<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="231"><p> πεπρᾶχθαι, πότεροι βελτίονι καὶ δικαιοτέρῳ πράγματι τὴν ἀρχὴν ἐπέθεντο ἡμῶν; πότερον ὁ τὸν τύραννον παιδεύειν ἀξιῶν καὶ πλέων ἔξω τῆς πατρίδος τοσοῦτον, ἢ οἱ τοῖς πολίταις τοῖς ἑαυτῶν τὰ βέλτιστα ἐθελήσαντες συμβουλεῦσαι, καὶ τούτοις ἐκ τῶν δυνατῶν ἀμείνω τὰ πράγματα ποιεῖν; τί φῂς, ὦ Πλάτων, πρὸς ταῦτʼ, ἐροῦσι, καὶ ὅτε γε καθάπαξ οὐκ ἐκρατήσαμεν, πότεροι μᾶλλον τῆς γνώμης τῆς ἐξ ἀρχῆς ἐφικόμεθα; καὶ πότεροι πλέον προὐβιβάσαμεν; πότερʼ ἡμεῖς βελτίους Ἀθηναίους ἀπεφήναμεν, ἢ σὺ τοὺς τυράννους; καὶ μὴν ἐκείνοις μὲν πλὴν ἴσως ὀλίγων ἅπανθʼ ἡμάρτηται, τοῖς δὲ μεθʼ ἡμῶν ἅπαντα κάλλιον πλὴν ὀλίγων ἢ κατὰ πάντας ἀνθρώπους πεποίηται. τοσοῦτον ἡμεῖς ἀμείνους τοὺς ἡμῖν χρωμένους ἀπεδείξαμεν ἢ σὺ τοὺς σοί. εἰ δʼ ἐρεῖς ὅτι βελτίους οὗτοι τὴν φύσιν, καὶ ταύτῃ φρονιμωτέρους ἡμᾶς ἀποδεικνύεις, εἴ τινας ἐν τούτοις ἔσχομεν ἐλπίδας, οὐχ ὥσπερ σὺ τοῦ παντὸς διήμαρτες, ἐκείνοις διαλέγεσθαι προὔργου τι δόξας εἶναι. ἔπειτα ὥσπερ ἐν οἷς βελτίους ἑτέρων γεγόνασι τὴν φύσιν αἰτιᾷ, οὕτως εἴ τι καὶ προπετέστερον εἰργάσθαι σοι δοκοῦσι, τῆς φύσεως αὐτὸ θὲς τῆς αὐτῆς καὶ μὴ <pb xml:id="v.2.p.304"/> λάμβανʼ ἐφʼ ἡμᾶς, μηδʼ ἃ μὲν ἡμῶν ἡγουμένων κατέπραξαν, ἀποστέρει τοὺς συμβουλεύσαντας καὶ τοὺς συγκατεργασαμένους ἡμᾶς τῷ δοκεῖν τὰ βέλτιστα παραινέσαι, ἃ δʼ ἐπὶ σφῶν αὐτῶν ἐξήμαρτον εἰς ἡμᾶς, ταῦθʼ ὡς ἡμεῖς ἀδικοῦμεν λέγε. ἐκείνων μὲν γὰρ καὶ ἡμεῖς αἴτιοι τὸ μέρος, τούτων δὲ οὐδὲ μικρόν. ἀλλὰ ταῦθʼ, ὡς ἔφη Σοφοκλῆς, πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα. καὶ μὴν εἴ γε τὸ προσκροῦσαι καὶ χρήσασθαί τινι συμφορᾷ κακίας ἔλεγχός ἐστι καὶ μέμψιν δικαίαν ἔχει τῷ πεπονθότι, σκόπει πρὸς τὰ ἡμέτερα καὶ τὰ σαυτοῦ. ποῖʼ ἄττʼ ἀπέλαυσας τῶν τυράννων οὓς παιδεύειν προῃροῦ; μὴ ἄρʼ οὐ Πολυκράτης τὴν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="232"><p> ἔξωθεν τύχην οὐδʼ αὐτὸς ἡμῖν ἦσθα. οὕτω μὲν ἐξ ἀρχῆς εἱρχθεὶς ἐτρέφου παρὰ ἐλπίδα καὶ παρʼ ἀξίαν ἅπασαν σεαυτοῦ, καὶ εἰ μή σε ἀνὴρ Ἰταλιώτης ἐξῃτήσατο τῶν Πυθαγορείων, ὥσπερ σὺ φῂς τὸν πρύτανιν, ὅτι ἡμῶν ἕνα μέλλοντα εἰς τὸ βάραθρον ἐμπεσεῖσθαι διεκώλυσε, κἂν αὐτὸς ἴσως εἰς τὰς λιθοτομίας ἐνέπεσες, ἢ δή τοι τό γε δεύτερον οὐκ ἂν ὑπεξέφυγες Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα τοῦ πορθμοῦ, ἀλλʼ ἐτεθνήκεις ἂν αὐτοῦ ἐν Σικελίᾳ. νῦν <pb xml:id="v.2.p.305"/>  δὲ Ἀρχύτας ἦν ὁ κωλύσας καὶ Διονύσιος Ἀρχύταν μὲν ἐπιστέλλοντα ᾐσχύνθη καὶ ἔδωκε τὴν χάριν, Πλάτωνα δὲ οὐκ ᾐσχύνετο, ᾧ συνῆν καὶ οὗ τοὺς καλοὺς ἐκείνους καὶ σεμνοὺς λόγους ἤκουσεν, ἀλλὰ τοσοῦτον ἔδει τιμᾶν ἢ πείθεσθαι λέγοντι ὥσθʼ, ἵνα σου τῆς φωνῆς μὴ ἀκούοι, καθείρξας εἶχεν ὡσεί τινα ἀτίμητον μετανάστην. καὶ περιειστήκει σοι τὸ τοῦ Κίμωνος, ὃ σὺ φῂς πρὸς αὐτὸν τοὺς Ἀθηναίους οὐκ ἐθέλειν αὐτοῦ τῆς φωνῆς ἀκούειν, οὐδὲ σοῦ τότʼ ἠξίου Διονύσιος, πλὴν ὅσον οὐκ ἐν τοῖς ἴσοις ἦσθα. ἐκεῖνον μὲν γὰρ Ἀθηναῖοι μετέστησαν ὅπως αὐτοῦ δέκα ἐτῶν μὴ ἀκροάσαιντο, σοὶ δὲ οὐδʼ αὐτὸ τοῦτο ἐξῆν μεταστῆναι καὶ πάνυ δή που βουλομένῳ τε καὶ ζητοῦντι, νοῦν ἔχοντι, ὡς ἐγώ φημι. ἀλλὰ τοῦτʼ ἦν ἡ δεινὴ συμφορὰ τὸ μὴ ἐξεῖναι ἀπελθεῖν, ἀλλὰ μένειν πρὸς βίαν καὶ μονονοὺ προσηλῶσθαι. καὶ παραδίδωσι δή σε μετὰ ταῦθʼ ὁ φίλτατος ἀνδρὶ Σπαρτιάτῃ Πόλλιδι, καὶ οὐδʼ ἐνταῦθʼ ἔστη τῆς ὕβρεως, ἀλλʼ ἀποδόσθαι προσέταξεν, ἀποδόσθαι τὸν ἄριστον οἴμοι τῶν Ἑλλήνων, ὥσπερ ἀνδράποδον τῶν ἐπʼ ἐξαγωγῇ. οὐκ ἂν ἡμῶν γε ζώντων καὶ τῶν τριήρων οὐσῶν τοῦθʼ ὕβρισεν ὁ θεοῖς ἐχθρὸς ἐκεῖνος. ὅμως δʼ ἐπέταξε καὶ Πλάτων ἐξήγετο ἐκ Σικελίας ὑπὸ Πόλλιδος καὶ ὁ Πόλλις αὖ πάλιν παραλαβὼν Διονύσιον μὲν καὶ ἀπόντα ᾐσχύνετο καὶ ὧν ἐπέσκηψεν ἐμέμνητο, σὲ δʼ ὁρῶν καὶ συνὼν παρʼ οὐδὲν ἐποιεῖτο, ἀλλʼ ἡ θαυμαστή σου δύναμις καὶ πειθὼ κατὰ τοὺς λόγους ἡττᾶτο τῶν ἐντολῶν τοῦ Διονυσίου· καὶ Πόλλις ἐκείνῳ μὲν συνεβάλλετο, καὶ ταῦτα τοιαῦτα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="233"><p> ἐπιτάξαντι, σοὶ δʼ οὐδέν· προσθῶμεν δὲ ὅτι καὶ Σπαρτιάτης ὢν καὶ τεθραμμένος ἐν νόμοις καὶ πολιτείᾳ δεύτερα τῶν πασῶν ἐχούσῃ παρὰ σοὶ κριτῇ, μᾶλλον δὲ πρῶτα τῶν οὐσῶν. καί σοι μάτην, ὡς ἔοικε, τὰ πολλὰ ἐκεῖνα εἰς <pb xml:id="v.2.p.306"/>  τὴν τῶν Λακεδαιμονίων πόλιν ὕμνητο. ὁ γοῦν τῶν Λακεδαιμονίων ποτὲ ναύαρχος τοσοῦτον διήμαρτε τῆς σῆς ἀξίας, ὅσον οὐδʼ ἂν εἷς Περσῶν ἢ Σκυθῶν, οἷς οὐκ ἦν συνεῖναι τῆς σῆς φωνῆς τὸ παράπαν. καίτοι γε εἰ μὲν ἠξίους αὐτὸν ἀμείνω γενέσθαι Διονυσίου περὶ σὲ καὶ βουλεύσασθαί τι βέλτιον, ὁ δὲ οὐ προσεῖχέ σοι τὸν νοῦν, ἀλλὰ τοῦ μὴ παρόντος ἦν καὶ τοῦ τὰ αἴσχισα ἐντειλαμένου, πῶς οὐχ ἡττῶ πάμπολυ τοῦ τυράννου καὶ ποῦ δίκαιος εἶ προφέρειν εἴ τίς τινα πείθειν ἐγχειρῶν ἀπέτυχεν; εἰ δὲ σὺ μὲν στέργειν ἠξίους τοῖς παροῦσιν, ὁ δὲ οὐκ ᾐδεῖτό σου τὴν σιωπὴν οὐδʼ ἁπάντων λόγων ἡγεῖτο ἱκανωτέραν εἶναι τοὺς προσήκοντας αὐτῷ λογισμοὺς περὶ σοῦ παραστῆσαι, πῶς τῶν εἰκότων ἐτύγχανες, ἢ πῶς τὰ πρέποντα ἀπέλαυες τῆς φύσεως τῆς σεαυτοῦ; νὴ Δίʼ ἀλλʼ οὐδὲν σὺ χείρων, εἰ παρέπαιε Πόλλις καὶ Διονύσιος. οὐδέ γʼ ἡμεῖς, ὦ μακάριε, εἴ τις περὶ ἡμᾶς φαῦλος Ἀθηναίων ἐγένετο. εἰς τοίνυν τοῦθʼ ἧκεν ὁ Πόλλις ὑπερβολῆς καὶ οὕτω σφόδρα ἐσπούδασε κύριος καταστὰς βουλεύσασθαι περὶ ἀνδρὸς οἵου μηδʼ ὄναρ ἤλπισεν, εἶτα φανῆναί τι παμμέγεθες βεβουλευμένος καὶ ὑπερβάλλον φιλανθρωπίᾳ τε καὶ παιδείᾳ, ὥστε κομίσας εἰς Αἴγιναν, ἐν ᾗ θάνατος προείρητο εἴ τις Ἀθηναίων ἐπιβαίνων ληφθείη, ἐνταῦθα ἐκβιβάζει σε. κἀνταῦθα αὖ τὸ τοῦ Θεμιστοκλέους ἠτύχεις, μᾶλλον δὲ καὶ ηὐτύχεις. ἐκεῖνός τε γὰρ εἰς Μολοττοὺς ὡς Ἄδμητον ἐχθρὸν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="234"><p> ὄντα αὐτῷ παραγίγνεται καὶ διʼ ἐκείνου σώζεται καὶ σοὶ παρὰ τοῖς ἐχθροῖς τοῖς κοινοῖς τῆς πατρίδος τῆς σαυτοῦ συνέβαινεν ἐξετάζεσθαι. καὶ εἰ μὴ ἐκεῖνοι βελτίους ἐγένοντο <pb xml:id="v.2.p.307"/>  τοῦ τυράννου καὶ τοῦ διακόνου, —καὶ οὗτοί γε καλῶς ποιοῦντες τὴν Πλάτωνος φιλοσοφίαν καὶ δόξαν ᾐσχύνθησαν, —ἐτεθνήκεις ἂν αὐτόθι νῆσον ἀντὶ νήσου μεταλαβὼν, ἐν προθύροις τῆς πατρίδος, οὐκ ἐν Σικελίᾳ· τοσοῦτον ἔμελλες κερδαίνειν. ὁ δὲ χρηστὸς σύμπλους ὁ Σπαρτιάτης οὐδʼ ὣς ἐπελάθετο ὧν ἤκουσε παρὰ τοῦ Διονυσίου, ἀλλʼ ἐπώλησε τὴν ἱερὰν κεφαλήν· καὶ πωλοῦντος Πόλλιδος Ἑλλήνων μὲν οὐδεὶς ὠνεῖτό σε—οὕτω πάντες κατείχοντο ὑπὸ τῶν σῶν λόγων—Λίβυς δʼ ἄνθρωπος Ἀννίκερις ὄνομα, ὃν οὐδʼ ἠπίστατο ἀνθρώπων οὐδεὶς, εἰ μὴ ταῖς σαῖς συμφοραῖς ἀπεχρήσατο. νῦν δʼ οὐ Πλάτωνα ἐπρίατο, ἀλλὰ δόξαν αὑτῷ καὶ τὸ γιγνώσκεσθαι. καὶ τότε ἤδη Δίων τὰ θαυμαστὰ ἐφιλανθρωπεύετο πέμπων τὰ λύτρα τῷ Λίβυϊ. ἀλλʼ οὐδʼ ἐκεῖνός γʼ ἡττήθη τοῦ Δίωνος, ἀλλʼ ἀφῆκέ σε προῖκα, ὁ μηδεπώποτʼ ἰδὼν πρότερον μηδʼ ὁμιλήσας μηδαμοῦ μήτε νήσων μήτʼ ἠπείρου. ἐλθὼν τοίνυν οἴκαδε καὶ διαφυγὼν ὥσπερ τις Ὀδυσσεὺς οὐ θανάτους μόνον, ἀλλὰ καὶ δουλείαν, καὶ οὑτωσὶ σαφῶς ἐπὶ τῇ ἑτέρων κακίᾳ καὶ <pb xml:id="v.2.p.308"/> φιλανθρωπίᾳ γενόμενος χρόνον μέν τινα ἡσυχάσας· ὡς δὲ τελευτήσαντος τοῦ προτέρου Διονυσίου παραλαβὼν τὴν ἀρχὴν ὁ ἐξ ἐκείνου Διονύσιος μετεπέμπετο αὖθίς σε εἰς τὴν πολυύμνητον Σικελίαν, ὥσπερ μετὰ τῶν ἄλλων ὧν παρὰ τοῦ πατρὸς παρειλήφει καὶ τὴν εἰς σὲ ὕβριν παρειληφὼς, καὶ κληρονομῶν καὶ τοῦ σοι προστάττειν, ὥσπερ Συρακοσίοις ἢ τοῖς ἄλλοις τοῖς ἐν Σικελίᾳ, ᾤχου δὴ πλέων. καὶ ποίων </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="235"><p> τινῶν ἀπέλαυσας πάλιν αὐτὸς οἶσθα, ὡς οὔθʼ ὧν ἀπῆρας χάριν διεπράξω ἠνέσχου τε πολλὰ καὶ παντοῖα, καὶ παντὸς μᾶλλον ἢ σαυτοῦ, τοσοῦτον εὐτυχήσας μόνον, εἰρήσεται γὰρ, ὅσον οὐ μετέσχες τῆς Φιλοξένου τοῦ διθυραμβοποιοῦ τύχης, καίτοι πράττων μάλιστά πως ἀντίπαλα ἐκείνῳ. μή τοι νομίσῃς ἡμᾶς ἀγνοεῖν τοὺς σοὺς λόγους ἢ μὴ συγχωρεῖν ἀληθεῖς εἶναι, ὡς οὐ θέμις ἀνδρὶ βελτίονι ὑπὸ χείρονος οὔθʼ ὑβρίζεσθαι οὔτε βλάπτεσθαι. σύνισμεν ταῦτα καὶ μαρτυροῦμεν ὡς ἀληθῆ λέγεις, ὅμως δέ γε ὁ θαυμαστὸς ἐκεῖνος ἐραστής σου οὐδʼ ὁτιοῦν ὕβρεως καὶ ἀσελγείας ἀπέλιπε. καὶ σὺ μὲν ἴσως οὐδὲν ὑβρίσθης, ὁ δʼ οἷς ἡγεῖτο ὑβρίζειν, πλείω ταῦτʼ ἔπραττεν ἢ διʼ ὧν ᾔδει τιμήσων. καὶ οὐδʼ οὕτω κατέλυσας τὴν πρὸς ἐκεῖνον ὁμιλίαν καὶ τὸ πλεῖν, ἀλλʼ οὕτω παρʼ ἐλπίδα καὶ παρʼ ἀξίαν ἀπαλλάξας καὶ ἀγαπητῶς ἀποσωθεὶς πάλιν οἴκαδε τοσοῦτον ἀπέσχες τοῦ ἑτέροις τι δύνασθαι συμβουλεῦσαι ὥστʼ οὐδὲ σαυτῷ συνεβούλευσας, ὅπερ λοιπὸν ἦν. ἀλλʼ ἡ μὲν παροιμία καὶ Ὅμηρός φησι, ῥεχθὲν δέ τε νήπιος ἔγνω· σὺ δʼ ὁ τῶν Ἑλλήνων σοφώτατος οὐδʼ οὕτως ἐπαιδεύθης, ἀλλὰ πάλιν σε χειροῦται Διονύσιος, ἐλπίδας φιλανθρώπους ὑποτείνας, καὶ πάλιν αὖ τῶν τῆς τυραννίδος κακῶν ἐπειρῶ, τὸ τρίτον πλεύσας ὥσπερ οἱ <pb xml:id="v.2.p.309"/> παλαισταὶ παλαίουσι, δὶς μὲν πρὸς τὸν αὐτὸν προσπταίσας, τρίτον δʼ ὅλως πρὸς τύραννον καὶ τυραννικὴν οἰκίαν.</p><p rend="align(indent)">οὕτως οὐδʼ αὐτὸς ἐξ οὐρίας τὰ πάντα ἔθεις. τί οὖν ἡμῖν τὴν τύχην προφέρεις αὐτὸς τοιαύτης πεπειραμένος; ὥσπερ ἂν εἰ Ὀδυσσεὺς τῷ Μενέλεῳ τὴν πλάνην ὠνείδιζεν, ὦ οὗτος, ἧκον μὲν οὐδʼ αὐτὸς μετὰ πάντων, μετὰ πλειόνων </p></div></div></body></text></TEI>