<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="226"><p>γράφοιεν ἐφʼ αὑτῶν. ἀλλʼ οὐ ταῦτά γʼ ἐστὶν ὧν προϋπέδειξεν αὐτοῖς ὁ διδάσκαλος οὐδʼ ὧν ἐπαιδεύοντο, ἀλλʼ ἐκεῖνος μὲν ὅπως ὀρθῶς γράφωσιν εἰσηγεῖτο, καὶ ἅ γε σώζουσι, τῶν ἐκείνου μαθημάτων σώζουσι, ταῦτα δὲ αὐτῶν ἐστιν ἁμαρτήματα, εἴτʼ ἐνδείᾳ μαθήσεως εἴτε ῥᾳθυμίᾳ εἴθʼ ὅπως δή ποτε ἐπακολουθήσαντα, πλὴν οὐ διʼ ἐκεῖνόν γε οὐδὲ τὴν παρʼ ἐκείνου συντέλειαν, οὐ μᾶλλόν γʼ ἢ καὶ οἱ τῶν τροφῶν ἀποροῦντες διὰ τοὺς πορίσαντας καὶ διδόντας αὐτοῖς ἀποροῦσιν. ἀλλʼ οἶμαι τῆς ἐνδείας ἐστὶν ἅπαντα ταῦτα, οὐχ ὧν τις μετέσχεν οὐδʼ ὧν ὅσον οἷόν τʼ ἦν ἐκαρπώσατο. εἰ μὲν οὖν τι χεῖρον Ἀθηναίους ἐκεῖνοι προὐδίδαξαν, λεγέσθω τοῦτο κατʼ αὐτῶν, οὐδεὶς λόγος αὐτοὺς παραιτήσεται τὸ μὴ οὐ φαύλους εἶναι· εἰ δὲ μὴ <pb xml:id="v.2.p.298"/>  πάντας ἐπαίδευσαν μηδʼ ὡς οἷόν τʼ ἀκριβέστατα μηδʼ ὡς μάλιστα ἐβουλήθησαν, τί τό γε ἐκπεφευγὸς τῆς ἐκείνων προστασίας ἄν τις τιθείη; οὐ γὰρ τῆς ἐκείνων ὁμιλίας τοῦτο ἀπώναντο, ἀλλʼ οὐκ ἀπώναντο ἐκείνων ἔτι τοῦτό γε. οὔκουν ἐξ ὧν προσεῖχον αὐτοῖς, ἐκ τούτων ἥμαρτον, ἀλλʼ ἐξ ὧν οὐ προσεῖχον ἐπλημμέλησαν. οὕτως ἅ γʼ ἐπείθοντο σαφῶς ἄρʼ οἱ πείθοντες ἔπειθον καλῶς. ἔπειτα μουσικὴν μὲν καὶ γεωμετρίαν καὶ τὰς ἄλλας τέχνας λέγω καὶ τὰς πάνυ φαύλας οὐ πάντες οἱ φοιτήσαντες παρὰ τοὺς διδασκάλους λαμβάνουσιν, ἀλλʼ ἐκ τῶν πολλῶν ὀλίγοι κομιδῆ τινες· καὶ οὐδʼ ἐν τούτοις οὐδεὶς ἐπαναγκάζει τοὺς διδασκάλους αὐτοὺς ὑπευθύνους εἶναι τοῦ διὰ παντὸς ἀκριβοῦς, οὐδʼ ἂν ὁ μαθὼν μὴ πάντα κατορθοῖ, μηδʼ ὅμοιος ᾖ τῷ διδάξαντι, οὐδεὶς τοῦτʼ ἀναμφισβήτητον κατʼ ἐκείνου τίθησιν, οὔθʼ ὡς οὐδὲν ἐπισταμένου τῆς τέχνης οὔθʼ ὡς ἑκόντος ὑποστειλαμένου οὔθʼ ὡς τὸ σύμπαν εἰπεῖν ἀδικοῦντος. ἀλλʼ ἴσμεν τὸν τοῦ Ὁμήρου λόγον ὃν περὶ τῶν παίδων ἔφη κἀπὶ τῶν τοιούτων ἰσχύοντα· <quote rend="blockquote">παῦροι γὰρ (φησὶ) παῖδες ὁμοῖοι πατρὶ πέλονται, <l/> οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.</quote> καὶ διδασκάλῳ τὸν μὲν ὅμοιον συνέβη γενέσθαι, τὸν δὲ οὒ, καὶ ὁ μέν γε χείρων, ὁ δὲ βελτίων ἐγένετο. οὕτω </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="227"><p> ταῦτʼ ἔχοντα σύνισμεν καὶ ἐν γένεσι καὶ ἐν τέχναις· τὴν δὲ πολιτικὴν εἰ μὴ πάντας ἐπαίδευσαν Ἀθηναίους Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Μιλτιάδης καὶ Κίμων, μηδʼ ἅπαντας ἐφεξῆς βελτίους ἐποίησαν κατὰ φυλὰς καὶ κατʼ ἄνδρα ὥσπερ θεωρικὸν τὴν ἐπιστήμην διανέμοντες, εἶθʼ ὑπερφυές τι φήσομεν κατʼ αὐτῶν εὑρηκέναι, ὡς οὐδʼ αὐτοὶ βελτίους οὐδενὸς ἦσαν εἰς ταῦτα; καὶ τοῦ μὲν χυτρέως οὐ κατηγορεῖς ὅτι μὴ πάντας ἐφεξῆς πλάττειν ἐδίδαξε, τῶν δʼ ἄκρων ἐν τοῖς Ἕλλησι κατηγορεῖς ὅτι μὴ πάντας ἑαυτοῖς <pb xml:id="v.2.p.299"/>  προσομοίους ἐποίησαν; καὶ οὐκ ἀγαπᾷς τὸ τοῦ σοῦ Πρωταγόρου, εἰ καὶ καθʼ ὁσονοῦν προὐβίβασαν τοὺς πολλοὺς εἰς τὸ βέλτιον, ἀλλʼ εἰ μὴ πάντʼ ἀνεγκλήτως ὁ δῆμος καὶ ὥσπερ ἂν εἷς ἀνὴρ μετεχείρισε, τοῦτʼ ἤδη κατὰ τῶν προστατῶν ἐστί σοι.</p><p rend="align(indent)">καὶ μὴν ὁρῶ μέν γε καὶ τοὺς ἰατροὺς καὶ τοὺς πάνυ χρηστοὺς εἶναι δοκοῦντας οὐ καθάπαξ οὕτως ἐξαιροῦντας τὰ νοσήματα ὥστε μηδὲ ἴχνος ἐμμεῖναι τῷ σώματι, ἀλλὰ καὶ τῶν ἀρχαίων πολλάκις ἐγκαταλιπόντας καὶ τὸ πραῧναι χάριν ἀρκοῦσαν τιθεμένους, καὶ ταῖς παντελέσι θεραπείαις τήν γε φύσιν οὐχ οἵους τε ὄντας ὑπερβῆναι, ἀλλὰ ταύτης μὲν ἀπήλλαξαν τῆς νόσου, ἑτέραν δʼ οὐδὲν ἐκώλυσαν ἐπελθεῖν ὕστερον. οὐ γάρ ἐσθʼ ἡ τέχνη διὰ τέλους ἀξιόχρεως, ἀλλʼ ἡ φύσις νικᾷ. τί οὖν θαυμαστὸν εἰ κἀκεῖνοι πολλὰ καὶ χρηστὰ συμβουλεύσαντες Ἀθηναίοις καὶ πολλὰ τῶν δυσχερῶν κωλύσαντες μὴ διὰ τέλους αὐτοὺς ἠδυνήθησαν κατασχεῖν μηδʼ ἀθάνατα ἰάσαντο, ἀλλʼ ἡττήθησαν τῆς δήμου φύσεως, εἴτε καὶ τῆς κοινῆς ἀνθρώπων δεῖ λέγειν, καὶ μὴ ἠδυνήθησαν καθάπαξ ἐκ τῆς πόλεως ἐξελεῖν ἀδικίαν, ὥσπερ γεωργοὶ τὰ λυμαινόμενα τῇ χώρᾳ καθʼ ἕκαστον ἐνιαυτὸν ἐκκόπτοντες, εἶτʼ οὐκ ἐφικνούμενοι διὰ παντὸς τοῦ σπέρματος. εἰ τοῦτον τὸν τρόπον κἀκείνους ἐθέλοντας καθαίρειν τὴν πόλιν ἐξέφυγε καὶ ἐνέμεινε σπέρμα ἀναγκαῖον ἀδικίας καὶ ἀγνωμοσύνης, καὶ οὐ πάνθʼ ὑπήκουσεν αὐτοῖς, ἀλλʼ ἔσθʼ ἃ καὶ καθʼ αὑτὸν ὁ δῆμος ἐβουλεύσατο, τίνα ταῦτʼ ἔχει τοῖς ἀνδράσι φαυλότητα, ἢ τί δεῖ τὰ ἑτέρων ἐκείνοις λογίζεσθαι, ὥσπερ ἂν εἰ καὶ στάσεως οὔσης ἐν τῇ πόλει καὶ τούτων τῆς <pb xml:id="v.2.p.300"/>  </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="228"><p>ἑτέρας ἡγουμένων τῆς τῶν ἐπιεικῶν, εἶτα τὰ τῶν ἑτέρων ἁμαρτήματα καὶ τῶν εἰς τούτους πλημμελούντων αὐτοῖς τούτοις τις προσετίθει; καὶ τίνʼ ἔχει φύσιν, οἳ μήτʼ ἔδρων ταῦτα καὶ προσέτι κωλύειν ἠξίουν; ἀλλʼ ἴσως οὐκ αὐτοῖς ἐγκαλεῖν, ἀλλʼ ὑπὲρ αὐτῶν ἄξιον ἐγκαλεῖν. καὶ δῆτʼ ἔγωγʼ ἐνεθυμήθην ὡς λυσιτελούντως αὐτῷ Πλάτωνι τὰς αἰτίας ἀπολύομαι καὶ ὁποίας τινὰς αὐτὸς καθʼ αὑτοῦ δίδωσι τὰς λαβὰς ἐκ τῶν ἐγκλημάτων τούτων, εἴ τις αὐτὸν βούλοιτο μιμήσασθαι. φέρε γὰρ πρὸς θεῶν, εἰ καθάπερ τὸν Πρωτεσίλαόν φασι παραιτησάμενον τοὺς κάτω γεγενῆσθαι μετὰ τῶν ζώντων, ἢ καὶ ὥσπερ τῶν κωμικῶν τις ἐποίησε τέτταρας τῶν προστατῶν ἀνεστῶτας, ἐν οἷς δύο τούτων ἔνεισιν, οὕτως οἱ τέτταρες ἡμῖν οὗτοι, περὶ ὧν ἡ νυνὶ διαδικασία, ἀνάστασιν εὕροντο, ὥστε συγγενέσθαι Πλάτωνι μίαν μόνην ἡμέραν ἐπὶ τοῖς λόγοις τούτοις, ἔπειτα ἔλεγον τὸν Περικλέα προστησάμενοι, εἰ δὲ βούλει τὸν Θεμιστοκλέα, οἵπερ ἡμῖν ἐπὶ κέρως τῶν ῥητόρων—καὶ ὅπως μηδεὶς ἐμοὶ τὸ τραχὺ τῆς ἀποκρίσεως λογιεῖται· μάλιστα μὲν γὰρ οὐδʼ ἔσται τοιοῦτον οὐδὲν, ἀλλʼ εἰς ὅσον οἷόν τε ἐπανήσομεν, ἔπειτʼ αὐτῶν ἐκείνων οἴεσθαι χρὴ τοὺς λόγους εἶναι καὶ οὐκ ἐμούς. τὸν ξύοντα δʼ ἀντιξύειν καὶ τοῖς ὄνοις ἡ παροιμία δή που δίδωσι. Περικλέα δὲ κἂν τοῖς λέουσι μᾶλλον ἢ τοῖς ὄνοις εἰκάζειν φαῖεν ἂν Ὁμηρίδαι. ὥστε τοσοῦτόν γʼ ἐξέσται μεταδοῦναι παρρησίας αὐτῷ, ὅσον εἰ μηδεὶς ἀξιοῖ Πλάτωνος καταψηφίζεσθαι, εἰ μηδʼ ἐκεῖνον ἐκ τῶν αὐτῶν τούτων ἐνείη μὴ κεκωλῦσθαι διδάσκειν. εἰ δέ τις ἀχθεσθήσεται τούτοις ὑπὲρ Πλάτωνος, αὐτόχρημα τἀναντία οἷς βούλεται ποιήσει. οἷς γὰρ τὸν Πλάτωνα συκοφαντεῖσθαι φήσει, τούτοις ὅπως <pb xml:id="v.2.p.301"/> συκοφαντεῖ βεβαιώσει. ἀλλὰ μὴν εἴ γε μηδὲ κακῶς ἀκούσασι καλῶς ἔχειν οἰήσεται ταῖς αὐταῖς χρήσασθαι λαβαῖς, καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="229"><p>ταύταις μὴ ἐπὶ τῷ κακῶς ἀντειπεῖν, ἀλλʼ ἐπὶ τῷ διὰ τῶν ἐκείνου τὰ ἑαυτῶν ἀπολύσασθαι, πῶς εἰρηκέναι γʼ αὐτὸν πρότερον κακῶς ἃ μηδεὶς ἐπηνάγκαζε καὶ διʼ ὧν χείρους ᾤετο ἐκείνους ἀποφαίνειν δεξιόν τι νομίζειν κελεύσει;</p><p rend="align(indent)">ἐροῦσι τοίνυν, ὡς ἐγὼ νομίζω, ταυτὶ, μᾶλλον δʼ εἶπον ἂν, Ἡμεῖς, ὦ Πλάτων, πολλὰ καὶ βλάσφημα ἀκούσαντες ὑπὸ σοῦ οὐ τοῖς ἴσοις ἀμυνούμεθά σε οὐδʼ ἐροῦμεν κακῶς, ἀλλὰ καὶ ἄνδρα ἐν τοῖς πρώτοις καὶ ἄριστον τῶν Ἑλλήνων ἡγούμεθα, καὶ τῇ πόλει συγχαίρομεν, οὐ σοὶ μόνῳ, τῆς σῆς φύσεως. πάντως δʼ ἐξ ἀρχῆς ἕρμαιον ἡμῶν αὐτῶν ἐποιησάμεθα ὅ τι ἡ πόλις ἡμῶν κερδαίνοι. κάλλιστον δὲ πάντων κερδῶν ἡ τῶν ἀγαθῶν ἀνδρῶν φορά· ὧν καὶ ἡμεῖς ποτε ᾠόμεθα εἶναι, σὺ δὲ οὐ δίδως. ἐπειδὴ δὲ καὶ Μιθαίκῳ προσεικάζεις ἡμᾶς τῷ τὴν Σικελικὴν ὀψοποιίαν συγγεγραφότι, εἰκὸς μέν σέ γʼ ἄμεινον ἡμῶν ταῦτʼ ἐπίστασθαι. οὐ γὰρ ἡμεῖς γʼ ἴσμεν περὶ τοιούτων συγγραμμάτων οὐδὲν, οὐ γὰρ πυκνὰ ἐπεμίξαμεν τῇ Σικελίᾳ. ἀλλʼ ὥσπερ σὺ πρὸς τὰ πολιτικὰ ἀσχόλως ἔσχες ὑπὸ τῶν λόγων τῶν ἐν φιλοσοφίᾳ, οὕτως ἡμῖν ὑπὸ τῶν λόγων τῶν πολιτικῶν οὐχ ὑπῆρχε σχολὴ τῶν ἐκεῖ μαθεῖν οὐδέν. ἀλλὰ σέ γʼ οὐκ ἀπεικὸς προστυχεῖν τοιούτοις ἀνθρώποις καὶ συγγράμμασιν, εἰ καὶ μὴ ἑκόντα, ἀλλʼ ἄκοντα, ὥσπερ που καὶ ἄλλων πολλῶν καὶ ἑκουσίων πεῖραν λαβεῖν, ἅτε πολλάκις διὰ τοῦ Σικελικοῦ πελάγους κομισθέντα. φέρε δὴ <pb xml:id="v.2.p.302"/>  πρὸς αὐτῆς τῆς ἐν Σικελίᾳ τραπέζης, εἴτε Μίθαικος αὐτὴν εἴτε καὶ ὁστισοῦν παρετίθει, τί σοι τεκμήριόν ἐστι τῆς ἡμετέρας φαυλότητος; ὅτι νὴ Δίʼ οὐ πάντας Ἀθηναίους δικαίους ἐποιήσαμεν. σὺ δʼ ἐποίησας βελτίω τί Διονύσιον, εἰ μὲν βούλει τὸν Ἑρμοκράτους, εἰ δὲ βούλει τὸν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="230"><p>Διονυσίου; συνεγένου μὲν γὰρ ἀμφοτέροις. οἱ δὲ τί σοῦ καὶ τῆς σῆς συνουσίας ἀπώναντο; καίτοι διελέγου δή που πρὸς αὐτοὺς περὶ τοῦ δικαίου καὶ νόμου καὶ πολιτείας, καὶ τὴν ἰσότητα τὴν ἐν γεωμετρίᾳ καὶ πρὸς ἐκείνους ἐπῄνεις, καὶ οὕτω φιληκόως εἶχον ὥστε καὶ μετεπέμποντό σε, καὶ σὺ προθυμίας ἐνέλιπες οὐδὲν, ὅπως ἀγαθόν τι πράξωσι διʼ ἐκείνων αἱ πόλεις. ἐλελήθεις δὲ ἄρα σαυτὸν ἁπάσαις ταῖς παροιμίαις ἐνεχόμενος, εἰς πῦρ ξαίνων καὶ λίθον ἕψων καὶ σπείρων τὰς πέτρας. τί γὰρ τῶν σῶν νουθεσιῶν καὶ λόγων ἀπέλαυσαν ἐκεῖνοι; τί τῶν θείων ἢ τῶν ἀνθρωπείων ἄμεινον μετεχειρίσαντο μετʼ ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σοὶ τὰ ὦτα ὑπέσχον; τίς αὐτοὺς μετάνοια τῶν πρόσθεν ἡμαρτημένων εἰσῆλθε; τίς ἔρως φιλοσοφῆσαι πάντα τἄλλα ὑπερβάντας; τί βέλτιον ἢ τῶν κατʼ αὐτὴν τὴν πόλιν ἔσχεν ἢ τῶν ἔξω; τίς Γελώων ἢ Λεοντίνων ἢ τῶν ἄλλων Ἑλλήνων τῶν ἐν Σικελίᾳ χρηστῶν καὶ δικαίων ἐκείνων ἔτυχε διὰ σὲ καὶ τοὺς σοὺς λόγους; εἰ δὲ μὴ τῶν Ἑλλήνων, τίσι τῶν βαρβάρων [τίνι τῶν ἐν Σικελίᾳ ὄντων] ἐνεδείξαντο ὡς βελτίους γεγόνασιν; εἶεν. ἀλλὰ τῶν μὲν Σικελίαν οἰκούντων οὐδενὶ, τῶν δʼ ἐν Ἰταλίᾳ βαρβάρων ἢ Ἑλλήνων τίσιν εἰπέ μοι κάλλιον ἢ πρὸ τοῦ προσηνέχθησαν; εἰς τί καὶ πρὸς τίνας ἀνθρώπους ἐποίησε βελτίους αὐτοὺς ἡ σὴ πολιτεία; τίνι Καρχηδονίων, εἰ μὴ τῶν Ἑλλήνων ἔχεις εἰπεῖν, ἢ τίνι τῶν ἄλλων τῶν ἐν τῇ Λιβύῃ βαρβάρων ἀρετὴν ἀσκῶν <pb xml:id="v.2.p.303"/>  ἐπεδείξατο ὁ τύραννος, ἀφʼ οὗ τῶν Πλάτωνος δογμάτων ἠκροάσατο, εἴτʼ οὖν ὁ πρεσβύτερος λέγω εἴθʼ ὁ νεώτερος; καὶ μὴν εἰ μὲν τοῖς συμβούλοις ἀνατιθέναι χρὴ τὰ τῶν ἐν ταῖς ἐξουσίαις ἁμαρτήματα, τί μᾶλλον ἡμῶν ἢ σαυτοῦ φήσουσι κατηγορεῖς; ἐπειδή γε καὶ κατὰ σοῦ τὰ ἐκείνων ὑπάρχει λέγειν. εἰ δʼ οὐδὲν ἂν εἶναι ταῦτα φαίης πρὸς σὲ, τοῖς αὐτοῖς τούτοις καὶ ἡμᾶς ἀπολύεις, εἴ τι καὶ ὁ Ἀθηναίων δῆμος ἔξω τι τῶν ἡμῖν δοκούντων ἔπραξεν. οἶμαι τοίνυν οὐκ ἀρκέσειν τοῖς ἀνδράσι ταῦτα, ἀλλʼ ἐκεῖνο ἥδιστʼ ἂν αὐτοὺς ἤδη προσθεῖναι, τὸ ποῖον; τὸ ἐπειδὴ τοίνυν ἐν ἀμφοτέροις ἔνεστι μὴ πάνθʼ ὡς ἐδόκει τῷ συμβούλῳ </p></div></div></body></text></TEI>