<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="276"><p><q rend="allign(indent)">εἰ γὰρ καὶ τοῦτʼ ἐστὶ διπλοῦν, τὸ μὲν ἕτερον τούτου κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δʼ ἕτερον καλὸν, τὸ παρασκευάζειν ὅπως ὡς βέλτισται ἔσονται τῶν πολιτῶν αἱ ψυχαὶ, καὶ διαμάχεσθαι λέγοντα τὰ βέλτιστα, εἴτε ἡδίω εἴτʼ ἀηδέστερʼ ἐστὶ τοῖς ἀκούουσιν·</q> οὕτω θεὶς καὶ διελόμενος πάλιν πρὸς θάτερον φιλονείκως ἀπέκλινεν ἐπειπὼν ὅτι <q>ἀλλʼ οὐ πώποτε σὺ ταύτην εἶδες τὴν ῥητορικήν· ἢ εἴ τινʼ ἔχεις τῶν ῥητόρων τοιοῦτον εἰπεῖν, τί οὐ καὶ ἐμοὶ αὐτὸν ἔφρασας ὅστις ἐστί;</q> μὴ γὰρ ὅτι οὑτωσὶ λέγει τῷ ῥήματι, οὐ πώποτε εἶδες· μάλιστα μὲν γὰρ τί σοι τοῦτο διαφέρει, εἰ καὶ μὴ εἶδον, ἔχω δʼ εἰπεῖν. ἔπειτʼ οὐδὲ οὓς ἐλέγχει δὴ τούτους, τῶν τότε ὄντας ἐλέγχει ῥητόρων, οὐδʼ οὓς εἶδεν ὁ Καλλικλῆς, ἀλλʼ οὓς ἀκούειν αὐτὸν εἰκὸς εἶναί φησιν. οὐκοῦν ὅτε τούτους ἐλέγχειν πειρᾶται, κατὰ πάντων ἐθέλει λέγειν. οὕτω κατηγορῶν μὲν ὡς ἁπλῶς κακοῦ τῆς ῥητορικῆς ἠναγκάσθη διπλοῦν αὐτὸ θέσθαι, θέμενος δὲ διπλοῦν αὖθις αὖ τοῦτʼ ἀναιρεῖν πειρᾶται τῷ κατὰ πάντων ἐθέλειν λέγειν. δῆλον δὲ καὶ τοῖς ἀμοιβαίοις. ἔχει γὰρ οὑτωσὶ <q>ἀλλὰ μὰ τὸν Δίʼ οὐκ ἔχω σοι εἰπεῖν τῶν νῦν ῥητόρων οὐδένα. τί δαί; τῶν παλαιῶν ἔχεις τινʼ εἰπεῖν;</q> δῆλον ὅτι ὡς οὐδʼ ἐκείνων οὐδενὸς χρηστοῦ γεγενημένου. τί γὰρ ἂν βουλόμενος ἢ τούτους ἔψεγε τῶν παλαιῶν ὄντας, ἢ ʼκεῖνον ὅλως εἴ τινα τῶν πάντων εἰπεῖν ἔχει προὐκαλεῖτο; καίτοι πῶς οὐκ ἐναντίον περιφανῶς λέγειν μὲν ὡς οὔπω ταύτην εἶδε τὴν ῥητορικὴν, ὅπερ αὐτῷ βούλεται μηδένα πω τοιοῦτον γεγενῆσθαι ῥήτορα, πάλιν δʼ ἀποφαίνειν ὡς Ἀριστείδης τοιοῦτος εἴη <pb xml:id="v.2.p.359"/>  γεγονώς; τούτων γὰρ ἀνάγκη δή που θάτερον ψεῦδος εἶναι. καὶ πρὸς τοσοῦτον ἧκε τοῦ διαφωνεῖν αὐτὸς αὑτῷ ὥσθʼ ἅμα μὲν λέγειν ὡς οὐδεὶς Ἀθήνησι πολίτης εἴη </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="277"><p>ἀγαθὸς γεγενημένος, ἅμα δʼ ὡς καὶ ἄλλοθι τοιοῦτοι γεγόνασι μαρτυρεῖν, καὶ προσμαντεύεσθαί γε ὅτι καὶ γενήσονται.</p><p rend="align(indent)">ἴσως δʼ ἄν τις κἀκεῖνο θαυμάσειεν, ὅτι τέτταρας μὲν ἐφεξῆς εἶπε κακῶς, καὶ ταῦτα τῶν Ἑλλήνων οὐ τοὺς φαυλοτάτους, ἑνὸς δὲ πρὸς εὐφημίαν ἐμνήσθη μόνου, καὶ παρῆλθε μὲν, Νικίαν τὸν Νικηράτου, καὶ ταῦτα τῶν ἐφʼ αὑτοῦ ῥητόρων ὄντα, ὅτι μὴ καὶ τούτου πρὸς διαβολὴν μᾶλλον ἐμνημόνευσεν ἐν ᾧ γʼ ἐμνημόνευσε μέρει τοῦ λόγου. οὐ γὰρ τῆς γε πολιτείας αὐτοῦ λόγον οὐδένα ἐποιήσατο. καίτοι Νικίας οὕτως ἦν πόρρω τοῦ πρὸς ἡδονὴν τοῖς πολίταις δημηγορεῖν καὶ τοῦ τὰς ἐπιθυμίας συναύξειν αὐτοῖς, ὥστε κρατοῦντας μὲν τῷ προτέρῳ πολέμῳ Λακεδαιμονίων τοσοῦτον ἔπεισεν εἰρήνην ποιήσασθαι καὶ μηδὲν πλέον ζητεῖν, πάλιν δὲ τινῶν τῶν Σωκράτους μὲν ἀκηκοότων πολλὰ δὴ καὶ πολλάκις περὶ τούτων, πειθομένων δʼ οὐ πάνυ τοῖς ἐκείνου λόγοις, ἐναγόντων Ἀθηναίους πλεῖν εἰς Σικελίαν καὶ πράγμαθʼ αἱρεῖσθαι πρὸς ἅπαντας ἀνθρώπους, ἁπάσας ἠφίει φωνὰς, ἀντιλέγων ὑπὲρ τοῦ βελτίστου καὶ διαμαχόμενος ὡς οἷά τις ἂν τῶν ἐπʼ ἔσχατον ἡκόντων φιλοσοφίας. εἰ δὲ τοὺς μὲν ὡς τῷ δήμῳ προσκειμένους κόλακας προσεροῦμεν, τοῖς δʼ ὡς ὀλιγαρχικοῖς ἐπιτιμήσομεν οὑτωσὶ διʼ ἀπορρήτων, καὶ τὰ μὲν οὐκ ὄντα ἐλέγχειν πειρασόμεθα, διʼ ὧν δʼ ἐλεγχόμεθα ἑκόντες παραλείψομεν, οὐκ ἔστιν ὅπως οὐ λαβήν τινι τῶν ῥητόρων δώσομεν. χρῆν μὲν οὖν ἴσως καὶ Νικίαν εἶναί τι <pb xml:id="v.2.p.360"/>  συγχωρῆσαι, κἂν εἰ μὴ ἐπαινεῖν αὐτὸν ἐβούλετο, οὑτωσὶ μεμνημένον, αἰσχυνθῆναί τε παρʼ αὐτῷ καὶ τὴν πολιτείαν αὐτοῦ νομίσαι τοῖς κατὰ πάντων λόγοις ἐμποδὼν εἶναι. εἴτε γὰρ καὶ τοῦτον ἃ τοὺς ἄλλους ἔψεγεν οὐκ ἀληθῆ λέγων ἂν ἐφαίνετο εἴτʼ οὐδὲν ἔχων τοῦτον αἰτιάσασθαι πάντας ὁμοίως ἔλεγε κακῶς, οὐδʼ οὕτως ἀληθὴς ὁ λόγος. καὶ μὴν ὅτι καὶ τοῦτον κακῶς εἴρηκε δῆλον. ἔστι γὰρ εἷς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="278"><p> τῶν ἐπʼ ἐκείνου ῥητόρων, τούτους δʼ ἅπαντας εἴρηκε δή που κακῶς. εἰ δʼ ἄρα καὶ τὸν Νικίαν εὐκαταφρόνητον ἡγεῖτο, ἀλλʼ οὐχ ὅ γε δή που Σόλων ἐλάνθανεν αὐτὸν ὅσου τινὸς ἄξιος γένοιτο ἐπὶ τῶν προτέρων τῇ πόλει. οὐ γὰρ καὶ περὶ ἐκείνου γʼ ἔμελλεν ἐρήσεσθαι τίνα βελτίω τῶν δούλων ἢ τῶν ἐλευθέρων ἐποίησεν, οὐδʼ ὡς ἄνευ τάξεως καὶ κοσμιότητος τὴν πόλιν φόρων καὶ φλυαριῶν ἐνέπλησεν ὀνειδιεῖν. ἀλλʼ εἰ μὴ ἐκεῖνος αὐτοὺς νομίμους καὶ κοσμίους ἐκ τῶν δυνατῶν ἐποίησεν, ἄλλος γέ τις ἂν δόξειεν. ἐκεῖνος μέντοι παρὸν αὐτῷ στασιαζούσης τῆς πόλεως ὁποτέρων βούλοιτο προστάντι τυραννεῖν, ἀπεχθάνεσθαι μᾶλλον ἀμφοτέροις εἵλετο ὑπὲρ τοῦ δικαίου· καὶ τῶν μὲν πλουσίων ὅσον καλῶς εἶχεν ἀφεῖλε, τῷ δήμῳ δʼ οὐκ ἔδωκεν ὅσον ἐβούλετο, ἔστη δʼ ἐν μεθορίῳ πάντων ἀνδρειότατα καὶ δικαιότατα, ὥσπερ τινὰς ὡς ἀληθῶς ἐκ γεωμετρίας περιγραπτοὺς φυλάττων ὅρους· καὶ οὔτε φόβος τῶν ἰσχυροτέρων οὔτε τιμὴ παρὰ τῶν πολλῶν οὔτʼ ἄλλο τοιοῦτον οὐδὲν προηγάγετο αὐτὸν, οὐδʼ ἐξέστησεν, οὐδʼ ἐπῆρε παρʼ ἃ βέλτιστα ἡγεῖτο πρᾶξαί τι. οὕτως οὔτʼ αὐτὸς ᾤετο δεῖν τοῦ ἰδίου ἕνεκα τοῦ αὑτοῦ δημηγορεῖν καὶ τοῦ τοῖς ἄλλοις ἀποπιμπλάναι τὰς ἐπιθυμίας παμπληθὲς ἀπεῖχε. καίτοι τί φησι Πλάτων; εἰς τοὺς ποιητὰς αὐτὸν <pb xml:id="v.2.p.361"/>  τιθέναι. νὴ Δία τῶν τριμέτρων ἕνεκα καὶ τῶν ἐλεγείων. ἔστω ταῦτα. σὺ τοίνυν αὐτὸς φῂς ὅτι εἴ τις τῆς ποιήσεως περιέλοι τὸ μέτρον καὶ τὸν ῥυθμὸν, δημηγορία δὴ τὸ λειπόμενόν ἐστιν. ὥστʼ εἰ καὶ μηδεπώποτʼ ἐφθέγξατʼ ἐπὶ τοῦ βήματος, τὰ δὲ ποιήματα ᾖδε μόνα, κατά γε σὲ καὶ τὴν σὴν ψῆφον ἐδημηγόρει. ἢ πρὸς θεῶν ἂν μέν τι δέῃ κακῶς εἰπεῖν ἐκ ποιητικῆς ῥητορικὴν, ἕν τι καὶ ταυτὸν εἶναι φήσομεν, ἢ μικρόν τι διαλλάττειν, ὅταν δʼ ὡς ἀληθῶς οἱ ποιηταὶ ῥητορεύωσι καὶ τὰ βέλτιστα καὶ τὰ χρησιμώτατα ἀκούειν λέγωσιν, ἄλλο τι τοῦτʼ ἤδη φήσομεν εἶναι καὶ διαφέρειν πολλῷ τινι; οὔκουν δίκαιόν γε οὐδʼ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="279"><p> εἰκός. καίτοι Σόλων τὰ μὲν εἰς Μεγαρέας ἔχοντα ᾆσαι λέγεται, τοὺς δὲ νόμους οὐκ ᾖδε περιιὼν, οὐδὲ τοὺς λόγους τοὺς ὑπὲρ τῶν εὐπόρων πρὸς τὸν δῆμον, οὐδὲ τοὺς ὑπὲρ τῶν πολλῶν πρὸς τοὺς πλουσίους οὐκ ᾖδεν, οὐδʼ ὅσα ἄλλα ἐπολιτεύετο, οὐκ ᾁδων οὐδʼ ἐν μέτροις ἐπολιτεύετο, ἀλλὰ τῷ τῆς ῥητορικῆς τύπῳ καθαρῶς χρώμενος, ἐν οἷς ἅπασι κάλλιστα ἐπέδειξεν ὅτι τῷ γε ὀρθοτάτῳ τῶν λόγων αὐτὸς ἂν εἴη ῥήτωρ καὶ σοφὸς, ἀμφοτέρας γοῦν ἔσχε τὰς ἐπωνυμίας τε καὶ δυνάμεις, καὶ ὅτι γε ἡ ῥητορικὴ καὶ ἡ νομοθετικὴ τῆς αὐτῆς εἰσι φύσεως. ἀλλʼ οὐ μὰ Δίʼ οὐχ ἡ ῥητορικὴ τοσούτῳ χείρων τῆς νομοθετικῆς ὥστε τοῦ δευτέρου καὶ χείρονος εἴδωλον εἶναι κατεψευσμένον. καὶ μὴν εἰ τῶν ἄλλων μηδεὶς μηδένα τῶν ἐφʼ αὑτοῦ βελτίω ποιήσας φαίνεται, Σόλων γε καὶ τοὺς μέλλοντας Ἀθηναίων ἔσεσθαι φαίνεται βελτίους εἰς ὅσον ἐξῆν πεποιηκὼς, καὶ ταῦτά γε ἃ μάλιστα Πλάτων σπουδάζει. νομίμους γὰρ καὶ <pb xml:id="v.2.p.362"/>  δικαίους καὶ τάξιν σώζοντας ἠξίωσε ποιῆσαι τὸ καθʼ αὑτόν. οἶμαι δʼ οὐκ Ἀθηναίους μόνον, ἀλλὰ καὶ πολλοὺς ἄλλους τῶν Ἑλλήνων, οἳ τοῖς ἐκείνου χρῆσθαι νόμοις ἔγνωσαν. εἶτα τούτου μὲν οὐ μέμνηται Πλάτων, ἑτέρους δʼ ἐξετάζει τινάς. καὶ τὸν μὲν Ἀριστείδην ἐπαινέσας, γεγόνασιν, ἔφη, καὶ ἄλλοι, καὶ τοσοῦτον ἀρκεῖν ἡγήσατο προσθεῖναι· ἐπʼ ἐκείνων δʼ οὐ ταυτὸν τοῦτʼ ἐποίησεν, οὐδʼ εἰ μηδʼ οἷός τʼ ἦν κατασχεῖν ἑαυτὸν, ἕνα τινʼ αὐτῶν κακῶς εἰπὼν ἀπηλλάγη, ἀλλὰ πάντων ἐφεξῆς κατέδραμε. καίτοι τί τὸ κωλῦον ἦν ὥσπερ ἐνταῦθα ἑνὸς μνησθεὶς τοὺς ἄλλους παρῆλθεν, οὕτω κἀκεῖ μὴ πάντας κακῶς λέγειν ὀνομαστί; νῦν δʼ ὥσπερ ὡς ἀληθῶς τέταρτον μόριον τῇ πολιτικῇ νέμων παρὰ τὴν κολακείαν ἑνὸς μὲν ἐπʼ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="280"><p> εὐφημίᾳ, τεττάρων δʼ ἐπὶ τοῖς ἑτέροις ἐμνημόνευσεν. ὅτι τοίνυν οὐδʼ ὃν ἐπῄνεσεν οὐδαμῶς ἐν καιρῷ τοῖς λόγοις ἐπῄνεσε τοῖς ἑαυτοῦ, ἀλλὰ κἀνταῦθα οὗ ἥκιστα αὐτῷ συνέφερεν ἐμνημόνευσεν, ὑπερβολὴ μὲν εἶναι δόξει τις, ὅμως δʼ ἔγωγε καὶ τοῦτο οὐ χαλεπῶς οἴομαι δείξειν. κατηγόρηκε γὰρ τοῦ Μιλτιάδου καὶ Κίμωνος καὶ Θεμιστοκλέους δὴ καὶ Περικλέους, ὅτι τῷ δήμῳ προσέκρουσαν, καὶ μέγιστον τοῦτο σύμβολον πεποίηται τοῦ μηδὲν βελτίους ὑπʼ αὐτῶν Ἀθηναίους γεγονέναι, προσῆκον, εἴπερ γε ἦσαν αὐτοὶ δίκαιοι καὶ δικαίους ἐποίουν. τὸν δὲ Ἀριστείδην ἐπῄνεκεν ὡς καλὸν κἀγαθὸν καὶ δίκαιον. φαίνεται δὲ καὶ οὗτος οὐδὲν πρᾳοτέρων τῶν Ἀθηναίων τυχὼν εἰς αὑτὸν, ἀλλὰ καὶ αὐτὸς ἐξοστρακισθεὶς εὖ καὶ καλῶς, καὶ νὴ Δίʼ, ὡς ἐγᾦμαι, πρότερος μὲν τοῦ Κίμωνος, πρότερος δὲ καὶ τοῦ Θεμιστοκλέους. ἑλοῦ δὴ κἀνταῦθα ὁπότερον βούλει δυοῖν. εἰ μὲν γὰρ ἐκ τῶν συμφορῶν δεῖ τοὺς ἄνδρας θεωρεῖν, κἂν <pb xml:id="v.2.p.363"/>  ὁ δῆμός του καταψηφίσηται, φαῦλον εὐθέως ἡγεῖσθαι, οὐδὲν βελτίων ἐκείνων οὗτος· οὐδὲ γὰρ αὐτὸς ἀθῶος φαίνεται διαφυγὼν, ἀλλὰ ταὐτὰ παθὼν ἐκείνων ἐνίοις· εἰ δʼ αὖ μηδὲν κωλύει τὸν Ἀριστείδην χρηστὸν νομίζεσθαι, μηδʼ εἰ πολλάκις ἐξωστρακίσθη, τί λέγεις κατʼ ἐκείνων ὡς ἰσχυρὸν τὸ προσκροῦσαι; τὸ γὰρ αὐτὸ δίκαιον ἐπʼ ἀμφοῖν, καὶ οὐδʼ αὐτὸς ἐκεῖνος ἄλλως ἂν, εἰ περιῆν, ἔφη, δίκαιός γε ὢν, ὡς σὺ φῄς. ἢ τοίνυν καὶ τοῦτον ψέγειν ἢ μηδʼ ἐκείνους αἰτιᾶσθαι προσῆκον ἐκ τῶν αὐτῶν δείκνυται. ὡς τοίνυν καὶ πάντας ἐπαινεῖ λαμπρῶς καὶ οὐ μόνον ἐξ ὧν τῆς αἰτίας ἀφῆκεν αὐτοὺς ἣν ᾐτιάσατο, οὐδʼ ἐξ ὧν τῷ γε Ἀριστείδῃ τὴν πρέπουσαν εὐφημίαν ἀπέδωκεν, οὐδὲν κύριόν ἐστι τῶν βλασφημιῶν, ἀλλὰ καὶ ἐξ ὧν ἄντικρυς ταὐτὰ ἐμοὶ φθέγγεται, περὶ τούτων βραχὺς ἀρκέσει μοι λόγος. ὁ γὰρ τοὺς Μαραθῶνι προκινδυνεύσαντας ἐπαινῶν εἰς ἀρετὴν καὶ φάσκων πατέρας τῆς ἐλευθερίας τοῖς </p></div></div></body></text></TEI>