<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="236"><p> δὲ ἢ σὺ καὶ θᾶττον ἢ σὺ, καὶ πλεύσας οὐκ ἴσα· καὶ πρός γε οὐ περιεργασάμενος, ὥσπερ σὺ καθήμενος ἐν Σικελίᾳ παρὰ τῷ Κύκλωπι. ἀλλʼ ὦ πάντων θαυμάσιε Πλάτων, μὴ διʼ ἀμφοῖν ὤθει, καὶ ταῦτʼ οὐ διὰ τῶν φίλων ἑνὸς καὶ τῶν ἐχθρῶν, ἀλλὰ διὰ σαυτοῦ τε καὶ τούτων, οὓς φίλους εἰκὸς ἦν μᾶλλον ἡγεῖσθαι, εἰ δὲ μὴ, σκόπει μὴ ὅ τι ἐγκαλέσεις, ἀλλʼ ὅ τι ἀπολογήσει πρότερον· τοσαῦτʼ ἐστὶ καὶ τὰ σά. καίτοι σὺ καὶ τῶν διθυραμβοποιῶν ἀξιοῖς καταγελᾶν ὡς πρὸς τὴν ἡδονὴν καὶ τὸ χαρίζεσθαι μόνον ὡρμημένων. φαίνεται δὲ Φιλόξενον μὲν τὸν Κυθήριον οὐ δυνηθεὶς αὖθις ὑφʼ αὑτῷ λαβεῖν Διονύσιος, ἀλλʼ οἰμώζειν ἐκεῖνος ἐλευθέρως γράφων αὐτῷ, σοῦ δέ γε δεύτερον καὶ τρὶς ἐγκρατὴς γενόμενος μετὰ τὰς πρώτας ἐκείνας διατριβάς. φήσεις καλὴν εἶναί σοι τὴν πρόφασιν· ὑπὲρ γὰρ τῶν Δίωνος πραγμάτων ἅπαντα ταῦτα ποιεῖν καὶ λέγειν· καλῶς γε σὺ καὶ λέγων καὶ ποιῶν. σκόπει δὴ καὶ τὴν ἡμετέραν πρόφασιν, κἂν εὕρῃς ἀτιμοτέραν, ἢ μικρῶν ἕνεκα ἡμᾶς πολυπραγμονήσαντας, στίξον λαβὼν καὶ γενοῦ Διονύσιος ἀντὶ Πλάτωνος εἰς ἡμᾶς. εἰ δʼ ὥσπερ σὺ Δίωνος χάριν καὶ τῆς ἐκείνου ξενίας καὶ ἑταιρίας ἅπαντα ταῦθʼ ὑπέμεινας, οὕτως ἡμεῖς ὑπὲρ τῆς ἑστίας τῆς κοινῆς πατρίδος καὶ ὑπὲρ τῶν κοινῶν σπονδῶν καὶ δικαίων οἱ μὲν <pb xml:id="v.2.p.310"/>  τῆς πόλεως, οἱ δὲ καὶ τῶν Ἑλλήνων, ὁτιοῦν καὶ λέγειν καὶ πράττειν καὶ πάσχειν ὑπέστημεν, αἰσχυνθέντες μὲν ἁπάσας τὰς τοῦ Διὸς ἐπωνυμίας, αἰσχυνθέντες δὲ τὰς τῶν ἄλλων ἁπάντων θεῶν ἐπωνυμίας τε καὶ τιμὰς, ἔτι δʼ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="237"><p> ἥρωας καὶ προγόνους τοὺς κοινοὺς, καὶ τὴν τοῦ παρελθόντος χρόνου μνείαν καὶ τὸν τοῦ μέλλοντος αἰῶνος λόγον, καὶ πάνθʼ ὅσαπερ μέγιστα νομίζεται παρὰ πᾶσι καὶ Ἕλλησι καὶ βαρβάροις, εἰ δέ τι καὶ παρὰ γνώμην ἐκ τούτων ἀπήντησε, τί τὰ μὴ σὰ κατηγορεῖς; καὶ μὴν εἰ δεῖ καὶ τοῦτο προσθεῖναι, ἡμεῖς μὲν εἴ τι καὶ προσεπταίσαμεν, ἀλλʼ οὖν πράξαντές γε ὑπὲρ ὧν ἐσπουδάζομεν οὕτω προσεπταίσαμεν, σὺ δʼ εὐθὺς ἐξ ἀρχῆς. οὐκοῦν εἰ μὲν τὸ χρήσασθαί τισι δυσκόλοις ὄνειδός ἐστι τῷ συμβούλῳ καὶ μέμψις, οὐδὲν ἐλάττοσιν ἡμῶν κέχρησαι. καὶ πρόσεστι τὸ μηδὲν ὧν ἐβούλου κατορθῶσαι. εἰ δʼ αὐτὴν ἐφʼ αὑτῆς δεῖ τὴν προαίρεσιν ἐξετάζειν, ἀναίτιον μὲν τὸ σὸν εἰκότως, ἀναίτιον δʼ ἐκ τῶν αὐτῶν καὶ τὸ ἡμέτερον. καὶ πρόσεστι τὸ κρατῆσαι τῶν πραγμάτων καὶ τὸ μείζω ταῦτʼ εἶναι τῶν θʼ ὑπὸ σοῦ σπουδαζομένων ὧν τʼ αὐτοὶ προσεκρούσαμεν. σὺ μὲν τοίνυν ἐλέγχειν ἡμᾶς ἀξιῶν καὶ κατὰ σαυτοῦ λέγεις, ἡμεῖς δʼ ὑπὲρ ἡμῶν αὐτῶν λέγοντες καὶ τὸ σὸν θεραπεύομεν. μᾶλλον δὲ τῆς μὲν σῆς ἀπολογίας καὶ ἡμεῖς μετέσχομεν, σοὶ δʼ οὐχ ὅσον ἡμῖν ὑπάρχει. ὥστʼ εἰ μὲν ἡμῶν τις φείσεται, ἄδηλον εἰ καὶ σοῦ· εἰ δὲ σοῦ τις καταγνοίη, τάχʼ ἂν ἡμῖν γε συγγνοίη· εἰ δʼ αὖ μηδʼ ἡμῶν φείσεται, σοῦ γε σχολῇ. οὕτω τὸ νικᾶν ἡμᾶς ὑπὲρ σοῦ γίγνεται. πρὸς ταῦτα σκόπει μὴ τοὐμὸν, ἀλλὰ καὶ τὸ <pb xml:id="v.2.p.311"/>  σὸν, Τεῦκρος ἔφη τινὶ, καὶ μὴ βούλου πάντα ἀκριβῶς ἐξετάζειν, μηδὲ τριῶν ὄντων εἰς ἅ τις ἂν βλέψειε, τῆς γνώμης, τῶν ἔργων, τῆς τύχης, ἀφεὶς τὼ δύο, τοῦ τρίτου λαμβάνου, καὶ ταῦτα καὶ τούτου τοῦ πλείστου μέρους μεθʼ ἡμῶν ὄντος. εἰ γὰρ ἡμᾶς ἔδει ταῦτα προειδότας ἐξ ἀρχῆς ἐξεπίτηδες ὑπὲρ τῆς Ἑλλάδος ἡμᾶς αὐτοὺς ἐπιδοῦναι, οὐκ ἂν ὠκνήσαμεν οὐδὲ ἡττήθημεν τοῦ Κόδρου </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="238"><p>τοσοῦτον, καὶ σύ γʼ ἂν οἶμαι ταῦτα συνεβούλευσας. ἐπεὶ φέρε πρὸς φιλίου, πότερʼ ἂν μᾶλλον ἐβουλήθης, μήτε τὰ πραχθέντα διʼ ἡμῶν πεπρᾶχθαι τῇ πόλει μήτʼ εἰς ἡμᾶς μηδένα τῶν πολιτῶν ἐξαμαρτεῖν—οὐκοῦν ἕτεροι καὶ εἰς ἡμᾶς καὶ εἰς ἐκείνους ἔμελλον—ἢ κείνων γʼ ἕνεκα ὥστε πραχθῆναι, καὶ ταῦτʼ εἰ δέοι συμβῆναι; ἐγὼ μὲν οἶμαι ταῦτα. οὐκοῦν ὅτʼ ἀμφότερʼ ἂν φαίης ἐθέλειν μᾶλλον ἢ μηδέτερα ὁμολογεῖς, καὶ τοῖς πεπολιτευμένοις ἡμῖν ἅπαντα ἃ προσήκει προσεῖναι καὶ μειζόνως τὰ πρὸς εὐδοξίαν τῇ πόλει τῆς αἰτίας εἶναι. πῶς οὖν οὐ δίκαιος ἦσθα μᾶλλον ἐπαινεῖν ἢ ψέγειν; εἰ γὰρ αὐτοῖς τοῖς ἡμαρτηκόσιν εἰς ἡμᾶς τὰ καλῶς βουλευθέντα καὶ πραχθέντα πλείονός ἐστι λόγου, καί τις ἂν οὐκ ἀλόγως ταῦτα ἐκείνοις παρείη, πῶς οὐχ ἡμᾶς γε δίκαιον ἀφεῖσθαι πάσης αἰτίας, οἷς τῶν μὲν ἐγκλημάτων οὐδʼ ὁτιοῦν δή που μέτεστι, τῶν δὲ εἰς ἔπαινον ἡκόντων, ἂν τἀληθῆ λέγειν ἐθέλῃς, τὸ πλεῖστον; ἡμεῖς τοίνυν πόλλʼ ἂν ἔχοντες ἡμᾶς αὐτοὺς σεμνῦναι παραλείπομεν. ἀλλʼ ἵνα εἰδῇς ὅσον ἡμῖν ἐπιεικείας περίεστι καὶ ὅσον πανταχῆ τοῦ πλεονεκτεῖν ἐθέλειν ἀπέχομεν, ἔστω τὸ πᾶν κοινὸν, ἀφαίρει πάσας, εἰ βούλει, τὰς ἄνω προσθήκας, ἐπὶ τοῖς ἴσοις καταλυώμεθα—πάντως δʼ οὐκ ἄπειροι συνθηκῶν ἡμεῖς—μήτε σὺ μέμνησο πρὸς ἡμᾶς <pb xml:id="v.2.p.312"/>  περὶ συμφορῶν οὔθʼ ἡμεῖς πρὸς σὲ τούτῳ χρησόμεθα. ὡς οὐκ ἔστι μέσον οὐδὲν, ἀλλʼ ἢ καὶ ἡμᾶς μετὰ σοῦ τούτοις ἑαλωκέναι δεῖ ἢ καὶ σὲ καὶ ἡμᾶς ἀθώους ἀφιέναι καὶ ἀποχρῆν ἅ τινες τῶν ἄλλων ἐξήμαρτον εἰς ἡμᾶς.” ταῦτʼ εἰπόντας ἂν αὐτοὺς οἶμαι ῥᾳδίως πάλιν πορεύεσθαι παρὰ τοὺς πλείονας, εἰ δὴ δεῖ κἀκείνους μετὰ τῶν πλειόνων κεῖσθαι δοκεῖν ὥσπερ ἔγωγε οὐκ οἶμαι. ἐγὼ μὲν οὖν ἥδιστʼ ἂν ἀμφοτέρων ἀποψηφιζοίμην· εἰ δέ τις ἄλλως γιγνώσκει, θρασυκάρδιον ἄν τινα αὐτὸν φαῖεν οἱ ποιηταί. φέρε δὴ καὶ τὰ παραδείγματα αὐτοῦ σκεψώμεθα. </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="239"><p><q>οὐκοῦν οἵ γε ἀγαθοὶ</q> φησὶν <q>ἡνίοχοι κατʼ ἀρχὰς μὲν οὐκ ἐκπίπτουσι τῶν ζευγῶν, ἐπειδὰν δὲ θεραπεύσωσι τοὺς ἵππους καὶ αὐτοὶ γένωνται ἀμείνους ἡνίοχοι, τότʼ ἐκπίπτουσι.</q> καὶ ἔτʼ ἄνω που τῶν εἰς τὸν Περικλέα <q>ὄνων γοῦν</q> φησὶν <q>ἐπιμελητὴς καὶ ἵππων καὶ βοῶν τοιοῦτος ὢν κακὸς ἂν ἐδόκει εἶναι, εἰ παραλαβὼν μὴ λακτίζοντας αὐτὸν μηδὲ κυρίττοντας μηδὲ δάκνοντας ἀπέδειξε ταῦτα ποιοῦντας διʼ ἀγριότητα.</q> ἀλλʼ ὄνους μὲν ὦ τᾶν καὶ ἵππους καὶ βοῦς τοὺς αὐτοὺς ἑκάστους λέγεις, Ἀθηναίων δὲ τῶν αὐτῶν ἅπαντες οἶμαι προὔστησαν, οἷον δὴ λέγω, Σόλων καὶ Κλεισθένης καὶ Μιλτιάδης καὶ Περικλῆς καὶ ὅστις ἕκαστος. ἀλλʼ ἡ μὲν πόλις μία καὶ ἡ προσηγορία, οἱ δʼ ἄνδρες ἄλλοι καὶ ἄλλοι παρὰ τοὺς χρόνους. τί οὖν θαυμαστὸν τοὺς μὲν πρᾳοτέροις καὶ ῥᾴοσι χρησαμένους τυχεῖν, τοὺς δʼ αὖ τραχυτέροις καὶ θυμοειδέσι μᾶλλον, ὥσπερ καὶ ἄλλα μυρία δή που μεταβάλλει κατὰ τοὺς χρόνους. <pb xml:id="v.2.p.313"/>  οὔκουν οὐδὲ τοὺς ἐκ τῆς γῆς καρποὺς παραπλησίους καθʼ ἕκαστον ἐνιαυτὸν κομιζόμεθα, οὔτε τὸ πλῆθος οὔτε τὴν ἀρετὴν λέγω. ἀλλʼ ἔτους ἰσχὺς οὐκ ἔλαττον ἢ χώρας εἶναι δοκεῖ. ὥστʼ εἰ τὸν ἔμπροσθεν χρόνον εὐκολώτεροι τὰς φύσεις ὄντες κατʼ ἐκείνους ἤδη χαλεποὶ κατέχειν ἦσαν, οὐκ ἔξω τῆς ὅλης φύσεως τὸ πάθημʼ ἂν εἴη, ὥσπερ γε καὶ προϊόντος οἶμαι τοῦ χρόνου τὸ φρόνημʼ ἂν ἦσαν κατὰ συμφοράς. ἔτι τοίνυν οὐδʼ ἡνίοχοι τοὺς ἵππους οὕτω διαφθείρουσιν, ἂν τοὺς μὲν παιδεύωσι, τοὺς δὲ μὴ δυνηθῶσιν αὐτῶν, ἀλλʼ ἐὰν οὓς πρότερον χρηστοὺς καὶ ἀναμαρτήτους εἶχον, τούτους χείρους ἀποφήνωσι· Μιλτιάδης δὲ καὶ οἱ εἰς ἐκεῖνον οὐ τοὺς αὐτοὺς εἶχον διὰ τέλους, ἀλλʼ οἱ μὲν ἐπεγίγνοντο δήπουθεν, οἱ δὲ ἀπεγίγνοντο, οἱ δὲ καὶ ἀπεφοίτων παρʼ αὐτῶν. πῶς οὖν πρὸς τοὺς ἡνιόχους εἰσὶ κρίνεσθαι δίκαιοι, ἢ πῶς ὡς τῶν αὐτῶν ἵππων μενόντων αὐτοῖς οὕτω δεῖ διδόναι τὸν λόγον; ὥσπερ ἂν εἴ τις τοὺς Μολιονίδας ἠξίου καὶ τῶν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="240"><p>Διομήδους τοῦ Θρᾳκὸς οὕτως ἄρχειν, ὥσπερ ὧν εἶχον ἐξ ἀρχῆς. καὶ μὴν οἱ μὲν ἡνίοχοι καθʼ αὑτοὺς ἕκαστοι τῶν ζευγῶν ἄρχουσι καὶ οὐδεὶς παραλυπεῖ, τὸ δʼ αὐτὸ τοῦτο λέγω καὶ περὶ τῶν ἐπὶ τοῖς ὄνοις τε καὶ βουσίν· ὥστʼ εἴ τι πλημμελοῖτο, βέβαιον τὴν αἰτίαν ἔχοιεν ἂν εἰκότως. ἀλλʼ οὐ Περικλῆς γε καὶ Θεμιστοκλῆς, οὐδʼ ἐκείνων τῶν ἀνδρῶν οὐδεὶς καθʼ αὑτὸν Ἀθηναίων ἦρξεν, οὐδὲ τοῦ τι πράττειν ἐναντίον ἐγχειρήσαντος ἀπηλλαγμένος, ἀλλὰ καὶ <pb xml:id="v.2.p.314"/> ἕτεροι πολλοὶ δή που μετʼ αὐτῶν ἔπραττον τὰ πολιτικὰ, οὔτε φύσεις τὰς αὐτὰς οὔτε γνώμας ἔχοντες, ὥστʼ ἔτι μᾶλλον τούτοις ἢ ʼκείνοις ἄξιον προστιθέναι τὰ ἁμαρτήματα. ἐγὼ μὲν γὰρ τοσούτῳ μᾶλλον ἂν φαίην ἐκείνοις, ὅσῳπερ εἰς τούτους ἦν τὰ ἁμαρτανόμενα. ὡς δʼ ἁπλῶς εἰπεῖν ποῦ δίκαιον μόνους ἀπαιτεῖν εὐθύνας τοὺς οὐ μόνους τῶν πραγμάτων αἰτίους; οὔκουν τούς γʼ ἡνιόχους αἰτιώμεθα τοὺς ἐξ ἀρχῆς, ἂν ἕτερος τοὺς αὐτοὺς ἵππους παραλαβὼν κακίους ἀποδείξῃ· ἀλλὰ καὶ ἡνίοχοι καὶ διδάσκαλοι μειζόνως εὐδοκιμοῦσιν, ὅταν τῶν αὐτῶν ἕτεροι κύριοι καθεστῶτες μὴ τῶν ἴσων ἄξιοι γένωνται. καὶ νὴ Δίʼ ἄν γε καὶ κατὰ τοὺς αὐτοὺς χρόνους [οἷον τῆς αὐτῆς ἡμέρας] ἕτερος παραλαβὼν τὸ ἅρμα ἀναβαίνῃ, οὐκέτι τοῦ παντὸς ὑπεύθυνος ὁ χρηστὸς ἡνίοχος οὐδʼ ὁ ἔνδοξος, ἀλλʼ ἐὰν καθάπαξ πρὸς αὐτὸν ἡ ἐπιμέλεια καταστῇ, οὕτω καὶ ταῦτα κρίνεται, τῶν δὲ ἑτέρου κακῶν οὐδεὶς κληρονομεῖ. ἀλλὰ καὶ τοῦτʼ αὐτὸ φαῦλόν ἐστι κατηγόρημα, ὅτι τὸν βελτίω καὶ τὸν οὐ καθʼ αὑτοὺς οὐκ εἴων χρῆσθαι τῇ τέχνῃ, ἀλλʼ ὑπεσκέλιζον ὥσπερ οἱ τοὺς ἐν τοῖς δρόμοις. οὕτω τοίνυν καὶ περὶ τῆς ἐκείνων πολιτείας, ἕως ἂν μὴ δείξῃς ὅτι βασιλευόντων τῶν φιλοσόφων καὶ μόνων ἐφεστηκότων τοῖς πράγμασι ταῦθʼ ἡμαρτήθη—λέγω τοῦ Μιλτιάδου, τοῦ Θεμιστοκλέους, τοῦ Περικλέους, τοῦ </p></div></div></body></text></TEI>