<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="241"><p>Κίμωνος—μηδαμῶς τήν γε φιλοσοφίαν αὐτὴν αἰτιῶ. ἀλλʼ εἰ μὲν αὐτοὺς καθʼ αὑτοὺς ἐλέγχειν οἷός τʼ εἶ, χρῶ τούτῳ καὶ δείκνυ θἀμαρτήματα· εἰ δὲ μὴ, τῶν ὄνων μᾶλλον ἢ τῶν ἐπιστατῶν κατηγορεῖς. εἰ μὲν γὰρ οὐκ ἦν ἁμαρτήματα, πρὶν ἐκείνους Ἀθήνησι πολιτεύεσθαι, ἀλλὰ <pb xml:id="v.2.p.315"/>  ταῦτα πάντα ἀπὸ Μιλτιάδου καὶ Θεμιστοκλέους κἀπʼ ἐκείνων ἤρξατο, ἄλλος ἂν εἴη λόγος· οὐδʼ εἴ τινες ἄλλοι κατὰ ταυτὸν ἐκείνοις ἐπολιτεύοντο εἴποιμι ἂν, ἀλλὰ δίδωμι πάντων ἐκείνους μόνους ὑπευθύνους εἶναι. εἰ δὲ εἰκὸς ἦν τι καὶ ἄλλο ἡμαρτῆσθαι πρότερον, τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα; προσπαίζειν γὰρ ἔξεστι δή που σέ γε, ἐπεὶ καὶ αὐτὸ τοῦτο τὸ τῶν συμφορῶν ὅτι μὲν παλαιόν ἐστι καὶ ὡς σύ που φῂς ἀπὸ Θησέως ἀρξάμενον, ἴσως δὲ καὶ ἔτʼ ἄνωθεν, καὶ οὐχ οὗτοι πρῶτοι προσέπταισαν ἐάσω. καίτοι ὁ Θησεὺς φυγών τε καὶ διαφθαρεὶς ἐν τῇ Σκύρῳ τελευτῶν οὐκ ἄτιμος ἔμεινε παρὰ τῷ θεῷ, ἀλλʼ ἐπέταξεν Ἀθηναίοις μετενεγκεῖν αὐτοῦ τὰ ὀστᾶ, πολλοῖς ὕστερον χρόνοις, ὥς φασιν. ἀλλʼ ὅμως ἐάσω ταῦτα. ἀλλʼ οἴχεταί σοι διαφθαρεὶς ὁ λόγος περὶ αὐτῶν. οἷς γὰρ ἁπάντων ταυτὰ κατηγόρηκας, τούτοις ὃ δοκεῖς ἰσχυρὸν ἔχειν ἀνῄρηκας. διὰ τί; ὅτι Μιλτιάδου μὲν ἴσως ἂν εἴη τι τοῦτο κατηγόρημα, Θεμιστοκλέους δὲ οὐκ ἂν ἔτι· εἰ δέ τοι καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους, ἀλλʼ οὐ Κίμωνός γε· εἰ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος, ἀλλʼ οὐ δή τοι καὶ Περικλέους, ἀλλὰ τούτου καὶ πάντων ἥκιστα. Θεμιστοκλῆς μὲν γὰρ αὐτοὺς παρὰ Μιλτιάδου παρέλαβε κυρίττοντας, Κίμων δὲ παρὰ Μιλτιάδου καὶ Θεμιστοκλέους, <pb xml:id="v.2.p.316"/>  Περικλῆς δὲ παρὰ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="242"><p>Κίμωνος. οὕτω πάντων ἥκιστα ὅ γε Περικλῆς ὑπεύθυνος ἦν, ὃν σὺ μάλιστα πάντων ᾐτιάσω καὶ τοῖς κακοῖς ἐπιμεληταῖς τῶν ὄνων τε καὶ βοῶν ἰδίᾳ τῶν ἄλλων εἴκασας.</p><p rend="align(indent)">ἐνθυμηθῶμεν τοίνυν καὶ περὶ ὧν ἀρτίως ἐλέγομεν, τῆς πρὸς τὸν Διονύσιον αὐτοῦ Πλάτωνος ὁμιλίας. εἰ γὰρ αὕτη μία ἐστὶ καὶ ἀληθὴς καὶ δικαία καὶ ἀποχρῶσα μόνη πασῶν ἀπολογία καὶ παραίτησις ὑπὲρ Πλάτωνος, περὶ ὧν ὁ τύραννος ἐπλημμέλει, καὶ συνὼν ἐκείνῳ καὶ πάλιν καθʼ αὑτὸν γενόμενος, ὅτι καὶ πρὶν ἰδεῖν Πλάτωνα καὶ τῶν ἐκείνου λόγων ἀκοῦσαι πολλὰ καὶ παντοῖα ἐδεδράκει, τί κωλύει καὶ ὑπὲρ ἐκείνων τὸ μὲν ἐξ ἴσου τὰ τοῦ δήμου τοῖς τῶν τυράννων εἶναι, μὴ λέγειν, ἀλλὰ καὶ τὰ πρὸ τῆς ἐκείνων πολιτείας ἐλάττω τῶν ὑπὸ τῶν τυράννων ἐξ ἀρχῆς ἡμαρτημένων εἶναι, καὶ τὰ παρʼ αὐτὴν τὴν πολιτείαν μὴ τῆς ἴσης ἄξια μέμψεως, ὅσησπερ τὰ τοῖς τυράννοις, ἀφʼ οὗ Πλάτωνα προσίεντο· αὐτὸ δὲ τοῦτʼ ἐξεῖναι κοινὸν εἰπεῖν, ὅτι καὶ πρὶν ἐκείνους ἐγχειρεῖν λέγειν, ἦν Ἀθήνησιν ἁμαρτήματα, εἰ δʼ ἐλάττω τῶν Διονυσίου, οὐδὲ τὰ ὕστερον δή που τοῖς ἐκείνου παραπλήσια, ἀλλʼ εἰς ὅσον εἰκὸς ἁμαρτεῖν ὄντας ἀνθρώπους. φέρε δὴ καὶ περὶ τῶν συμβεβηκότων αὐτῶν τοῖς ἀνδράσι σκεψώμεθα καὶ διέλθωμεν. οὐ γὰρ ἁπάντων ὁ δῆμος οὑτωσὶ κατεψηφίσατο, οὐδʼ ἀπὸ κοινοῦ δόγματος ταῦτʼ ἔπαθον, ἀρχὴν δὲ οὐδὲ ταὐτὰ πάντες. πόθεν; ἀλλὰ Θεμιστοκλῆς μὲν καὶ Κίμων ἐξωστρακίσθησαν. τοῦτο δʼ ἦν οὐ μῖσος οὐδʼ ἀλλοτρίωσις τοῦ δήμου πρὸς αὐτοὺς, ἀλλʼ ἦν νόμος αὐτοῖς περὶ ταῦτα, ἔχων μὲν ὁπωσδήποτε—ἐῶ γὰρ εἰ μὴ σφόδρʼ ἄν τις ἐπαινέσαι τὸν νόμον—τὸ δʼ οὖν ἁμάρτημα οὐκ ἀπαραίτητον αὐτῶν, ἀλλʼ ἔχον ὡς ἐν τούτοις εὐπρέπειαν, νόμῳ γὰρ, ὥσπερ εἶπον, ἐγίγνετο. ἦν δʼ οὗτος ὁ νόμος· <pb xml:id="v.2.p.317"/>  ἐκόλουον τοὺς ὑπερέχοντας μεθιστάντες ἔτη δέκα, ἄλλο δʼ οὐδὲν ἔγκλημα προσῆν, οὐδʼ ὡς ἐπʼ ἐλέγχῳ πραγμάτων ὀργή. καίτοι πῶς οὐ δεινὸν, εἰ οὓς οὐδʼ αὐτοὶ οἱ μεθιστάντες εἶχον αἰτιάσασθαι, τούτους αἰτιασόμεθʼ ἡμεῖς διὰ τοὺς μεταστήσαντας; ὥσπερ οἱ βέβαιον μὲν οὐδʼ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="243"><p> ὁτιοῦν ἐπιστάμενοι, ἀκοὴν δέ τινα κατηγοροῦντες, καὶ ταῦτʼ οὐδʼ αὐτὴν σαφῆ τὴν ἀκοήν. ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι ὑπὲρ τοῦ τὰ φρονήματα ἐπισχεῖν τοῦτο τὸ εἶδος τῆς φυγῆς ἐνόμισαν. οὐκοῦν τούτῳ μεγίστῳ δῆλόν ἐστιν ὅσον κολακείας οἱ ἄνδρες ἀπεῖχον, οὕς γε ὅπως ὑφεῖντο τοῦ φρονήματος, διὰ τοῦτο μεθίστασαν, οὐδενὸς ἄλλου τῶν πάντων ἕνεκα. ὥστε τοῦτό γε οὐ κατʼ αὐτῶν, ἀλλʼ ὑπὲρ αὐτῶν ἔλαθες εἰρηκὼς, ὡς δεινὸς σὺ τηρεῖν τὰ λεγόμενα καὶ τοὺς ἄλλους ἐλέγχειν. δοκοῦσι γάρ μοι τὰς συμφορὰς ἐνθυμούμενοι τὰς ἐπὶ τῶν Πεισιστρατιδῶν γενομένας ἑαυτοῖς μηδένα βούλεσθαι μεῖζον ἐᾶν τῶν πολλῶν φρονεῖν, ἀλλʼ ἐξ ἴσου εἰς δύναμιν εἶναι. δίκαια ἄρα ἐποίουν ἐλαύνοντες Κίμωνα καὶ Θεμιστοκλέα; οὐ λέγω ταῦτα. ἀλλʼ οὐδʼ ἀναίσχυντά γε παντελῶς, ἀλλὰ καὶ αὐτοῖς ἔχοντα παραίτησιν κἀκείνοις οὐκ ἀσχήμονα τὴν συμφοράν. εἰ δʼ οὖν καὶ τοῖς δεδρακόσιν οὐκ ἀποχρῶσα ἡ πρόφασις, τοῖς γε πεπονθόσιν ἐξαρκεῖ τοῦτʼ αὐτὸ δή που μὴ φαύλοις νομίζεσθαι, ἢ μείζω γʼ ἡμεῖς τῶν ἐκβαλόντων ἀδικήσαιμεν ἄν. εἰ γὰρ ἐκεῖνοι μὲν τοῦτό γʼ αὑτοῖς συνεχώρησαν καὶ παρεῖσαν τὸ μηδʼ ὁτιοῦν ἀδικεῖν τὴν πόλιν, ἡμεῖς δὲ καὶ τοῦτʼ ἀφαιρησόμεθα καὶ τῇ δυστυχίᾳ τὴν βλασφημίαν προσθήσομεν, πῶς οὐ χαλεπώτεροι τῆς φυγῆς αὐτοῖς <pb xml:id="v.2.p.318"/>  ἐσόμεθα, ἢ πῶς οὐ μείζω τῶν ἐξ ἀρχῆς εἰς αὐτοὺς ἁμαρτανόντων ἀδικήσομεν; οὕτω τοίνυν καὶ διὰ ταῦτα μεταστήσαντες Κίμωνα μὲν καὶ οὕτω κατήγαγον ἐντὸς τοῦ χρόνου τοῦ νενομισμένου, Θεμιστοκλέα δὲ ἐκωλύθησαν ἐμοὶ δοκεῖν ὑπὸ Λακεδαιμονίων. συμβάντων γὰρ τῶν περὶ τὸν Παυσανίαν, ἅμα μὲν εἰς ἀθυμίαν ἐμπεσόντες καὶ βουλόμενοι συνεπισπᾶσθαι τοὺς Ἀθηναίους, ἵνα δὴ μὴ μόνοι τῆς αἰσχύνης συναπολαύοιεν, ἅμα δὲ εἰ καταλείποιτʼ ἐκεῖνος Ἀθήνησι, δεδοικότες μὴ πρὸς ἅπαντʼ ἔχοιεν δύσμαχον ἀνταγωνιστὴν, καὶ πρὸς τούτοις ὧν περὶ τὸν τειχισμὸν ἐξηπάτηντο μνησικακοῦντες, ἀπόντος κατηγοροῦντες, διώκειν μετὰ σφῶν ἐκέλευον, τεκμηρίῳ τῇ Παυσανίου </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="244"><p> μοχθηρίᾳ κατʼ ἐκείνου χρώμενοι. Θεμιστοκλῆς δὲ τῶν μὲν τὴν ἐπιβουλὴν, τῶν δὲ τὴν προπέτειαν ἐφόδιον λαβὼν, σοφισάμενος ὥσπερ εἰώθει τὸν βασιλέα, τῆς καθόδου μὲν ἀπεστερήθη, αὑτῷ δὲ ἀρκῶν ἔδειξε πρὸς ἅπασαν τύχην.</p><p rend="align(indent)">καὶ τὰ μὲν δὴ Θεμιστοκλέους καὶ Κίμωνος ταῦτα. Περικλέα δὲ καὶ Μιλτιάδην ὁ μὲν δῆμος οὐδὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον ἔδρασε κακὸν, δικασταὶ δʼ ἑκατέρῳ καθήμενοι χρήμασιν ἐζημίωσαν πολλοστὸν δή που μέρος ὄντες τῶν πάντων Ἀθηναίων. πάλιν τοίνυν καὶ τούτων οὕτω συμβάντων Περικλέα μὲν ὁ δῆμος ἅπας οὐδʼ ὁτιοῦν ἧττον στρατηγὸν εἵλοντο, καὶ πάντʼ ἐπέτρεψαν, ὡς ὁ αὐτὸς μάρτυς δηλοῖ ὅνπερ ἀρτίως περὶ αὐτοῦ παρειχόμεθα· Μιλτιάδης δʼ ἔφθη τελευτήσας, οὐ τῶν δικαστῶν θάνατον καταγνόντων αὐτοῦ, οὐδʼ ὡς σὺ φῂς κἂν εἰς τὸ βάραθρον ἐμπεσὼν, εἰ μὴ διὰ τὸν πρύτανιν, ἀλλὰ τοῦ τραύματος αὐτῷ σφακελίσαντος. καὶ τούτων πολλοὶ, μᾶλλον δʼ ἅπαντες μάρτυρες. δῆλον τοίνυν ἐστὶν ἐξ ὧν τῷ Περικλεῖ <pb xml:id="v.2.p.319"/>  διηλλάγησαν καὶ τὴν πόλιν καθάπαξ ἐπέτρεψαν μετὰ τὴν τῆς κλοπῆς, ὡς σὺ φῂς, καταδίκην, ὅτι κἂν πρὸς τὸν Μιλτιάδην αὐτὸ τοῦτʼ ἐποίησαν, εἰ μὴ τὰ τῆς τύχης ἐκώλυσεν. ἐν οἷς τοίνυν καιροῖς τοῦ Περικλέους κατεψηφίσαντο οἱ καταψηφισάμενοι σκέψαι, ἐπειδὴ καὶ ἔφης ὅτι ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους κατέγνωσαν κλοπήν. ἐκεῖνος γὰρ ἕως μὲν εἰρήνην ἡ πόλις ἦγεν, οὐδεμίαν οὔτε μείζω οὔτʼ ἐλάττῳ παρʼ αὐτοῖς αἰτίαν ἔσχεν, ἀλλʼ ἐξ ἴσου τοῖς θεοῖς ἐθαυμάζετο· καὶ ἔτι πρότερον στρατιὰς πολλὰς ἐξαγαγὼν Ἀθηναίων ἐπὶ τοὺς οὐκ ἐθέλοντας τοῖς δικαίοις ἐμμένειν, οὐκ ἄμεμπτος μόνον, ἀλλὰ καὶ πολλῷ τινι </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="245"><p> πρῶτος ἦν. ἐπεὶ δʼ ἅμα τῆς τε χώρας ἠναγκάζοντο στέρεσθαι καὶ ὁ λοιμὸς ἅπαντα φθείρων ἐπέκειτο καὶ κακῶν ἀνάπαυσις οὐκ ἦν, οὕτω δὴ τῶν συμφορῶν ἡττηθέντες ἐτραχύνθησαν πρὸς αὐτόν. καί μοι τοῦ παραδείγματος ἐνταῦθʼ ἀναμνήσθητι τοῦ τῶν ἡνιόχων. τάχʼ ἂν γὰρ ἁλοίης τοῖς ἅρμασι τοῖς σαυτοῦ καὶ οὐ τοῖς πτεροῖς. ὁ γοῦν Νέστωρ ἱππικώτατος ἦν, ὡς λέγεται, τῶν ἐφʼ αὑτοῦ. καὶ Ὅμηρος ἱππότην αὐτὸν μετʼ ὀλίγων ἐν τοῖς ἔπεσι καλεῖ. ὥστε κἀν τοῖς ἄθλοις τοῖς ἐπὶ Πατρόκλῳ τῷ Ἀντιλόχῳ μέλλοντι τὸ ἅρμα καθιέναι προσελθών τε καὶ ὑπειπὼν ὅτι αὐτὸν ὁ Ζεύς τε καὶ ὁ Ποσειδῶν πᾶσαν διδάξειαν τὴν ἱππικὴν εὐθὺς ἐκ παιδὸς, καὶ οὐ πάνυ τι δέον αὐτὸν διδάσκειν ὅμως ὑποτίθεται καὶ παραδείκνυσιν αὐτῷ τινὰ τῶν εἰς τὸν δρόμον καὶ ὅπως διαθήσεται τὸν ἀγῶνα. τοσοῦτον αὐτῷ περιῆν τῆς ἐπιστήμης. οὗτος μέντοι φυγῆς ποτε γιγνομένης τῶν Ἀχαιῶν ἔμεινε μόνος, <pb xml:id="v.2.p.320"/>  <quote rend="blockquote">οὔ τι ἑκὼν, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ <l/> δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο,<l/>ἄκρην κὰκ κορυφὴν, ὅθι τε πρῶται τρίχες ἵππων <l/>κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν. <l/>ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,<l/>σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.</quote> καὶ οὔθʼ ὁ ἵππος ἔτι ἠδύνατο ὑπὸ τοῦ κακοῦ καὶ τοῦ τραύματος πείθεσθαι, πάντα τὸν ἔμπροσθεν χρόνον παρέχων ἑαυτὸν εὐπειθῆ οὔθʼ ὁ Νέστωρ εἶχεν ὅ τι χρήσαιτο μὴ ὅτι ἐκείνῳ, ἀλλʼ οὐδὲ τοῖς ἄλλοις ἵπποις τεταραγμένοις ὑπὸ τοῦ πάθους. ἀλλʼ οὐδʼ ἀπολῦσαι τὸν ῥυτῆρα ἐν τῷ θορύβῳ ῥᾳδίως ἠδύνατο, ἀλλʼ ὥσπερ ἐπὶ χαλκοῦ ζεύγους εἱστήκει μένων, ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν. οὕτως ἠπόρησεν ὑπὸ τοῦ καιροῦ καὶ τῆς συμφορᾶς, ἄριστος ὢν τά γε τῆς τέχνης. τὸν αὐτὸν δὴ τρόπον οἶμαι καὶ Περικλῆς, ἕως μὲν οὐδὲν ἀνήκεστον ἦν, κατεῖχε τοὺς ἵππους, καὶ μάλα ῥᾳδίως ἤκουον αὐτοῦ καὶ τοῦ Νέστορος οὐδὲν χείρω τὴν φωνὴν ἐνόμιζον, καίτοι πολλά γε καὶ παντοῖα </p></div></div></body></text></TEI>