ὅπως ἅπαν τὸ πρᾶγμα συνεσκευάσθη, καὶ ὁποῖόν τινα κἀν τούτοις παρέσχεν ἑαυτὸν, ἐβουλόμην μὲν ἂν ἐν τούτῳ χρείας εἶναι τὸν λόγον ὥστε καὶ περὶ τούτων ἐπείγειν διελθεῖν· οἶμαι γὰρ οὐδὲν φαυλότερα οὐδʼ ἐλάττω εἰπεῖν ἂν τῶν εἰρημένων ἤδη περὶ αὐτοῦ. ἐπεὶ δʼ ἅμα τʼ ἔξω τῆς ὑποθέσεώς ἐστι καὶ μῆκος ἐπεισέρχεται τοῖς λόγοις, παραλείψω ταῦτα, τοσοῦτον ἐπιφθεγξάμενος καὶ περὶ τούτου τοῦ μέρους, ὅτι ἐπειδὴ ἔδει στρατεύειν ἐπὶ τὴν Ἑλλάδα, προὔκρινε τελευτᾶν, ἔργῳ μὲν ἅπασαν λύσας αἰτίαν, δείξας δʼ ὁπόσου τιμᾶται τὰς πρότερον πράξεις καὶ τὰ πολιτεύματα, καὶ ὅτι οὐδέποτε ἑκὼν εἶναι τοῦ καλοῦ καὶ τοῦ προσήκοντος οὐδὲν πρότερον ποιήσεται, οὐ πλοῦτον, οὐ παῖδας, οὐκ ἐλπίδας, οὐ τὴν σωτηρίαν αὐτήν. εἶθʼ ὧν ἵνα μηδὲν ἀνάξιον πράξειε τεθνάναι δεῖν ᾤετο, ταῦθʼ ἡμεῖς αὐτοῦ διαβαλοῦμεν; καὶ διάκονον προσεροῦμεν ὃς οὔτε Ἀθηναίοις οὐδὲν πώποτε ὑπηρέτησεν οὔτε τῷ βασιλεῖ πώποτε ἠξίωσεν, ἀλλʼ ἀντὶ τούτου ταῦτʼ ἐβουλεύσατο; καὶ πῶς οὐκ αἰσχρὸν ἂν εἴη καὶ ὑπερφυὲς, εἰ μήτε τὸν βίον μήτε τὸν θάνατον αἰσχυνθέντες αὐτοῦ ῥᾳδίως οὑτωσὶ βλασφημήσομεν; ἐγὼ μὲν οἶμαι καὶ ἱερέας καὶ ἱερείας καὶ ὅστις ἄλλος Ἀθήνησιν εὔχεται δημοσίᾳ, τοῦτʼ ἂν εἰκότως καθʼ ἕκαστον ἔτος πρὸς ἅπασι τοῖς ἄλλοις προσεύχεσθαι, κατὰ γοῦν ἐκείνους τοὺς χρόνους καὶ ἕως ἐξῆν, φῦναί τινα αὐτοῖς ἄνδρα ὅμοιον Θεμιστοκλεῖ, καὶ μετὰ τῆς ἄλλης φορᾶς καὶ τοῦτο ἐνεγκεῖν τὴν γῆν τἀγαθόν. οὔκουν ἐλάττω γʼ ἂν ὄνασθαί μοι δοκοῦσιν ἢ εἰ πάντα εἰς ἑκατὸν καὶ ἔτι πλείω τῆς χώρας αὐτοῖς ἐξενεγκούσης. ἄλλως μὲν τοίνυν ᾐσχυνόμην ἔγωγε ἐπὶ τοσούτοις καὶ τοιούτοις τοῖς εἰρημένοις μάρτυσι προσχρώμενος· ἔστι δέ τι προὔργου μιᾶς μαρτυρίας, ἣν δεῖ παρασχέσθαι. σκεψώμεθα δὴ ποῖʼ ἄττα λέγει περὶ Θεμιστοκλέους ἡμῖν Αἰσχίνης ὁ Σωκράτους μὲν ἑταῖρος, Πλάτωνος δὲ συμφοιτητής· ἐπειδὴ τοίνυν τοῦ Θεμιστοκλέους βίου ἐπιλαμβάνεσθαι ἐτόλμησας, σκέψαι οἵῳ ἀνδρὶ ἐπιτιμᾶν ἠξίωσας. ἐνθυμήθητι γὰρ ὁπόθεν ὁ ἥλιος ἀνίσχει καὶ ὅπου δύεται. ἀλλʼ οὐδὲν, ἔφη, χαλεπὸν, ὦ Σώκρατες, τὰ τοιαῦτα εἰδέναι. ἤδη οὖν σοι πώποτʼ ἐμέλησεν ὅτι τῆς χώρας τοσαύτης οὔσης ὅσην ὁ ἥλιος πορεύεται, ἣ καλεῖται Ἀσία, εἷς ἀνὴρ ἄρχει; πάνυ μὲν οὖν, ἔφη, ὁ μέγας βασιλεύς. οἶσθʼ οὖν ὅτι ἐκεῖνος ἐστράτευσε δεῦρο καὶ ἐπὶ Λακεδαιμονίους, ἡγούμενος εἰ τούτω τὼ πόλεε καταστρέψαιτο, ῥᾳδίως τούς γε ἄλλους Ἕλληνας ὑπηκόους αὑτῷ ἔσεσθαι· καὶ οὕτως εἰς φόβον Ἀθηναίους κατέστησεν ὥστʼ ἐκλιπόντες τὴν χώραν εἰς Σαλαμῖνα ἔφυγον, ἑλόμενοι Θεμιστοκλέα στρατηγὸν, καὶ ἐπέτρεψαν ὅ τι βούλοιτο τοῖς ἑαυτῶν πράγμασι χρήσασθαι. καὶ δὴ αὗται μέγισται ἐλπίδες ἦσαν Ἀθηναίοις τῆς σωτηρίας, ἅττʼ ἂν ἐκεῖνος ὑπὲρ αὐτῶν βουλεύσαιτο. καὶ οὐ τούτου γʼ ἕνεκα Θεμιστοκλῆς τοῖς παροῦσιν ἠθύμησεν, ὅτι πλήθει νεῶν τε καὶ πεζῶν καὶ χρημάτων τὰ τῶν Ἑλλήνων πράγματα πολὺ ἐλείπετο, τὰ δὲ βασιλέως προεῖχεν, ἀλλʼ ᾔδει ὅτι εἰ μὴ αὐτοῦ τὸ βουλεύεσθαι ἐκείνοις περιέσται, τά γε ἄλλα αὐτῶν τοσαῦτα ὄντα τὸ μέγεθος οὐδὲν μέγα ὠφελήσει· καὶ τοῦτο ἐγνώκει ὅτι ὁποτέρων ἂν οἱ ἐφεστῶτες τοῖς πράγμασι σπουδαιότεροι ἐν ἀρετῇ ἄνθρωποι ὦσι, τούτων καὶ αὐτῶν τὰ πράγματα κρείττω εἴωθε γίγνεσθαι. καὶ τότε ἄρα βασιλεὺς ᾔσθετο τὰ ἑαυτοῦ πράγματα ἀσθενέστερα ὄντα, ᾗ ἡμέρᾳ ἀνδρὶ ἑαυτοῦ σπουδαιοτέρῳ ἐνέτυχεν. ὁ δὲ οὕτω ῥᾳδίως τηλικαῦτα ὄντα τὰ ἐκείνου μετεχειρίσατο ὥστʼ ἐπειδὴ αὐτὸν κατεναυμάχησε, λῦσαι τὴν σχεδίαν ἣν ἔζευξε βασιλεὺς πεῖσαι Ἀθηναίους ἐβουλήθη. ἐπειδὴ δὲ οὐκ ἠδύνατο, βασιλεῖ ἔπεμψε τἀναντία τοῖς ὑπὸ τῆς πόλεως δεδογμένοις, ὅτι κελευόντων Ἀθηναίων λῦσαι τὴν σχεδίαν αὐτὸς ἠναντιοῦτο, σῶσαι βασιλέα καὶ τοὺς μετʼ ἐκείνου πειρώμενος· ὥστʼ οὐ μόνον ἡμεῖς οὐδʼ οἱ ἄλλοι Ἕλληνες αἴτιον τῆς σωτηρίας Θεμιστοκλέα ἡγούμεθα εἶναι, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεὺς ὁ καταπολεμηθεὶς ὑπʼ αὐτοῦ ὑπὸ μόνου ἀνθρώπων ἐκείνου ᾤετο σεσῶσθαι. τοσοῦτον ἐκεῖνος τῷ φρονεῖν περιεγένετο. τοιγάρτοι φυγάδι ποτὲ αὐτῷ τῆς πόλεως γενομένῳ, ὡς σεσωσμένος ὑπʼ αὐτοῦ χάριν ἀπέδωκε, καὶ ἄλλα τε δῶρα πολλὰ ἐδωρήσατο καὶ Μαγνησίας ὅλης ἀρχὴν ἔδωκεν, ὥστε καὶ φεύγοντος αὐτοῦ τὰ πράγματα μείζω ἦν ἢ πολλῶν Ἀθηναίων καὶ καλῶν καὶ ἀγαθῶν δοκούντων εἶναι οἴκοι μενόντων. τίς ἂν οὖν ἐκείνῳ τῷ χρόνῳ δικαίως αἰτίαν ἔχοι μέγιστον δύνασθαι ἄλλος ἢ Θεμιστοκλῆς, ὃς τὸν τῶν ἀφʼ ἡλίου ἀνίσχοντος μέχρι ἡλίου δυομένου βασιλεύοντα στρατηγήσας τῶν Ἑλλήνων κατεστρέψατο; ἐνθυμοῦ οὖν, ἔφην ἐγὼ, ὦ Ἀλκιβιάδη, ὅτι ἐκείνῳ τοιούτῳ ὄντι οὐχ ἱκανὴ ἡ ἐπιστήμη τοσαύτη οὖσα ἐγένετο ὥστε φυλάξασθαι μὴ ἐκπεσεῖν μηδὲ ἀτίμῳ ὑπὸ τῆς πόλεως γενέσθαι, ἀλλʼ ἐνεδέησε. τί οὖν οἴει τοῖς τε φαύλοις τῶν ἀνθρώπων καὶ ἐν μηδεμιᾷ ἐπιμελείᾳ ἑαυτῶν οὖσιν; οὐ θαυμαστὸν εἰ καὶ τὰ μικρὰ δύνανται κατορθοῦν; καὶ μηδέν γʼ ἐμοῦ, ἦν δʼ ἐγὼ, ὦ Ἀλκιβιάδη, καταγνῷς ὡς πρὸς τὰς τύχας καὶ τὰ θεῖα πράγματα ἀλλοκότως καὶ ἀθέως ἔχοντος, εἰ προστίθημι ἐκείνῳ ἐπιστήμην πάντων ὧν ἔπραττε καὶ μηδεμίαν οἴομαι τύχην αἰτίαν τούτων τῶν ἔργων γεγενῆσθαι. πολὺ γὰρ ἂν ἐγώ σοι μᾶλλον ἔχοιμι ἀποδεῖξαι τοὺς τἀναντία ἐμοὶ δοξάζοντας ἀθέως ἔχοντας ἢ ʼκεῖνοι ἐμὲ, οἵτινες ἐξ ἴσου οἴονται τοῖς τε πονηροῖς καὶ τοῖς χρηστοῖς τὰς τύχας γίγνεσθαι, ἀλλὰ μὴ τοῖς καλοῖς κἀγαθοῖς εὐσεβεστέροις γε οὖσιν ἀμείνω τὰ παρὰ τῶν θεῶν ὑπάρχειν. οὐκοῦν ὁ αὐτὸς μέν ἐστι Σωκράτης ὁ λέγων κἀνταῦθα κἀκεῖ, φαίνεται δὲ ἐν μὲν τοῖς Πλάτωνος λόγοις διάκονον καὶ ὑπηρέτην ὀνομάζων καὶ μετὰ τῶν κολάκων τιθεὶς αὐτόν· ἐν οἷς δὲ νυνὶ παρεσχόμεθα, ἄριστον τῶν Ἑλλήνων ἡγεῖσθαι κελεύων καὶ προστιθεὶς ἐπιστήμην αὐτῷ τῶν πραγμάτων ἁπάντων, καὶ μηδεμίαν τύχην ἀξιῶν αἰτίαν γεγενῆσθαι, ἀλλὰ πάντʼ εἶναι τῆς ἐκείνου γνώμης. ἐγὼ τοίνυν τὸ μὲν τῆς προσθήκης τοῦτο οὐ δέχομαι, ἀλλʼ ἀξιῶ τὴν ἀγαθὴν τύχην ἁπάντων τῶν καλῶν ἡγεῖσθαι· ὅτι δὲ οὐχ ὁμολογεῖ ταῦτα ἐκείνοις ἐλέγχω. εἰ μὲν γὰρ ἅπαντα ταῦτʼ ἐστὶ λόγος ἀμφοτέρωθεν λεγόμενος καὶ πρὸς τὴν ὑπόθεσιν ἣν ἄν τις ἐνστήσηται δεῖ τὸ λοιπὸν ἅπαν περαίνειν, ὁμολογείσθω τοῦτο, καὶ οὐδὲν πλέον ζητοῦμεν· πάντως καὶ οὕτως ἀναίτιον τό γʼ ἡμέτερον. εἰ δʼ ἀπὸ σπουδῆς δικαίας λέγεται καὶ κρίσιν τῆς ἀληθείας ἔχει, ποτέροις χρὴ πιστεύειν, ὅταν ταῦτʼ ἐκείνοις ἐναντίως ἔχοντα φαίνηται; καὶ μὴν ἐξ ἴσου μὲν ἔγωγʼ οὐδέποτʼ ἂν θείην Αἰσχίνην Πλάτωνι, μήποθʼ οὕτω φιλονεικήσαιμι, ἀλλʼ ἀφείσθω τοῖς ἀτόποις τῶν σοφιστῶν ἡ κρίσις αὕτη· φημὶ δὲ ὅσῳ μείζων καὶ τελεώτερος Πλάτων εἰς λόγους, τοσούτῳ μᾶλλον ὑπέρ γε Θεμιστοκλέους ἐκεῖνα προσήκειν δέχεσθαι. τὸν μὲν γὰρ ἃ ἤκουσεν εἰκὸς λέγειν, ἢ ὅτι ἐγγυτάτω ἐκείνων, ὁ δὲ τῆς φύσεως οἶμαι κέχρηται τῇ περιουσίᾳ, ὥσπερ καὶ ἄλλα μυρία δή που διεξέρχεται ἐπὶ τῷ Σωκράτους ὀνόματι, περὶ ὧν ὁμολογεῖται μηδὲν ἐκεῖνον πραγματεύεσθαι, δίκαια μὲν οἶμαι ποιῶν κατʼ αὐτό γε τοῦτο καὶ ἀνδρὸς ἀρίστου, τὸ τὸν διδάσκαλον ἀξιοῦν κοσμεῖν, πλήν γε ὅτι καὶ τὸ μηδʼ ἄλλους τῶν οὐκ ἀξίων καταισχύνειν ἐθέλειν προσεῖναι προσήκει. ἃ μὲν τοίνυν περὶ τῶν ἀνδρῶν εἰκὸς ἦν εἰπεῖν μήτε τῶν ἀναγκαίων εἰρῆσθαι μηδὲν παριέντας μήτε πάντα ἐφεξῆς οἰομένους δεῖν λέγειν, ὡς ἂν μή τῳ δοκοίημεν ἀπειροκάλως ἔχειν, ταῦτά ἐστιν. ἰσχυρίζεται δʼ οἷς προσέπταισαν πρὸς τὸ δημόσιον, ὥσπερ εἴ τινες χεῖρον ἔγνωσαν περὶ αὐτῶν, αὐτοὺς χείρους ἡγεῖσθαι προσῆκον, ἢ τῷ καὶ ἄλλους τινὰς εἰς αὐτοὺς ἐξαμαρτεῖν οὐδʼ ἡμᾶς τοῦ προπηλακίζειν ἀπέχεσθαι δέον. ἐγὼ δʼ οὐδʼ ἄλλον τινὰ ἠξίουν ἂν ταῦτα ὀνειδίζειν, μή τί γε δὴ Πλάτωνα, ἀλλὰ μεμνῆσθαι τοῦ τί δὲ χείρων ἐγὼ, ἂν ὁ δεῖνα ἐπὶ κόρρης ἀδίκως πατάξῃ με; τοῦ μὲν γὰρ ἢ φυγεῖν, ἢ χρήμασιν ἢ θανάτῳ ζημιωθῆναι, ἢ ἄλλʼ ὁτιοῦν τοιοῦτον παθεῖν ἡ τύχη κυρία δή που, τοὺς δὲ λόγους καὶ τὴν πολιτείαν αὐτῶν ἀφʼ ὧν προείλοντο δίκαιον σκοπεῖν, ὧν ἐγὼ μὲν ὅπως ἂν ἐμαυτῷ συγγνοίην ἀξιοῦντι κατηγορεῖν οὐκ ἔχω. οὐ γὰρ εἰκὸς, φησὶ, παιδευθέντας ὑπʼ αὐτῶν εἰς αὐτοὺς ἐξαμαρτεῖν, οὐδʼ ἐξ ὧν βελτίους ἐγένοντο, ἐκ τούτων ἄδικόν τι ψηφίζεσθαι. ἐγὼ δὲ οὐχ ᾧ βελτίους ἐγένοντο φήσαιμʼ ἂν ἁμαρτεῖν αὐτοὺς, ἀλλʼ ὅτι μὴ πάντʼ ἐκείνοις ἠδυνήθησαν ὅμοιοι γενέσθαι. τούτου δὲ πολλὴν συγγνώμην οὖσαν ἀμφοτέροις εὑρίσκω. οὔτε γὰρ μὴ πάντʼ ἀναμαρτήτους γενέσθαι, καὶ ταῦτα ὄντας δῆμον, οὔτε μὴ πάντας ἀναμαρτήτους δυνηθῆναι ποιῆσαι μεγάλης ἄν τις τῆς κατηγορίας ἄγοι. ὅπου γὰρ οὐδὲ ἄνδρα ἰδίᾳ καθάπαξ αἰτίαν ἐκφεύγειν ῥᾴδιον, ἴσως δʼ οὐδʼ ἐν δυνατῷ, ἦ που πόλιν γε τοσαύτην οἴεσθαι προσήκει. ἀλλὰ μὴν ὅπου γε καὶ τοῖς ἁμαρτοῦσιν αὐτοῖς εἰκὸς εἶναι συγγνώμη, ἦ που τοῖς γε ἄγουσιν αὐτοὺς πρὸς τὸ βέλτιστον καὶ οἷς ὅθʼ ἡμάρτανον οὐκ ἐπείθοντο, δεινὸν εἰ μὴ φήσομεν. Πλάτων τοίνυν ὡς μὲν ἐκείνοις χρώμενοι κατώρθουν οὐδὲν ἐᾷ σκοπεῖν, ἃ δʼ εἰς αὐτοὺς ἐκείνους ἐξήμαρτον, τοσοῦτον ἀπεῖχον τοῦ δοκοῦντά γʼ ἐκείνοις ποιεῖν, ὡς ταῦτα κατηγορεῖν. καὶ ἃ μὲν τῆς παιδείας αὐτῶν ἀπέλαυσαν ὑπερβαίνει, ἃ δʼ οὐχ ὧν ἐπαιδεύθησαν ἦν, ἀλλὰ τῆς ἀνθρωπείας φύσεως ἐμμεμενηκότα, ταῦτʼ ἐπʼ ἐκείνους ἄγει τοὺς ὅπως μηδὲν ἁμαρτήσονται πᾶν ὅσον ἦν ἐν αὑτοῖς πράττοντας, ὥσπερ ἂν εἴ τις τοὺς γραμματιστὰς τοὺς παραδείξαντας τοῖς παισὶ τὰ γράμματα καὶ δείξαντας γράφειν ἐκ τῶν δυνατῶν αἰτίους εἶναι φάσκοι τῶν περὶ ταῦτα ἁμαρτημάτων, εἴ τι μὴ καλῶς ὕστερον μηδὲ ὡς χρὴ