<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="251"><p> μήτε τῶν περὶ τοὺς ποιητὰς ἐσπουδακότων, ἀλλὰ καὶ κωμῳδίαν τινὰ συνθέντα εἰς αὐτὸν ἡττηθέντʼ ἀπελθεῖν, καὶ εἴ τινα καὶ ἤρεσε, μηδὲν πλέον τοῦ γέλωτος τότε συμβῆναι, τοσούτῳ δʼ ὕστερον χρόνῳ καὶ ὅτʼ ἐκ τοσούτων <pb xml:id="v.2.p.327"/> κακῶν ἡ πόλις αὐτὴν ἀνελάμβανε, καὶ ἡνίκα τοῖς ἠδικηκόσι μὴ μνησικακήσειν ὀμωμόκεσαν, τηνικαῦτα δυσχερᾶναι τοὺς λόγους αὐτοῦ; ἀλλὰ ταῦτʼ ἴσως μὲν εἰκότα, ἴσως δʼ οὒ, ἔσχε δʼ ὅμως οὑτωσί. ὅμως δὲ οὐδὲν χείρων ὅ γε Σωκράτης· ἡμεῖς δὲ καὶ τὰ εἰκότα ὑπὲρ τοῦ Περικλέους ἀπεδώκαμεν, οἷς οὐδὲν ἄγνωμον καὶ Πλάτωνα συγχωρεῖν, εἴπερ γε, ὃ μικρῷ πρόσθεν ἔφην, τοῦ δικαίου φροντίζει. καὶ γὰρ αὖ καὶ τοῦτο εἴ τις ἤρετο τὸν Πλάτωνα, εἰ δικαστὴς αὐτὸς τῷ Περικλεῖ καθῆστο, ὅτʼ ἔφευγε τῆς κλοπῆς, πότερον τῶν καταψηφιζομένων ἂν ἦν, καὶ πλείονος ἀξίους τοὺς Κλέωνος λόγους τῶν Περικλέους ἡγεῖτο—ὅταν δὲ τοῦτʼ εἴπω, λέγω τῆς ἀληθείας—ἢ κἂν ἠρυθρία τοῖς γιγνομένοις, ὥσπερ ἔγωγʼ ἂν διισχυρισαίμην ὑπὲρ Πλάτωνος, ἀδύνατον δή που φῆσαι ὡς ὅμοιος ἂν ἦν Κλέωνι. εἶθʼ ὃν αὐτὸς ἀφῆκας ἂν τῆς αἰτίας, τοῦτον διαβάλλεις ἐκ τῆς αὐτῆς ταύτης αἰτίας; καὶ πῶς οὐκ ἄτοπον ἄλλῳ μὲν ἂν λέγοντι μὴ πιστεύειν, αὐτὸν δὲ κατηγορεῖν; καὶ διʼ ἃ τὸν λέγοντα ἂν ἡγοῦ χείρω, διὰ ταῦτα Περικλέα ἀξιοῦν φαῦλον νομίζεσθαι; καὶ τοὺς καταψηφισαμένους αἰτιώμενον ἡμᾶς πείθειν συγκαταγιγνώσκειν, ὥσπερ χρηστοῦ τινος πράγματος μεθέξειν μέλλοντας, ἀλλʼ οὐχ ὃ μηδʼ ἐκείνοις καλῶς εἶχε ποιῆσαι; κἀκεῖνοι μὲν αὐτοὶ τὴν ἑαυτῶν καταδίκην οὐχ ὑπελογίσαντο, ἀλλʼ ἐτίμων πάλιν ὡς χρηστὸν καὶ δίκαιον, ἡμεῖς δὲ οὗ μηδὲν ἄλλο κατηγορεῖν ἔχομεν, τοῦτον ἀτιμάσομεν διὰ τὴν δίκην, καὶ τῶν αὐτῶν ἀνδρῶν ὃ μὲν ἥμαρτον ἰσχυρὸν ποιησόμεθα, ἃ δʼ εὖ φρονοῦντες ἔπραττον ἐν οὐδενὸς μοίρᾳ θήσομεν, καὶ ταῦθʼ ὁμολογοῦντες ὡς ἥμαρτον, μᾶλλον δὲ κατηγοροῦντες; καὶ τίνα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="252"><p> ταῦτʼ εἶχε λόγον ἐγὼ μὲν οὐκ ἐπινοῶ. τῷ γὰρ οὐκ ἂν ὅρος καὶ πέρας εἶναι δόξειε τῆς ὑπὲρ αὐτῶν ἀπολογίας ἃ Πλάτων ἐγκαλεῖ; οἷον εἰ τῆς κατηγορίας τῶν ἀνδρῶν <pb xml:id="v.2.p.328"/> γεγονυίας καὶ τοῦ κακίζοντος αὐτοὺς τούτοις καταχρησαμένου τοῖς λόγοις, ὡς παρʼ αὐτοῖς Ἀθηναίοις ἑάλωσαν καὶ δίκην ἔδωκαν ὡς ἀδικοῦντες· εἶτʼ ἐπέδειξεν ὅτι ἀλλʼ οὐκ ὀρθῶς γε οὐδʼ ἐπὶ πᾶσι δικαίοις ταῦτʼ ἐγένετο, ἀλλὰ γνώμῃ διήμαρτον οἱ καταψηφισάμενοι, ἢ καὶ διʼ ἄλλο τι ταῦτʼ ἐψηφίσαντο, ἀλλʼ οὐκ ἀδικεῖν αὐτοὺς καταγνόντες, πᾶσιν ἂν δή που ταῦτʼ ἐξήρκει καὶ λελύσθαι τὰ τῆς αἰτίας ἱκανῶς ἂν ᾤοντο. Πλάτων τοίνυν αὐτῶν αἰτιώμενος τὰ συμβεβηκότα, καὶ λέγων ὡς ἁμαρτήματα τῶν πολλῶν, ὅμως ἐν ἐλέγχῳ κατʼ ἐκείνων λαμβάνει, καὶ τὴν συμφορὰν ὡς ἀδίκημα κατηγόρηκε, τὴν μὲν τύχην ἀντὶ γνώμης ἐξετάζων, τὴν δʼ ἑτέρων ἁμαρτίαν ὡς ἐκείνων οὖσαν τιθείς. ἡδέως δʼ ἂν ἐροίμην τοὺς προσκειμένους αὐτῷ τί ποτʼ ἂν λέγειν ἠξίουν κατὰ τῶν ἀνδρῶν, ἢ τίνα γνώμην ἔχειν ἡμᾶς ἔπειθον, εἰ τοῦτʼ εἶχον δεικνύειν ὡς ἐν παντὶ δικαίῳ μετʼ οὐδεμιᾶς φαύλης προφάσεως Ἀθηναῖοι κατεψηφίσαντο αὐτῶν, ὁπότʼ αὐτὸς φάσκων αὐτοὺς παρανενομῆσθαι καὶ τοῖς ἵπποις τοῖς λακτίζουσιν ἀπεικάζων τοὺς καταψηφισαμένους ἰσχυρόν τι λέγειν κατʼ ἐκείνων οἴεται. ταχύ γʼ ἂν εἰ τοῖς δώδεκα θεοῖς ἔσχεν εἰκάσαι τοὺς καταγνόντας, ἀπέσχετʼ ἂν τῶν ἁλόντων τὸ μὴ οὐ κακῶς εἰπεῖν. ἔπειθʼ ὡς οὐ κατʼ ἀρχὰς ταῦτʼ ἔδρων αὐτοὺς λέγει, ὥσπερ τὸν Κριτίαν καὶ τοὺς ἄλλους τοὺς εἰς αὐτὸν ἁμαρτάνοντας, <pb xml:id="v.2.p.329"/>  εὐθὺς ἐν ἀρχῇ ταῦτα ποιοῦντας, ἀλλʼ οὐ πολλοῖς ὕστερον χρόνοις κυρίττειν ἀρξαμένους ἢ παρʼ ἐκείνους ἐφοίτησαν. ἀλλʼ εἰ καὶ μὴ ἐποίουν ταῦτʼ ἐξ ἀρχῆς, εἶχόν γʼ ἐν τῇ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="253"><p> φύσει δήπουθεν καὶ τὸ κωλῦσαι κρείττονος παντελῶς ἢ κατʼ ἄνθρωπον ἦν. εἰ δʼ ἐπʼ ἀμφότερα αἰτιάσεται Πλάτων τοὺς ἄνδρας ὥσπερ σοφοῦ τινος εἰλημμένος, τί κωλύει τινὰ τὰς ὁμοίας ἀνταποδιδόντα ἐπʼ ἀμφότερʼ αὖ φιλονείκως ὑπολαμβάνοντα διαλύειν ὡδὶ τὸν λόγον, ὅτι εἰ μὲν καλῶς καὶ τὰ δίκαια αὐτῶν Ἀθηναῖοι κατέγνωσαν, οὐκ ἦσαν ὑπʼ αὐτῶν διεφθαρμένοι· τὰ γὰρ δίκαια ἐποίουν. οὐκοῦν οὐδʼ ἐκεῖνοι διεφθάρκεσαν. ὥστʼ εἰ δικαίως ἑάλωσαν, οὐδὲν ταύτῃ γε χείρους ἦσαν, εἰ δʼ ἀδίκως αὐτῶν ἐκεῖνοι κατεψηφίσαντο, ἠδικῆσθαι τοῖς ἀνδράσι περίεστιν, ἀδικεῖν δὲ οὐδαμῶς· τοῖς δʼ ἀδικηθεῖσι βοηθεῖν, οὐκ ἐγκαλεῖν εἰκός ἐστιν· εἰ δέ τοι καὶ μὴ δυνατὸν βοηθεῖν, ἀλλʼ οὐχὶ δίκαιόν γε ἐγκαλεῖν. ἐγὼ δὲ ταῦτα μὲν τοῖς κομψοτέροις παρίημι· αὐτὸς δὲ τί φημι καὶ πῶς δέχομαι τὸν λόγον; οὐκ ἔστι δίκαιον ἅμʼ ἀμφοῖν κατηγορεῖν, καὶ τοῦ δήμου κἀκείνων· ἢ σαφῶς τοὺς ἑτέρους συκοφαντήσομεν. εἰ μὲν γὰρ ὀρθῶς ἐκεῖνα κατεγνώσθη, ἠδίκουν μὲν, ὡς ἔοικεν, ἐκεῖνοι, τῷ δήμῳ δʼ ἃ προσήκει πέπρακται. ὥστε οὐχὶ δίκαιον ταῦτά γε δή που κατηγορεῖν αὐτοῦ. πῶς οὖν τοῖς ἀγριαίνουσι τῶν ζώων αὐτὸν ἀπεικάζοντες ὀρθῶς φήσομεν ποιεῖν; εἰ δʼ ἥμαρτεν ὁ δῆμος, ἅμα τʼ ἐκείνῳ ἡμάρτηται καὶ τοῖς ἀνδράσι τοὔνειδος λέλυται. αὐτὸ γὰρ <pb xml:id="v.2.p.330"/>  τοῦτό φαμεν δήπουθεν ἁμαρτεῖν Ἀθηναίους, τιμήσαντας ἐκείνοις φυγῆς, ἢ χρημάτων, ἢ ὁτουδήποτʼ ἐτίμησαν ἑκάστῳ. οὗτος δὲ ὁ λόγος τί λέγει; μηδενὸς τούτων ἐκείνους ἀξίους εἶναι. καὶ μὴν εἴ γε ἠδίκουν, ἄξιοι τούτων ἦσαν. ὅτε δὲ οὐ τούτων ἄξιοι, σαφὲς ὡς οὐκ ἠδίκουν. τοὺς δʼ οὐκ ἀδικοῦντας κακῶς λέγειν καὶ συκοφαντεῖν οὐχὶ δίκαια ποιεῖν οὐδαμῶς ἐστιν.</p><p rend="align(indent)">ἡμεῖς τοίνυν ἀντὶ τοῦ κατηγορεῖν ἀμφοτέρων ὑπὲρ ἀμφοτέρων τὰ πρέποντʼ ἀπολογούμεθα, οὔτε τοῦ δήμου </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="254"><p> τὴν αἰτίαν παντὸς εἶναι φάσκοντες οὔτʼ ἐκείνους προσήκειν εἴ τι προσέπταισαν χείρους νομίζεσθαι. δείκνυμεν δὲ ὅτι τεττάρων ὄντων τοῖν δυοῖν μὲν οὐδὲ προσήψατο ὁ δῆμος, ὧν δʼ ἔδοξαν καταψηφίζεσθαι δυοῖν, οὐδὲ τούτων ἀδικεῖν κατεψηφίσαντο, ἀλλʼ ὥσπερ παῖδες διδάσκαλον αὐτοῖς ἠξίωσαν ὑποχωρῆσαι. πάλιν τοίνυν ἐφʼ ἑκατέρας τῆς συζυγίας ἅτερος εὑρίσκεται τῆς δικαιοτάτης τυχὼν παρὰ τοῦ δήμου φιλανθρωπίας, ὁ μὲν ἐντὸς τοῦ χρόνου κατελθὼν, ὁ δὲ στρατηγῶν πρὶν ἐκτῖσαι, καὶ κύριος ὢν τῶν ἁπάντων, καὶ τῶν καταψηφισαμένων αὐτῶν. πῶς ἄν τις κάλλιον ὑπὲρ ἀμφοῖν ἀπολογήσαιτο, εἴ τι δεῖ τῶν ὄντων καὶ περὶ τῶν αὐτοῦ λόγων εἰπεῖν; εἰ τοίνυν ἁπάντων μὲν ὁ δῆμος κατεγνώκει, μηδὲν δὲ ὕστερον πρὸς μηδένʼ αὐτῶν ἐφιλανθρωπεύσατο, οὐδʼ οὕτω δίκαιον ἦν ἃ μὲν τοῖς <pb xml:id="v.2.p.331"/> ἑτέροις ἡμάρτητο κατʼ ἀμφοτέρων λέγειν, ἃ δʼ ἀμφοτέροις ὑπῆρχεν εἰς εὐφημίαν μηδετέροις ἀξιοῦν ἀποδοῦναι. εἰ μὲν γὰρ ἐκ τούτων μόνον οἵ τʼ Ἀθηναῖοι κοινῇ καὶ οἱ προστάντες αὐτῶν ἐγιγνώσκοντο, καλῶς εἶχε ταῦτʼ ὀνειδίζειν· εἰ δʼ ἔσθʼ ἕτερα ἀμείνω καὶ πλείω τούτων, καὶ σύ γʼ αὐτὸς κάλλιστα ὡμολόγηκας—ὀψὲ γάρ ποτε ἔφης αὐτοὺς εἰς ταῦτʼ ἐμπεσεῖν, ὡς τόν γε ἄνω χρόνον πάντα κἀκείνους ὡς ἐβούλοντο πράττοντας καὶ τὸν δῆμον παρέχοντα αὑτὸν οἷον χρὴ—πῶς οὐκ ὀρθῶς εἶχε μιμήσασθαι τὸ τῶν Περσῶν; ἐκείνοις γάρ φασιν εἶναι νόμον, ἄν τις αὐτῶν σχῇ τινα φαύλην αἰτίαν, μὴ πρότερον καταγιγνώσκειν, μηδʼ ἂν ἐλέγχηται, πρὶν ἂν παρʼ ἄλληλα ἐξετάσαντες ἅ τε εὖ καὶ ἃ κακῶς ἐποίησεν εὕρωσι τὰ χείρω νικῶντα· ὅταν δὲ τὰ τῶν εὐεργεσιῶν ἔμπροσθεν ᾖ, καὶ τοῖς φανερῶς ἀδικοῦσιν ἀφεῖσθαι τάττειν τὸν νόμον. εἶτʼ ἐν μὲν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="255"><p> τοῖς βαρβάροις οὕτως, Πλάτων δʼ ὁ τῶν Ἑλλήνων ἄριστος καὶ ὁ τῶν ἀνθρωπίνων πραγμάτων ἐπιστήμων, προσθήσω δὲ καὶ τῶν θείων, πῶς ἀξιώσει συλλήβδην πάντα κατορθοῦν καὶ πάντων κρατεῖν ὄντα ἄνθρωπον, καὶ ταῦτα μὴ μόνον ὧν ἡ γνώμη κυρία, ἀλλὰ καὶ ὅσα πρὸς τὴν τύχην ἐστὶν, ἢ τοῦ μηδενὸς ἄξιον εἶναι τὸν καὶ μικρόν τι προσπταίσαντα; οὐκ ἄρʼ ἐκείνων μόνον κατηγορεῖν δόξομεν, ἀλλὰ καὶ τῆς φύσεως τῆς ἀνθρωπείας ἁπάσης. βλέψον δʼ, εἰ βούλει, πρὸς τὰ σαυτοῦ πάλιν αὖ παραδείγματα. εὑρήσεις γὰρ οὔτε τοὺς ἡνιόχους τοὺς ἀγαθοὺς ἅπαντα νικῶντας ἐφεξῆς οὔτε ταῦτʼ ἐπαγγελλομένους, οὔτε τοὺς <pb xml:id="v.2.p.332"/>  ἵππους αὐτοὺς ὥσπερ ἐπὶ ῥητοῖς θέοντας, ἀλλὰ καὶ τὰς τοῦ Μιλτιάδου καὶ τὰς τοῦ Κίμωνος ἵππους ἀρίστας γενέσθαι δοκούσας οὐχ ἅπαντας τοὺς ἀγῶνας ἀνῃρημένας, οὐδὲ ἅπαντα ὃν ἔζων συνεχῶς νικώσας χρόνον. οὐδʼ αὖ τοὺς κυβερνήτας λέγω τοὺς ἀρίστους ἀεὶ καὶ πάντας ἐκ τοῦ θανάτου σώζοντας, ἀλλʼ ἤδη τινὰ καὶ σκηπτοῦ καὶ χειμῶνος ἡττηθέντα καὶ χρησάμενον τύχῃ τῆς τέχνης κρείττονι, πάντως δʼ ἅπαντας παραχωροῦντας τῷ Ποσειδῶνι, κἀν ταῖς συγγραφαῖς οὕτω γραφόμενον, σωθείσης τῆς νεὼς τὸ καὶ τὸ ποιήσειν. ὅτι δʼ ἡ ναῦς σωθήσεται οὐδείς πω κατεπηγγείλατο. ταῦτʼ ἐστὶ πρὸς ἃ καὶ Ὅμηρος βλέπων ἔφη <quote rend="blockquote">ξυνὸς Ἐνυάλιος καί τε κτανέοντα κατέκτα.</quote> ᾔδει γὰρ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν καὶ τούτου τοῦ λόγου παράδειγμα ἱκανὸν καὶ ἅμα αὐτόθεν. τῶν μὲν γὰρ Ἑλλήνων κράτιστος Ἀχιλλεὺς αὐτῷ δή που πεποίηται, καὶ ταῦτά γε πολλῷ τινι· τῶν δʼ αὖ βαρβάρων ὁ Πάρις πάντων σχεδὸν μαλακώτατος, ὥστε καὶ ὁ Ἕκτωρ πολλάκις αὐτῷ προφέρει τὴν δειλίαν, ἀδελφὸς ὢν καὶ ταῦτα, καὶ δύσπαριν μετὰ προσθήκης καλεῖ. ἀλλʼ ὅμως Ἀχιλλεὺς μὲν τήν τε ἄλλην ἅπασαν τῶν Τρώων στρατιὰν εἰς τὸ τεῖχος κατέκλεισε καὶ τὸν Ἕκτορα πρὸς ταῖς πύλαις ῥᾳδίως ἀπέκτεινεν. ὁ δʼ αὖ Πάρις ἢ δύσπαρις, ὁ τοσοῦτον χείρων τοῦ Ἕκτορος, αὐτὸν τὸν Ἀχιλλέα πρὸς ταῖς <pb xml:id="v.2.p.333"/>  αὐταῖς ταύταις πύλαις ἀποκτείνας ᾁδεται. ὥστʼ ἀπὸ τῶν </p></div></div></body></text></TEI>