<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="261"><p>μειζόνων ἐκτίνοντας, μηδʼ εἰς αὐτὴν τὴν σωτηρίαν ἀπομνημονεῦσαι, πῶς οὐ πολλῆς ἄν τις φήσαι τῆς ἀτοπίας εἶναι, καὶ τό γʼ αὐτὸν ἐκεῖνον τὰ μὲν ἄλλα σοφίζεσθαι, τῶν δʼ εἰς τὴν ἀπολογίαν ἀπορῆσαι, καὶ ταῦθʼ οὕτω ῥᾳδίαν οὖσαν καὶ τῶν πραγμάτων αὐτῶν βοηθούντων; ἀλλʼ ὑπὲρ μὲν τῶν ἄλλων σοφὸς ἦν, αὐτὸν δʼ ὠφελεῖν οὐκ εἶχε, καὶ ταῦτα τὸν περὶ τῆς ψυχῆς τρέχων, ὃν χρῆν, εἰ καὶ ἐν τοῖς Τρωσὶν ἐκρίνετο, συλληφθεὶς ὑπὸ τῆς σοφίας ἔχειν ἑαυτὸν ἂν σῶσαι. ὁ δὲ τῶν φίλων καὶ τῶν συμμάχων καὶ ὧν εὐεργέτης ἦν χαλεπωτέρων ἢ τῶν πολεμίων ἀπῄει τυχὼν, καὶ πάσας τὰς ἄλλας εὑρίσκων μηχανὰς μίαν οὐχ <pb xml:id="v.2.p.341"/>  εὗρεν ὅπως σωθήσεται. ἀλλʼ ἐπειδὴ κατεψηφίσαντο ἀδικεῖν αὐτοῦ, οὐ ταυτὸν τοῖς Ἀθηναίοις ἐποίησαν· οὐ γὰρ χρημάτων ἐτίμησαν οὐδὲ φυγῆς οὐδʼ ὅσον δέκα ἔτη μετέστησαν, ἀλλʼ ἄρδην ἀπέκτειναν. οὕτω μέχρι μὲν τοῦ μὴ κατὰ νοῦν ἀγωνίζεσθαι καὶ τοῦ τῶν συκοφαντῶν ἔλαττον ἔχειν κοινωνεῖ τῷ Παλαμήδει τῆς τύχης ἡμῖν ἡ τοῦ Περικλέους φατρία, τὰ δʼ ἐφεξῆς καὶ διαφέρει, καὶ οἵ τε Ἀθηναῖοι συμπάντων τῶν Ἑλλήνων ἡμερώτεροι πολλῷ τινι φαίνονται καὶ οἱ ῥήτορες αὖ τῶν ῥητόρων πρᾳότερον ἐπταικότες, καὶ ταύτῃ γε σοφώτεροι τοῦ Παλαμήδους ὄντες, τοσοῦτον, εἰ μή τι ἄλλο, πεῖσαι δυνηθέντες, ὡς οὐ θανάτου γʼ ἄξιοι τοῖς Ἀθηναίοις εἶεν, οὐχ ὥσπερ ἐκεῖνος οὐδʼ εἰς τὸ τίμημα χρήσιμος οὐδὲν ἦν αὑτῷ. ἀλλʼ οἶμαι καὶ Παλαμήδει καὶ Μιλτιάδῃ καὶ Περικλεῖ καὶ πᾶσιν ἀνθρώποις μέτεστι τῆς κοινῆς ἀπολογίας ἣν αὐτὸς Πλάτων ἐνδίδωσιν, ἧς ἀρτίως ἐμνήσθην, ὡς τύχαι καὶ καιροὶ τὰ τῶν ἀνθρώπων ἄγουσι πράγματα, ἐπεὶ καὶ ὃ προσδιωρθώσατο καὶ προσέθηκε πρὸς τῷ θεῷ καὶ τῇ τύχῃ καὶ τὴν τέχνην τρίτον ὡρίσατο, εὖ φρονῶν. φησὶ γοῦν οὕτως <q>ἡμερώτερον μέντοι τρίτον συγχωρῆσαι τούτοις δεῖν ἕπεσθαι τὴν τέχνην.</q> ἄριστά γε καὶ θειότατα, ὦ Πλάτων, ὡς ἀληθῶς. εἰ τοίνυν καὶ τῇ τάξει καὶ τῇ δυνάμει τρίτον </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="262"><p> ἡ τέχνη, πῶς ἀποχρῶν ἂν εἴη καθάπαξ; ἢ πῶς ἄν τις τὸ ἐλάχιστον καὶ τὸ φαυλότατον τῶν πλειόνων καὶ τῶν μειζόνων ἀξιοίη κρατεῖν; οὐκ ἔστιν ὅπως δικαίως. μὴ τοίνυν θαυμάσῃς, εἰ Περικλῆς ἔχων ἐπιστήμην καὶ τέχνην τοῦ θεοῦ καὶ τῆς τύχης ἡττᾶτο, μηδʼ ἀμνημόνει τῶν καιρῶν, οὓς αὐτὸς φῂς οὐκ ὀλίγον δύνασθαι, οἷς οὐ <pb xml:id="v.2.p.342"/> πρᾳοτάτοις ἐκεῖνος τότε χρησάμενος φαίνεται. πολλὰ καὶ παράδοξα κατʼ ἀνθρώπους καὶ γέγονε καὶ γενήσεται. ὧν ἐστι καὶ τὰ τούτοις τοῖς ἀνδράσι συμβάντα. τίς δʼ οὐκ ἂν φαίη; ἀλλʼ οὔπω ταῦτʼ ἐστὶν ἔλεγχος κατʼ αὐτῶν ὡς οὔτε ἠπίσταντο χρηστὸν οὐδὲν οὔτʼ ἠδύναντο βελτίους ποιεῖν, ἀλλʼ ἐξῆν αὐτοῖς τήν τε τέχνην ἔχειν δήπουθεν καὶ τὸ χρηστοὺς εἶναι, εἰ καὶ τῶν μειζόνων ἐπικουριῶν ἔν γε τῷ τότε ἐστέρηντο· μηδέ γʼ ἐλάττους φῶμεν αὐτοὺς τῶν ἀντιπάλων γενέσθαι, μὴ δῆτα ἡμεῖς γε, ἀλλʼ ὥσπερ ὀλισθεῖν κρείττους ὄντας τοῖς ὅλοις. ἐκράτει Κλέων Περικλέους. ὁ δέ γε αὐτὸς οὗτος καὶ Λακεδαιμονίων ποτὲ, ὡς ᾤετο, καὶ δεδεμένους γε ἤγαγεν ἐν πέδαις Ἀθήναζε, καὶ ὃ τούτου μεῖζον εἶναι δοκεῖ, καὶ χρόνον προειπὼν ἡνίκʼ ἐξῄει, καὶ τοῦτον οὐ πλεῖστον, ἀλλʼ ὅσον εἴκοσιν ἡμερῶν, ἀλλʼ ὅτι γʼ οὐ πάνυ κρείττων ἦν τῶν Λακεδαιμονίων ἔδειξεν Ἀμφίπολις, πρὸς ἣν μαχόμενος οὐ πολὺ τῷ Βρασίδᾳ παρέσχε τὸ ἔργον. ἀλλὰ κἀκείνου τεθνεῶτος ἤρκεσε πελταστὴς Μυρκίνιος φεύγοντα βαλὼν ἀποκτεῖναι, ὥς φησιν ὁ μηνυτής. ὁ δέ γε αὐτὸς οὗτος λέγει καὶ περὶ τῶν ἑκατέρωθεν νεκρῶν ὡς οὐκ ὀλίγον τὸ διάφορον συνέβη γενέσθαι. ἑπτὰ γὰρ οἶμαι πρὸς ἑξακοσίους ἀντιλογίζεται. οὕτω τοίνυν κἀν τῇ δίκῃ οὐ τῶν Περικλέους λόγων οὐδὲ τῆς ἐπιστήμης ἐκράτησεν, οὐδέ γε ὡς ἀνεπιστήμονος περιεγένετο, ἀλλʼ ἀπέλαυσε τοῦ καιροῦ, ὥσπερ κἀν τῇ Πύλῳ τῇ τύχῃ καὶ τῷ καιρῷ προσεχρήσατο· ἐπεὶ Περικλῆς γε καὶ τεθνεὼς ἐκράτει Κλέωνος, εἰ δεῖ τἀληθὲς εἰπεῖν. μέγα δὲ σημεῖον· </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="263"><p> τὸν μὲν γὰρ οὐδεὶς ἦν ὅστις οὐκ ἂν εὔξαιτο ἀναστῆναι, ὥστε κἀν τοῖς δράμασιν ὡς ἀνεστῶτα ὁρῶντες εὐφραίνοντο, <pb xml:id="v.2.p.343"/>  τὸν δʼ οὐκ ἔστιν ὅστις οὐκ ἂν ἐβούλετο ἀντʼ ἐκείνου κεῖσθαι. τοσούτῳ κρείττων ἦν τεθνεὼς Περικλῆς ἐκείνου ζῶντος.</p><p rend="align(indent)">πάρες οὖν τοῖς συκοφάνταις ταῦτα, αὐτὸς δὲ πάλιν σαυτοῦ τι μνημόνευσον. ὅτι γὰρ οὐδὲν οὔτε τῶν ἀδυνάτων οὔτε τῶν ἀπεικότων καὶ τὰ βέλτιστα λέγοντας ὑπὲρ τοῦ δήμου τῷ δήμῳ προσκροῦσαι, ἀλλὰ καὶ τοῦτʼ αὐτὸ τῶν συμφορῶν ἐπιεικῶς αἴτιον γίγνεται, τὸ μὴ βούλεσθαι τῆς ὀρθοτάτης ἀφεῖσθαι γνώμης, οὐ τῶν μάντεων ἀκούσαντα δεῖ γνῶναι, ἀλλʼ ὁ πολλῶν δήμων καὶ πόλεων ἀντάξιος Πλάτων ὁ τοῦ Ἀρίστωνος διαμαρτύρεται διαρρήδην οὑτωσὶ λέγων, καὶ ταῦτʼ ἐν αὐτοῖς οἷς Σωκράτης ἐκινδύνευσεν οὐχὶ δικαίως αὐτῷ. τίνα οὖν ἐστι τὰ ῥήματα; <q>οὐ γὰρ ἔστιν ὅστις ἀνθρώπων σωθήσεται οὔθʼ ὑμῖν οὔτʼ ἄλλῳ τινὶ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πόλλʼ ἄδικα καὶ παράνομα ἐν τῇ πόλει γενέσθαι, ἀλλʼ ἀναγκαῖόν ἐστι τὸν τῷ ὄντι μαχούμενον ὑπὲρ τοῦ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν, ἀλλὰ μὴ δημοσιεύειν.</q> εἶεν, ὦ φιλότης. εἶτα ἔτι θαυμάζεις εἰ Μιλτιάδης καὶ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων προσέκρουσαν Ἀθηναίοις, τὰ βέλτιστα λέγοντες αὐτοῖς καὶ φεύγοντες τὰ πρὸς ἡδονήν; ἀλλὰ μὴν αὐτός γʼ ἔφης ἐντεῦθεν ὡρμῆσθαι τοὺς κινδύνους, καὶ οὐδʼ ὀλίγον χρόνον ἐγχωρεῖν διαφεύγειν. πότερον οὖν εἰ προσέκρουσαν θαύμαστόν ἐστι καὶ τοῦτʼ ἄξιον αὐτῶν κατηγορεῖν, ἢ ʼκεῖνο πολλῷ μᾶλλον ἄξιον αὐτῶν θαυμάσαι, ὅτι τόν γε τοσοῦτον χρόνον διεγένοντο, καὶ μήτε θᾶττον τοῦτʼ ἔπαθον μήθʼ ὅτε καὶ προσέκρουσαν θανάτῳ γʼ ἐζημιώθησαν, ἀλλὰ μέσην τινὰ ὁ δῆμος <pb xml:id="v.2.p.344"/> ἐχώρησε, καὶ τῇ μὲν ὡς εὖ καὶ καλῶς ὑπʼ αὐτῶν ἀχθεὶς ᾐσχύνθη καί τινα πρᾳότητος τύπον διεσώσατο, τῇ δὲ οὐκ ἠδυνήθη τὴν τοῦ πράγματος φύσιν διαφυγεῖν, ἀλλʼ ὧν δήμῳ προσῆκεν ἁμαρτεῖν, μέρος γοῦν τι μετέσχεν; ἡδέως </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="264"><p> δʼ ἂν ἐροίμην, ὅστις βούλεται δέξασθαι τὸ ἐρώτημα ὑπὲρ Πλάτωνος, αὐτὸς δὲ δὴ τί μαθὼν ἡμῖν ὁ Πλάτων οὐκ ἐπολιτεύσατο; ἆρʼ ἄλλο τι φήσειεν ἂν ὁστισοῦν ἢ τὸ αὐτὸ τοῦτο ὅπερ καὶ Σωκράτης λέγων ἐκείνῳ φαίνεται; τί μὴν ἕτερον; εἶθʼ ἃ φοβηθεὶς μὴ πάθῃς οὐκ ἐδημηγόρεις, ταῦτʼ εἴ τις ἐκείνων πέπονθεν, ὡς οὐ τὰ βέλτιστα συνεβούλευεν ἰσχυρίζει; καὶ μὴν εἰ μὲν οὐδεὶς ἐπῆν κίνδυνος, τοῦ χάριν οὐδὲν ὤνησας τὴν πατρίδα; εἰ δʼ ἕτοιμον ἦν ἀπολωλέναι, τί θαυμάζεις εἴ τις ἐκείνων ἐχρήσατο συμφορᾷ καὶ τῷ τὰ βέλτιστα λέγειν τιθεὶς αὐτὸς ἕπεσθαι τὸ κινδυνεύειν, ἐκείνους ἐξ ὧν ἠτύχησαν ἀποστερεῖς τὸ λέγειν τὰ βέλτιστα; φέρε δὴ κἀκεῖνο σκεψώμεθα· ὁπότʼ ἦν ἐν τῷ τὰ δίκαια πράττειν προαιρεῖσθαι τοιοῦτόν τι λαβεῖν παρʼ αὐτῶν, πότεροι πρὸς θεῶν πῶς ἂν εὐπρεπῶς εἴποιμι κοινότεροι τὴν γνώμην, καὶ εἰ μὴ τὸ ὅλον βελτίους, τῇ γε πόλει χρησιμώτεροι, πότερʼ οἵτινες προορώμενοι τὸν προσόντα κίνδυνον εἶτʼ ἐκποδὼν ἔστησαν, ἢ οἵτινες εἰδότες οὐκ ἀπώκνησαν; ἐμοὶ μὲν γὰρ δοκεῖ τὸ μὲν μηδὲν εἰπεῖν αἰσχρὸν κοινὸν ἀμφοῖν εἶναι, τὸ δʼ ἐγχειρῆσαι τὰ βέλτιστα εἰπεῖν τοῦ μηδʼ ὅλως εἰπεῖν οὐ τῶν φαυλοτέρων <pb xml:id="v.2.p.345"/>  ὂν ἐκείνοις ὑπάρχειν. εἰ γάρ τι καὶ διήμαρτον, οἷς γε προείλοντο φήσει τις αὐτοὺς νικᾶν. εἰ τοίνυν μὴ μόνον προείλοντο, ἀλλὰ καὶ κατώρθωσαν πολλὰ καὶ καλὰ καὶ δίκαια καὶ κοινῇ συμφέροντα, μὴ πρὸς ἐλαττώματος αὐτοῖς γένηται. τοῦτο γὰρ ἔξεστι δήπουθεν αὐτοῖς εἰπεῖν. εἰ δὲ καὶ τοῦτʼ ἔξεστιν ἐρωτῆσαι, πότεροι τῷ Σωκράτους αὐτοῦ καὶ Πλάτωνος λόγῳ μᾶλλον συμβαίνοντα καὶ βεβούλευνται καὶ πεποιήκασι; τῷ ποίῳ δὴ λέγω τούτῳ λόγῳ; ὅσπερ ἐστὶν ἁπάντων λόγων οἶμαι κάλλιστος. τίς οὗτος; <q>οὐ καλῶς</q> φησὶ <q>λέγεις, ὦ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλʼ οὐκ ἐκεῖνο μόνον σκοπεῖν, ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράττει καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα ἢ κακοῦ.</q> οὐκοῦν ὅτʼ ἐκεῖνοι φαίνονται μηδὲν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="265"><p> τῶν μελλόντων αὐτοῖς ἔσεσθαι δυσχερῶν ὑπολογισάμενοι πρὸς τὸ δίκαιον, ἀλλʼ ἀφειδῶς καὶ ἁπλῶς δόντες αὑτοὺς ὑπὲρ τοῦ κοινῇ βελτίστου τῷ Σωκράτους κέχρηνται λόγῳ. ὥστʼ ἢ δεικτέον ἐστὶν ὡς οὔτε δίκαια οὔτε ἀγαθῶν ἀνδρῶν ἦν ἔργα ἃ προείλοντο καὶ οἷς ἐνεχείρησαν, ἢ συγχωρητέον χρηστοὺς εἶναι τοὺς ἄνδρας, εἰ καὶ ὁτιοῦν ἀπήντησε, καὶ τοσούτῳ μᾶλλον καὶ μειζόνως, ὅσῳ τὴν δυσκολίαν τοῦ πράγματος οὐκ ἔδεισαν. <q>φαῦλοι γὰρ ἂν τῷ γε σῷ λόγῳ εἶεν—λέγω δὲ ἤδη τὰ Πλάτωνος αὐτοῦ— τῶν ἡμιθέων ὅσοι ἐν Τροίᾳ τετελευτήκασιν, οἵ τε ἄλλοι καὶ ὁ τῆς Θέτιδος υἱὸς, ὃς τοσοῦτον τοῦ κινδύνου κατεφρόνησε παρὰ τὸ μὴ αἰσχρόν τι ὑπομεῖναι ὥστʼ ἐπειδὴ εἶπεν ἡ μήτηρ αὐτῷ,</q> καὶ πάντα δὴ λέγω τἀπὶ τούτοις. οὐ γὰρ δή που τοὺς μὲν εἰς Τροίαν τῶν Ἑλλήνων <pb xml:id="v.2.p.346"/> ἐλθόντας ἐπαινεσόμεθα, ὅτι εἵλοντο καλῶς ἀποθανεῖν, τοὺς δʼ εἴ τι πείσονται δυσχερὲς ἐκ τῆς πολιτείας οὐ προτιμήσαντας οὐδὲ παρέντας τῷ φόβῳ τὸ βέλτιστον, τούτους ἀπὸ τῶν συμβάντων κρινοῦμεν· οὐδὲ τοὺς μὲν ὑπὲρ μιᾶς γυναικὸς ὑβρισθείσης ἀγανακτήσαντας ἀνδρῶν ἀγαθῶν λογισμῷ χρῆσθαι φήσομεν, τοὺς δʼ ἁπάσης τῆς Ἑλλάδος προστάντας, ἡνίχʼ ὑπὲρ παίδων ὁμοῦ καὶ γυναικῶν καὶ ἱερῶν καὶ τάφων καὶ πάντων τῶν ὄντων ἐκινδύνευον, τούτους μετὰ τῶν ὀψοποιῶν καταλέξομεν, πρὸς τοὺς ἡμιθέους ἀφέντες κρίνειν· οὐδʼ εἰ μέν τις φίλῳ τιμωρῶν ὑπέμεινε τελευτᾶν, εἰς μακάρων νήσους πέμψομεν, εἰ δέ τινες τῇ τε πόλει πάσῃ καὶ τοῖς τῶν Ἑλλήνων πράγμασιν ἀντὶ πάντων τῶν ἄλλων κατέστησαν, τούτοις εἴ τί ποθʼ ὕστερον συνέβη, τὸ κακῶς ἀκούειν προσθήσομεν. οὐχ ἕως γʼ ἂν τοὺς περὶ τῶν δικαίων λόγους φυλάττωμεν. ἀφαιρεῖν γὰρ τοῖς χρηστοῖς τῶν συμφορῶν εἰκὸς ἦν, εἴ πως ἐνῆν, μᾶλλον ἢ τοῦτο οὐκ ἔχοντας ἐπεμβαίνειν, ὃ δὴ λέγεται, κειμένοις.</p><p rend="align(indent)">βούλομαι τοίνυν καὶ Δημοσθένους τοῦ Παιανιέως μνησθῆναι βραχύ τι, οὐδὲν γὰρ ἦν χεῖρον, ἄλλως τε καὶ περὶ ῥητόρων ὄντος τοῦ λόγου. μνησθήσομαι δʼ ὅσον εἰς τούτους ἀνήκει. πῶς οὖν ἐκεῖνος περὶ τῶν αὐτῶν τούτων </p></div></div></body></text></TEI>