<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="211"><p> ταῦτʼ ἀνελὼν φαίνεται, ἐγὼ μὲν ὀκνῶ λέγειν, πᾶς δʼ ἄν τις συνίοι τὸ λοιπόν.</p><p rend="align(indent)">ὁ δʼ οὖν Θεμιστοκλῆς λαμπρῶς ἀποφεύγει τὴν αἰτίαν. ἢ πρὸς τῶν θεῶν αὐτῶν, ὅταν μὲν δέῃ Σωκράτη σοφώτατον εἶναι δοκεῖν, εἰς ἀξιόχρεων μάρτυρα ἀνοίσομεν τὸν θεὸν τὸν ἐν Δελφοῖς καὶ τοῖς λογίοις ἰσχυριούμεθα, ἃ Χαιρεφῶν καὶ ὀλίγοι τινὲς ᾔδεσαν, οἷς ἔμελε Σωκράτους, ὧν δʼ οἱ Ἕλληνες ἅπαντες μάρτυρες καὶ ἃ τῶν πώποτε <pb xml:id="v.2.p.279"/>  κοινότατα ἐφθέγξατο ἡ Πυθία καὶ οἷς ἅπαντα τὰ μέλλοντα ἠκολούθησε, ταῦτα δὲ οὐδαμοῦ θήσομεν εἰς λόγον, οὐδὲ τῇ Θεμιστοκλέους σοφίᾳ μέγιστα εἶναι μαρτύρια συγχωρησόμεθα; ὅπου γὰρ ταὐτὰ ἔδοξεν ἐκείνῳ καὶ τῷ θεῷ περὶ σωτηρίας τῶν ὅλων, τί χρὴ λέγειν ἄλλο; τίνʼ οὖν ἦν τὰ χρησθέντα; ἄρχεται μὲν ἄνωθέν ποθεν, ἔπειτά ἐστι τοῦτο ὃ πάντες θρυλοῦσι <quote rend="blockquote">τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς.</quote> ἆρά γε καὶ μόνον τοῦτο εἴρηκεν ὁ χρησμός; οὒκ, ἀλλʼ ὥσπερ ἐπισφραγίζεται τὴν γνώμην τῇ προσθήκῃ. τίς οὖν ἔσθʼ αὕτη; <quote rend="blockquote">μοῦνον ἀπόρθητον τελέθειν·</quote> ἵνα μὴ τοῦθʼ οὕτως λεγόντων ἀρτίως αἵρεσιν εἶναι δοκῶσιν αὑτοῖς Ἀθηναῖοι ἢ κατὰ γῆν νικῆσαι ἢ κατὰ θάλατταν, μηδὲ τρυφῶσιν, ἀλλʼ εἰδῶσιν ὅτι ἐν ταῖς ναυσὶν ἅπαντα τὰ πράγματα ἕστηκε καὶ ἄλλως οὐκ ἔνεστι σώζεσθαι. ἔτι δὲ αὐτὸ μειζόνως ηὔξησεν ἐν τοῖς ἐφεξῆς, ἅτʼ ὢν μουσηγέτης ὁ θεὸς καὶ λέγειν ἄριστος δή που. προσέθηκε γὰρ <quote rend="blockquote"><l rend="align(indent)"/>τὸ σὲ τέκνα τʼ ὀνήσει,</quote> τί τοῦτο λέγων <q>τὸ σὲ τέκνα τʼ ὀνήσει;</q> οὐ διὰ τοὺς παῖδας οὓς εἰς Τροιζῆνα ὑπεξέθεντο ἐμοὶ δοκεῖν, ἀλλὰ <pb xml:id="v.2.p.280"/>  καὶ τοὺς ὕστερον μέλλοντας ἔσεσθαι. οὕτω συνεκληρώθησαν τῇ τύχῃ τῆς πόλεως αἱ τριήρεις. εἴ ποτε γὰρ εὖ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="212"><p>πράττοιεν, κατὰ ταύτας εὖ πράττειν αὐτοῖς περιῆν ὅλως. καὶ οὐδʼ ἐνταῦθʼ ἔστη τῆς δημηγορίας, ἀλλʼ ὥσπερ προκαταλαμβάνων καὶ ὥσπερ ὑποτεμνόμενος τὰς Πλάτωνος ἐπιτιμήσεις ἔγκειται πάσας φωνὰς ἀφιεὶς καὶ λέγων ἐκ τοῦ εὐθέος ἤδη <quote rend="blockquote">μηδὲ σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα <l/> πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ἀναχωρεῖν.</quote> εἶτʼ ἐστὶν ἀκροτελεύτιον <quote rend="blockquote; align(indent)">ἔτι τοί ποτε κἀντίος ἔσσῃ.</quote> καὶ ἔγωγʼ ἡδέως ἂν ἐροίμην τοὺς τὰς βαθείας ὑπήνας ἕλκοντας, ἔφη τις τῶν κωμικῶν, καὶ μέχρι τούτου τὸν Πλάτωνα σεμνύνοντας, εἰ κατʼ ἐκείνους τοὺς χρόνους ἦν ἡμῖν Πλάτων, καὶ αὐτῷ τὰ πράγματα ἐπετέτραπτο, εἶθʼ ἧκεν ὁ χρησμὸς, τίνας ἂν λόγους λέγειν ᾤετο δεῖν, ἢ τί πράττειν ἠξίου τοὺς Ἀθηναίους. ἢ νὴ Δία, εἰ μὴ στρατηγῶν αὐτὸς ἐτύγχανε, τῷ γε Θεμιστοκλεῖ τί που ἂν συνεβούλευε; πότερον ταῦθʼ ἅπερ αἱ μαντεῖαι, ἢ τἀναντία τούτων; εἰ μὲν γὰρ οὐκ ἔμελλεν εἴσεσθαι τὸν νοῦν τῶν χρησμῶν, οὐ σοφοῦ πρᾶγμα ἔμελλε πείσεσθαι· εἰ δὲ γιγνώσκων καὶ συνιεὶς ἀντιλέγειν ἐπεχείρει, παντὸς μᾶλλον ἔργον διεπράττετο ἢ Πλάτωνος. δυοῖν γὰρ τοῖν ἐσχάτοιν ἀπόδειξις ἦν, ἀσεβείας εἰς τὸν θεὸν καὶ προδοσίας τῆς σωτηρίας οὐ μόνον τῆς πόλεως, ἀλλὰ καὶ τῶν Ἑλλήνων ἁπάντων. εἰ <pb xml:id="v.2.p.281"/>  δὲ δὴ τὰ μάλιστα ἕτερα μὲν ὁ θεὸς προσέταττεν, ἑτέραν δὲ ἦγε Πλάτων, ποτέρῳ τὸν Θεμιστοκλέα πεισθῆναι προσῆκεν, ἢ ποτέρῳ μᾶλλον προσέχων ὀρθῶς ἂν ἔδοξε φρονεῖν; τουτὶ γὰρ ἕν μοι τῆς ἀπορίας διαλύσαντες σταθήτωσαν παρὰ τὸν τρίποδα τὸν ἐν Δελφοῖς, ὃν Ἕλληνες ἀπὸ τῶν βαρβάρων ἀνέστησαν. ἀλλὰ μὴν οὐκ ἦν πρὸς δαίμονα φωτὶ μάχεσθαι. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔχει λόγον τῶν μὲν ἐν τῇ Πλάτωνος πόλει καὶ πολιτείᾳ τελευτώντων τῇ Πυθίᾳ τὰς τιμὰς ἐπιτρέπειν αὐτὸν Πλάτωνα καὶ ταῦτα τίθεσθαι κύρια ἅττʼ ἂν ἐκείνῃ δοκῇ, ἃ δʼ ὑπὲρ τῆς τῶν ζώντων σωτηρίας καὶ φυλακῆς τῆς πάσης Ἑλλάδος ἡ Πυθία προσέταξε, ταῦτα τῷ πεισθέντι καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="213"><p> διοικήσαντι μέμφεσθαι. τρισὶ γὰρ τοῖς μεγίστοις φαίνεται σχεδὸν εἰς τὸν Θεμιστοκλέα μόνον ἐλθοῦσα τῶν Ἑλλήνων ἅπασα ἡ σωτηρία, τῷ τε κατʼ ἀρχὰς συμβουλεῦσαι ποιήσασθαι τὰς τριήρεις, πρὶν καὶ προσδοκᾶν τινα τῶν πολλῶν ἥξειν τοὺς βαρβάρους, καὶ τῷ παρόντος τοῦ πολέμου πεῖσαι ναυμαχεῖν καὶ τῷ ποῦ τῆς θαλάττης συνοίσει προϊδεῖν. εἴτε γὰρ μὴ ἐποιήθησαν ἐξ ἀρχῆς αἱ τριήρεις, οὐδὲν ἂν ἦν ἄξιον τοῖς Ἕλλησι λόγου ναυτικὸν, οὐδʼ ᾧ θαρρήσαντες ἔμελλον οἱ λοιποὶ συστήσεσθαι· ὥστε τῶν μὲν κατὰ γῆν ἀπόρων ὄντων, ἐν δὲ τῇ θαλάττῃ δυνάμεως οὐχ ὑπαρχούσης ἀπώλλυτʼ ἂν ἀκονιτὶ πάντα τὰ πράγματα· εἰ δὲ αἱ μὲν νῆες ὑπῆρχον, ἄλλον δέ τινα αὐτοῖς ἔδοξε τρόπον τὸν πόλεμον διαφέρειν, οὐδʼ οὕτω πλέον οὐδὲν ἦν. καὶ μὴν ἥ γε φύσις τῆς θαλάττης ἄχρηστον τὸ πλῆθος τῶν νεῶν τοῖς βαρβάροις ἐποίησε. τοῦτο δʼ ἦν ὁ <pb xml:id="v.2.p.282"/> δεινὸς ἀγὼν Θεμιστοκλέους καὶ ὁ προαγὼν ἐν τοῖς Ἕλλησιν αὐτοῦ μεῖναι καὶ παύσασθαι πρὸς τὸν Ἰσθμὸν βλέποντας. λέγουσι δέ τινες καὶ τέταρτον ὑπὲρ Θεμιστοκλέους ὡς πρὸς τῷ τόπῳ καὶ τὸν καιρὸν ἐξεῦρε, στησάμενος τὴν ναυμαχίαν κατιόντος τοῦ πνεύματος. ὃ δὴ καὶ Φορμίων ὕστερον, ὡς ἔοικε, μιμησάμενος Λακεδαιμονίους περὶ Ναύπακτον κατεναυμάχησεν. οὕτω πολλοῦ δεῖ Θεμιστοκλῆς ἐθίσαι φεύγειν Ἀθηναίους ἢ διαφθεῖραι τὰ φρονήματα.</p><p rend="align(indent)">ἀλλʼ ἐπάνειμι πρὸς τὰ λοιπὰ τοῦ χρησμοῦ. εἶεν. τίνα δὴ τἀπὶ τούτοις ἐφθέγξατο ὁ θεὸς καὶ πῶς κατεκόσμησε τὴν συμβουλήν; <quote rend="blockquote">ὦ θεία Σαλαμὶς ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν.</quote> ὁ μὲν τοίνυν θεὸς θείαν τὴν Σαλαμῖνα προσεῖπεν, ὡς ἐν αὐτῇ μελλόντων ἔργων ἔσεσθαι κρειττόνων ἢ κατὰ πάντα τἀνθρώπινα. Πλάτων δὲ τὸν ταῦτα κατειργασμένον καὶ τὸν κομίσαντα αὐτοὺς εἰς τὴν Σαλαμῖνα λυμήνασθαί φησι τοῖς πράγμασι καὶ τῶν πρὸς ἡδονὴν ὑπηρετούντων οὐδὲν γενέσθαι βελτίω. καὶ ὁ μὲν Ἴακχος ἐξεφοίτησε καὶ μετέσχε </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="214"><p> τῶν δρωμένων καὶ νέφη παρὰ ταῖν θεαῖν εἰς τὴν ναυμαχίαν ἐγκατέσκηψε καὶ θεοὶ καὶ ἥρωες οἱ κοινοὶ τῶν Ἑλλήνων σύμμαχοι συνηγωνίζοντο, καὶ συνεναυμάχουν τιμῶντες ἔργῳ Θεμιστοκλέα, καὶ ἡ προσηγορία τῇ Σαλαμῖνι <pb xml:id="v.2.p.283"/> πανταχόθεν ἠκριβοῦτο καὶ κατέστη θεία τοῖς ἅπασι. καίτοι ὅτε ἡ Σαλαμὶς τοῦτʼ ἤκουσεν, ἡ ναυμαχία δή που τοῦτο ἤκουσεν· οὐ γὰρ ἄλλης γέ τινος χώρας Σαλαμὶς τὸν πρὸ τοῦ χρόνον ἦν, ἀλλʼ ὁ θεὸς τὴν ναυμαχίαν θείαν διʼ ἐκείνης προσεῖπε· Πλάτων δὲ, ὡς ἔοικεν, ἀναίνεται τὴν νίκην καὶ θάνατον τῶν ταῦτα πραξάντων καταψηφίζεται καὶ προκρίνει σεμνῶς ἀπολωλέναι μᾶλλον ἢ νικᾶν μετὰ τῶν θεῶν. Ὅμηρος δὲ εἰ περιῆν, κἂν Διὶ μῆτιν ἀτάλαντον προσεῖπε τὸν ταῦτα συμβουλεύσαντα καὶ πράξαντα πολλῷ μᾶλλον ἐμοὶ δοκεῖν ἢ τὸν τῶν Κεφαλλήνων στρατηγὸν τὸν ἐπαλείψαντα τῇ μίλτῳ τὰς ναῦς. εἰ γὰρ ὁ μὲν Ζεὺς ἐδίδου τῇ Ἀθηνᾷ δωρεὰν τὰς ναῦς, ὁ δʼ Ἀπόλλων ταῦτα ἔφραζεν, ὁ δὲ ἐξ ἀρχῆς πρὸς ταῦτα ἥρμοστο κἀν τοῖς παροῦσι μόνος ταὐτὰ τοῖς θεοῖς ἐγίγνωσκε, πῶς οὐκ ἔμελλε τοῦτο τὸ πρόσρημα οἴσεσθαι; ἀλλʼ οὐ Πλάτων οὕτως, ἀλλʼ ἀντὶ τοῦ Διὶ τὴν γνώμην ὅμοιον καὶ θεῖον προσειπεῖν Σαράμβῳ καὶ τοῖς καπήλοις εἰκάζει πᾶσι. πῶς ἄν τις μᾶλλον μεγαλοπρεπείᾳ παρὰ καιρὸν ἐχρήσατο;</p><p rend="align(indent)">φέρε δὴ κἀκεῖνο σκεψώμεθα, εἰ ὥσπερ τινὲς ἤδη λέγονται τῶν ἡρώων ἐν θεοῖς δικασταῖς κριθῆναι, οὕτω καὶ Θεμιστοκλῆς περὶ ὧν συνεβούλευσεν ἐκρίνετο ἐν τῷ Ἀπόλλωνι τῷ Πυθίῳ, ποτέραν ἂν ἤνεγκε τὴν ψῆφον ὁ <pb xml:id="v.2.p.284"/>  θεὸς περὶ αὐτοῦ. πότερον τὴν καταγιγνώσκουσαν; ἀλλʼ ἄτοπον προειπεῖν μὲν αὐτὸν ταῦτα καὶ χρῆσαι, τοῦ δὲ ὑπακούσαντος καταψηφίζεσθαι. ὅπου γὰρ καὶ τὸν Ὀρέστην ἀφεθῆναι λόγος ἐν τοῖς ἄλλοις θεοῖς κρινόμενον εἰς τὸν Ἀπόλλω τὸ ἔργον ἀνενεγκόντα, ἦ που τόν γε παρʼ αὐτῷ τῷ Ἀπόλλωνι φεύγοντα ὑπὲρ ὧν μετʼ ἐκείνου κατέπραξεν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="215"><p> οὐδεὶς λόγος ἦν ἁλῶναι. εἶθʼ ὃν οὐκ ἦν ἑλεῖν παρὰ τῷ θεῷ κριτῇ, τούτου Πλάτων ἠξίωσε κατηγορεῖν; καὶ εἰ μὲν Ἀθήνησιν ἐκρίνετο μηδεμιᾶς τοιαύτης λέγω μαντείας προϋπαρχούσης, ἔπειτʼ ἔδοξεν ἐκείνοις ἐπιτρέψαι τῷ θεῷ καθάπερ πρότερόν φασι τὸ περὶ τῶν φυλῶν, εἰ καλῶς αὐτῷ βεβουλεῦσθαι ἀνεῖλεν, ἀφεῖσθαι λοιπὸν ἔδει, καὶ μηδενὶ μηδὲν ἐξεῖναι παρὰ ταῦθʼ ἕτερον λέγειν· ἐπεὶ δʼ ἔφθη πρὸ τῆς αἰτίας αὐτὸν ἀφεὶς ὁ θεὸς καὶ πρότερον τὰς πράξεις ἐπῄνεσε, πρίν τινα ἀνθρώπων εἰδέναι εἰ πραχθήσονται, καὶ μόνον οὐ συνεῖπεν αὐτῷ περὶ ἁπάντων ἐξ ἀρχῆς καὶ τὴν γνώμην ἣν εἶχε προεξήνεγκεν, ὅμως οὐκ ἀπέσχηται Πλάτων, ἀλλʼ ἐναντία τῷ χρησμῷ πεφιλοσόφηκε καὶ κατηγόρηκε τῶν πεπραγμένων, ἃ πρὶν γενέσθαι τῶν κρειττόνων τις ἐπῄνεσε. τί οὖν οὐ καὶ τοὺς Ἡρακλείδας, ὦ βέλτιστε, ᾐτιάσω, διότι οὐ κατὰ γῆν εἰς Πελοπόννησον εἰσῆλθον, ἀλλʼ ἀπὸ τοῦ Ῥίου πρὸς τὸ Ῥίον περαιωθέντες; ἀλλʼ οἶμαι κἀκείνοις ταυτὸν ἦν, ὅπερ τοῖς Ἕλλησι τοῖς περὶ Θεμιστοκλέα· κατὰ γῆν μὲν γὰρ ἔδει κρατεῖσθαι, κατὰ θάλατταν δὲ ὑπῆρξε καὶ σώζεσθαι καὶ κρατεῖν. μέγα δὲ σημεῖον· ἕως μὲν γὰρ διʼ Ἰσθμοῦ τῆς εἰσβολῆς ἐπειρῶντο, ἠτύχουν, ἐλθόντες δὲ ἐπὶ τὸν πόρον τὸν Ἀχαϊκὸν, εὗρον αὐτὸν πόρον ὄντα τῆς σωτηρίας αὐτοῖς. διόπερ ἐκείνοις ὁ θεὸς διὰ τῶν στενῶν τούτων ἐπιχειρεῖν προὔλεγεν· οἱ δὲ ἀγνοήσαντες καὶ τὴν ἑτέραν τραπόμενοι μικροῦ καθάπαξ ἀπώλοντο. τὸ δὲ αὐτὸ καὶ τοῖς </p></div></div></body></text></TEI>