶ τούτῳ μηδὲ τιμᾷ τὰ πρέποντα· ἀλλʼ ὥσπερ ἔφη Λυσίας κοινὸν ἑαυτὸν εἶναι φίλον τῆς πόλεως, οὕτως καὶ περὶ ἡμῶν χρὴ διανοεῖσθαι κοινούς τινας εἶναι τοῖς Ἕλλησι φίλους, καὶ νῦν ὑπὲρ τῶν κοινῶν δικαίων ἀγωνίζεσθαι. οὔτοι φιλαθηναίου γέ ἐστι τὴν Ἀκαδημίαν μόνην ἀσπάζεσθαι τῆς Ἀττικῆς, τὴν δʼ ἄλλην ἅπασαν ὥσπερ ἐχθρὰν κρίνειν καὶ πολεμίαν· οὐδὲ γὰρ καταγελάστους ἀποφήναντα τοὺς ἄλλους ἅπαντας οὕτω καὶ τότε χρὴ Πλάτωνα θαυμάζειν ἀναμεῖναι. τοῦτο γὰρ οὐ Πλάτωνος ἂν εἴη τιμὴ, ἀλλʼ ἀτιμία τῶν ἄλλων μᾶλλον, σχεδὸν δέ τι καὶ αὐτοῦ Πλάτωνος. τὸ γὰρ ἡγεῖσθαι χρηστοῦ τινος </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="293"><p> ἄλλου κριθέντος μὴ εἶναι τούτῳ πλείονος ἀξίῳ δόξαι πῶς οὐ τοιοῦτόν ἐστιν; ἀλλʼ ὥσπερ Ὅμηρος ἐπαινεῖ λέγων <quote rend="blockquote">πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων·</quote> καὶ πάλιν <quote rend="blockquote">ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας, <l/> ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτερος ἦεν.</quote> καὶ ἑτέρωθι <quote rend="blockquote">Κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο, <l/> θηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν·</quote> οὕτως καὶ ἡμᾶς εἰκός ἐστιν ἔχειν πρὸς τοὺς ἐπαίνους, πρεσβεύειν μὲν ὃν ἂν βουλώμεθα καὶ ὃν ἂν ᾖ δίκαιον, μὴ διασύρειν δὲ οὓς οὐκ ἄξιον, μηδὲ νομίζειν τὴν πρὸς <pb xml:id="v.2.p.380"/>  τοὺς ἑτέρους ἀπέχθειαν ἀφορμὴν τῆς πρὸς τοὺς ἑτέρους πίστεως εἶναι, ἀλλʼ ἡγεῖσθαι παραπλήσιον νῦν ἡμᾶς ποιεῖν, ὥσπερ ἂν εἴ τις ἐν συμποσίῳ φίλων κοινῶν μαχομένων συστασιάζειν μὲν μηδετέροις ἀξιοίη, μηδʼ οὓς ἀδικεῖσθαι νομίζοι, πραΰνειν δʼ ἐπιχειροίη τοὺς ὑπάρξαντας καὶ διαλλάττειν εἰς τὸ δυνατόν. εἰ γὰρ τοῦ Πλάτωνα κακόν τι λέγειν ἀφέμενοι τοῖς ἀνδράσι τὰ πρέποντα ἀπεδώκαμεν, οὐκ ἀδικοῦμεν οἶμαι. ταῦτα γὰρ καὶ πολιτικὰ καὶ ἀνθρώπινα καὶ θεοῖς ἀρέσκοντα ἐκ τοῦ παντὸς χρόνου. δεῖ γὰρ καὶ τραγῳδίαν, ὦ Πλάτων, ἐπίστασθαι ἐπαινέσαι καὶ κωμῳδίαν γε ἃ προσήκει καὶ διθύραμβον καὶ χοροὺς, οὐδʼ ἂν ὅ γε Ἀπόλλων ἱστάναι χοροὺς προσέταττεν, εἰ πάντη φαῦλον ἦν, οὐδέ γε, ὃ τούτου μεῖζόν ἐστι, τὸν ἀποκτείναντα Ἀρχίλοχον, ὃς τὸ πάντων ἔξοχον καὶ δυσχερέστερον εἶδος τῆς ποιήσεως μετεχειρίζετο, τοὺς ἰάμβους, ἐξεῖργεν ἂν τοῦ νεὼ, φάσκων οὐκ εἶναι καθαρὸν, καὶ ταῦτʼ ἐν πολέμῳ τοῦ φόνου συμβάντος. ἀλλʼ ὅμως ἐτίμησε τὸν Ἀρχίλοχον καὶ Μουσάων γε θεράποντα προσεῖπεν, ἀλλʼ οὐκ ἀνθρώπων διάκονον οὐδενός. οὐ τοίνυν οὐδʼ Ἀρχίλοχος περὶ τὰς βλασφημίας οὕτω διατρίβων τοὺς ἀρίστους τῶν Ἑλλήνων καὶ τοὺς ἐνδοξοτάτους ἔλεγε κακῶς, ἀλλὰ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="294"><p> Λυκάμβην καὶ Χειδὸν καὶ τὸν δεῖνα τὸν μάντιν, καὶ τὸν Περικλέα τὸν καθʼ αὑτὸν, οὐ τὸν πάνυ, καὶ τοιούτους ἀνθρώπους ἔλεγε κακῶς. μὴ τοίνυν ἡμεῖς ἐκεῖνον ὑπερβαλώμεθα, μηδὲ Τιμοκρέοντος τοῦ σχετλίου πρᾶγμα ποιῶμεν, ἀλλʼ εἰδῶμεν εὐφημεῖν τὰ γιγνόμενα, καὶ ταῦτα παντὸς μᾶλλον δυνάμενοι, καὶ τὸ τοῦ Ὁμήρου νομίζωμεν εὖ ἔχειν <pb xml:id="v.2.p.381"/>  <quote rend="blockquote">οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται οὐδʼ ἠβαιόν.</quote> ἀλλὰ κἂν ἄλλο τι τοιοῦτον εἴη. διὸ τῆς ἐπιβαλλούσης μερίδος δικαίως ἂν μεταλαμβάνοι. εἰ δʼ ἄρʼ ἐπαινεῖν μὴ ἔχοιμεν, ἀλλὰ σιωπᾶν γε δήπουθεν ἔξεστιν. εἰ δʼ οὖν καὶ τἄλλα πάντα ἀτιμάζομεν, ἀλλʼ οὐ πρὸς ῥητορικὴν εἰκὸς ἦν οὕτω φιλονείκως οὐδὲ πικρῶς ἔχειν· εἰ δέ τοι καὶ πρὸς τοὺς ἄλλους ῥήτορας, ἀλλʼ οὐ πρός γε τοὺς ἀρίστους τῶν Ἑλλήνων, οὐδʼ οἷς μέγιστα ἀντὶ μεγίστων ὀφείλεται, καὶ οὐ μόνον παρὰ τῶν κατʼ ἐκείνους ἢ μετʼ ἐκείνους εὐθὺς γενομένων, ἀλλὰ καὶ παρὰ τῶν ὕστερον ὡς εἰπεῖν ἁπάντων.</p><p rend="align(indent)">ἔπειτα τῆς μὲν κωμῳδίας κατηγορεῖς, αὐτὸς δὲ κωμῳδεῖς Ἱππίαν, Πρόδικον, Πρωταγόραν, Γοργίαν, Εὐθύδημον, Διονυσόδωρον, Ἀγάθωνα, Κινησίαν, πάντας ἀνθρώπους. καὶ τὸ μὲν τοὺς ἄλλους ἔλαττον· ἀλλʼ αὐτὸν τὸν Ἀριστοφάνη τίς ἔσθʼ ὁ κωμῳδῶν; ὅτῳ πολὺ τῆς κωμῳδίας, φαίη τις ἂν, περίεστι. καὶ τὴν μέν γε τραγῳδίαν λοιδορεῖς, πάλιν δʼ ἐπαινῶν τι τῶν συγγραμμάτων τῶν σαυτοῦ, τοὺς Νόμους οἶμαι, τραγῳδίαν προσείρηκας, καὶ ἀρίστην τῶν τραγῳδιῶν ἐτίθεις, καὶ αὐτὸς ὁμολογεῖς τραγῳδίας εἶναι ποιητής· ἀληθῆ λέγων, ὡς ἐγὼ φαίην ἄν. ἀλλʼ εἴ τι φαῦλόν γε ἡ τραγῳδία καὶ φαύλων ἀνθρώπων, πῶς σε φῶμεν τραγῳδίαν ποιεῖν; οὐ γὰρ τό γε ὅλως αἰσχρὸν οὐδαμῶς ἔνι δή που ποιῆσαι καλόν. καὶ λέγεις μὲν ὡς οὐ χρὴ μιμεῖσθαι τοὺς φαύλους οὐδʼ ἀφομοιοῦν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="295"><p> αὑτὸν τοῖς χείροσιν, αὐτὸς δʼ οὐ πάνυ χρῇ τούτῳ διὰ τέλους, ἀλλὰ μιμεῖ σοφιστὰς, μιμεῖ συκοφάντας, μιμεῖ Θρασύμαχον τὸν οὐδεπώποτε ἐρυθριάσαντα, θυρωροὺς, παιδία, μυρίους. ἀλλʼ οἶμαι τὸ τῆς φύσεως Ἑλληνικὸν <pb xml:id="v.2.p.382"/>  καὶ εὔκολον καὶ εὔχαρι καὶ ποικίλον καὶ θεῖον ἐφʼ ἅπαντα ταῦτʼ ἄγον σε ποιεῖ μαρτυρεῖν ὅτι καὶ τούτων ἑκάστου χρῆσίς ἐστι καιρὸν ἔχουσα καὶ χάριν ἐμμελῆ. ὁρῶ δʼ ὅτι κἀν τῇ σεμνοτάτῃ τῶν πολιτειῶν μνησθείς τι καὶ περὶ τούτου Ἑλληνίδα τὴν πόλιν ἀξιοῖς εἶναι. δεῖν γὰρ αὐτὴν φῂς ὥς τι διάφορον δηλονότι. οὐκοῦν ταῦτά γε τῶν Ἑλλήνων ἐπιχώρια. καίτοι πῶς εἰκὸς ὑπὲρ μὲν τῶν ἀδήλων τὴν Πυθίαν κελεύειν ἐπερωτᾶν, ἃ δʼ ἡ Πυθία πολλάκις ἤδη καὶ πολλοῖς ἀνεῖλεν ὑπερβαίνειν ἑκόντα καὶ μὴ ἐθέλειν λογίζεσθαι; τί οὖν ἀνεῖλεν ἐκείνη πολλάκις ἤδη καὶ πολλοῖς; νόμῳ πόλεως πράττοντας ὀρθῶς ἂν πράττειν. μὴ τοίνυν ἡμεῖς κινῶμεν τὰ περὶ ταῦτα νόμιμα, ἄλλως τε καὶ αὐτοὶ πολλάκις αὐτοῖς χρώμενοι καί τινʼ εὐδοκιμοῦντες τρόπον καὶ τούτων ἕνεκα· ἐπεὶ καὶ τὸν διθύραμβον δόξειε μὲν ἄν τῳ ψέγειν, φαίνεται δʼ οὕτω τιμῶν ὥστε καὶ χρῆσθαι, καὶ ὅ γʼ ἔτι τούτου κάλλιόν ἐστιν, ὅτι καὶ αὐτὸς ὁμολογεῖ. φησὶ γάρ που λέγων οὐ πόρρω διθυράμβων φθέγγεσθαι. καίτοι εἰ καθάπαξ αἰσχρὸν ὁ διθύραμβος καὶ ἀγεννὲς καὶ ἀνελεύθερον, τί σὺ ποιεῖς διθυράμβους, εἰ δὲ μὴ, μιμεῖ γε, καὶ ταῦτʼ εἰς τοὺς πεζοὺς τελεῖν ταχθείς; ἢ τί σοι βούλεται τὸ μὴ πόρρω διθυράμβων φθέγγεσθαι; οὐ γὰρ δὴ τοῦτο λέγεις, μὴ πόρρω τῶν κολάκων καὶ τῶν διακόνων φθέγγεσθαι, οὔτε σὺ φαίης ἂν τοῦτό γε οὔθʼ ἡμεῖς κατὰ σοῦ πιστεύσομεν, ἢ κομιδῆ πάντʼ ἄνω καὶ κάτω γίγνοιτʼ ἄν. ἡγοῦμαι μὲν τοίνυν καὶ διθυράμβων εἶναι Πλάτωνα ποιητὴν ἄριστον· πῶς γὰρ οὔ; οὐ μὴν οὐδὲ τῶν Πινδάρου διθυράμβων ὅτι χρὴ καταγνῶναι τοιοῦτον οἷον Πλάτων ἐπῃτιάσατο ἔγωγʼ <pb xml:id="v.2.p.383"/>  </p></div></div></body></text></TEI>