<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="206"><p> μεμφοίμεθα, ὅτι αὐτὴν ἔχει θάλαττα κύκλῳ μικροῦ πᾶσαν. τί οὖν εἰ τοῖς κρείττοσιν οὕτως ἔδοξεν; ἀλλʼ ὅμως ἐῶ ταῦτα Πλάτωνος χάριν. ἔστω τὸ γειτόνημα ἁλμυρὸν, ὥς φησιν. εἰ μὲν τοίνυν Θεμιστοκλῆς νίκην ἀντὶ νίκης ἠλλάττετο, ἠδίκει τοὺς ναυπηγοὺς ἀντὶ τῶν δορυξόων κοσμῶν; καίτοι καὶ τὸ τῆς ναυμαχίας ἔργον εἰς τοὺς ὁπλίτας δή που τοὺς ἐπὶ τῶν καταστρωμάτων ἀφίκετο· ὧν τοὺς πλείους εἶναι χρὴ δοκεῖν τῶν Μαραθῶνι κινδυνευσάντων. εἰ δὲ διπλοῦν ἀνθʼ ἁπλοῦ τότε κίνδυνον μετέλαβον, τὸν μὲν πρὸς τοὺς πολεμίους, τὸν δὲ κατʼ αὐτὴν τὴν θάλατταν, οὐδὲν οἶμαι ταύτῃ φαυλότεροι. ἀλλʼ ἔγωγε καὶ ταύτας ἀφαιρῶ τὰς προσθήκας. ἔστω πᾶν ἁμάρτημα, εἴ τις ἄλλος πόρος ἦν τοῖς πράγμασι σωτηρίας. εἰ δʼ ἅπασα μὲν ἡ γῆ κατείληπτο, ἐπέρρει δὲ ὥσπερ θαλάττης ἐπίκλυσις ἡ στρατιὰ, πάντα δὲ ἄρδην ἀνηρπάζετο, ἀναβλέπειν δὲ οὐκ ἦν, ἀλλʼ οἱ μὲν ἑκόντες προσετίθεντο, οἱ δὲ ἄκοντες ἤγοντο, οἱ δʼ ἔφευγον εἰς τὸ εἴσω τῆς Ἑλλάδος ἀεὶ, μόνοι δʼ ἔξω κατελείποντο Ἀθηναῖοι, πρὸς δὲ τούτοις ἐκάλουν μὲν κἀνταῦθα τῶν πραγμάτων ὄντων τοὺς ἐν τῇ συμμαχίᾳ, καὶ προκινδυνεῦσαι τῶν ὑπολοίπων ἐκέλευον μεθʼ ἑαυτῶν ἀπαντήσαντας εἰς τὴν Βοιωτίαν, ὑπήκουε δὲ οὐδεὶς, ἀλλʼ ἐν τοῖς στενοῖς οὐ τῆς Πελοποννήσου μόνον, ἀλλὰ καὶ τῶν ἐλπίδων ἐκάθηντο, ἀπέκειτο δὲ μήτε γῆς μήτε θαλάττης εἶναι μηδαμοῦ, τί ταῦτα τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ πύργου κρίνομεν; ἢ τί τὰ μηδαμῆ συμβαίνοντα κατηγοροῦμεν; ἐγὼ μὲν οὐ τοσαύτην αἰσχύνην ἔχειν <pb xml:id="v.2.p.273"/> ἡγοῦμαι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, ὥσθʼ αἱρετώτερον εἶναι πρὸ αὐτῆς ἀπολωλέναι, ἀλλὰ μᾶλλον τοῦ βίου καὶ τῆς σωτηρίας τῆς εἰς ἐκεῖνον τὸν χρόνον τοῦτο φήσαιμʼ ἂν ὡσπερεὶ κέρδος τοῖς τότε συμβῆναι, τὸ κατεργάσασθαι πρᾶγμα τοσοῦτον καὶ στῆσαι τρόπαιον κοινὸν ἁπάντων ἀνθρώπων ὡς εἰπεῖν καὶ κατὰ παντὸς τοῦ χρόνου. δοκοῦσι γὰρ ἔμοιγε οὐ μόνον τοὺς ἀνταγωνιστὰς νικῆσαι τῇ τόθʼ ἡμέρᾳ, οὐδὲ τοὺς παρόντας τῶν Ἑλλήνων, ἀλλὰ καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="207"><p>πάντας ἀνθρώπους μεγέθει τόλμης καὶ νίκης σεμνότητι παρελθεῖν. εἰ γὰρ ἓν ἐξ ἁπάντων εἰπεῖν δεῖ τῶν εἰς μνήμην ἡκόντων, μέγιστον ἐκεῖνό τις ἂν τὸ ἔργον λέγοι δικαίως.</p><p rend="align(indent)">μόνος δέ μοι δοκεῖ πάντων ἀνθρώπων ἢ κομιδῆ γε ἐν ὀλίγοις δεῖξαι Θεμιστοκλῆς ἀληθῆ τὸν λόγον ὄντα, ὃν πάλαι μὲν Ἀλκαῖος ὁ ποιητὴς εἶπεν, ὕστερον δὲ οἱ πολλοὶ παραλαβόντες ἐχρήσαντο, ὡς ἄρα οὐ λίθοι οὐδὲ ξύλα οὐδὲ τέχνη τεκτόνων αἱ πόλεις εἶεν, ἀλλʼ ὅπου ποτʼ ἂν ὦσιν ἄνδρες αὑτοὺς σώζειν εἰδότες, ἐνταῦθα καὶ τείχη καὶ πόλεις. οὔκουν τῷ γε ἀληθεστάτῳ τῶν λόγων ἐκλιπεῖν τὴν πόλιν ἡγεῖτο, ἀλλὰ μετασκευάζειν ὥσπερ ἐν σκηνῇ πρὸς τὸ παρεστός· οὐδὲ γὰρ ἐν τοῖς δράμασιν οὐδένα τῶν ἀγωνιστῶν ἀπολλύναι τὴν ἑαυτοῦ φύσιν, ἐὰν πρὸς τὸ παρὸν μεταμπίσχηται· καὶ τότε τοῖς Ἀθηναίοις ἐπιβάλλειν θαλαττίων σχῆμα προσθέσθαι καὶ δεῖξαι τὴν πόλιν ἐν τούτῳ. διὰ ταῦτα τὴν μὲν χώραν καὶ τοὔδαφος τῆς πόλεως προεῖτο, τὴν δʼ ἀξίαν κάλλιστα ἀνθρώπων διεσώσατο, καὶ πρότερον τείχη καὶ ἑστίας καὶ νεὼς ἢ τὴν τοῦ φρονήματος τάξιν προὔλιπε καὶ ἃ πεπεικὼς αὑτὸν ἦν. ᾔδει γὰρ ὅτι, <pb xml:id="v.2.p.274"/>  εἰ μὲν ἐκείνων ἀντέχοιτο καὶ περὶ αὐτὰ φιλοψυχοίη, ταχέως κἀκείνων στερήσεται καὶ τοὺς ἄνδρας αὐτοὺς προσαπολεῖ καὶ πάσας εἰσάπαξ τὰς ἐλπίδας ἐκβαλεῖ, εἰ δὲ τὰς ναῦς προβάλοιτο αὐτῶν καὶ τόν γε αὐτῆς τῆς κρίσεως χρόνον ἐκσταίη, καθάπερ τις ἀγωνιστὴς ἐπʼ ἄθλοις ἀποδημῶν ῥᾳδίως ἤλπιζεν, ὥσπερ τότε τὴν θάλατταν ἀντὶ τῆς γῆς ᾑρεῖτο, οὕτω πάλιν ἐκ τῆς θαλάττης εὑρήσειν καὶ τὴν χώραν καὶ τὴν πόλιν καὶ οὐδὲν χείροσι χρήσεσθαι. ταῦτα δὲ ἐνθυμηθεὶς τοὺς δρομέας ἐμιμήσατο τοὺς ἐκ πολλοῦ τοὺς πρόσθεν αἱροῦντας· καὶ παραχωρήσας οὐ μόνον τῆς Ἀττικῆς, ἀλλὰ καὶ τῆς γῆς ἁπάσης Ξέρξῃ καὶ προλαβεῖν ἐάσας, καὶ τῆς θαλάττης τοσοῦτον ἀπολαβὼν, ὅσον ταῖς ναυσὶν ἤρκει, περιέτρεψεν ἁπάσας αὐτῷ τὰς ἐλπίδας, καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="208"><p> τὴν Ἑλλάδα ἐρρύσατο, οὐ ναύτας ἀνθʼ ὁπλιτῶν ἐθίζων Ἀθηναίους εἶναι, οὐδὲ φυγῆς ἐφόδιον τὰς τριήρεις αὐτοῖς ἐξευρὼν, οὐδʼ ἵνα τὸν πάντα χρόνον τὴν θάλατταν οἰκῶσιν, ὥσπερ τὸν Γλαῦκόν φασι τὸν Ἀνθηδόνιον, ἢ τὸν Σάρωνα τὸν ἐπώνυμον τοῦ πελάγους, ἀλλὰ τοὐναντίον πᾶν, ὦ θαυμάσιε, ὅμως μηδὲν πλῆθος τῶν πολεμίων φοβῶνται μηδὲ φεύγωσιν, ἀλλὰ κἂν τὴν γῆν ἅπασαν δέῃ προλιπεῖν, κἂν τῶν σωμάτων αὐτῶν ἀποστῆναι, ῥᾳδίως ὑπομένωσιν ὑπὲρ τοῦ κρείττονος, καὶ μὴ τοῖς κτήμασι δουλεύωσι μηδʼ ἱκανὴν πρόφασιν μηδεμίαν νομίζωσι τοῦ <pb xml:id="v.2.p.275"/>  γενέσθαι χείρους, μὴ πλῆθος πολεμίων, μὴ ἰσχὺν, μὴ πάντας ἀνθρώπους δουλεύειν συγκεχωρηκότας, μὴ πάντʼ ἄνω καὶ κάτω γιγνόμενα, ἀλλὰ καὶ θάλατταν οἰκειοτέραν καὶ πάντα κίνδυνον ἀνεκτότερον ἡγῶνται τοῦ ζῆν μετʼ αἰσχύνης. τοῦτο καὶ ὁπλίταις ἀγαθὸν παράδειγμα καὶ ἱππεῦσι καὶ τοξόταις καὶ τριηρίταις καὶ πᾶσι πόλεως πληρώμασιν. οὐ χρὴ, φησὶ, τοῖς ἐναντίοις διδόναι τὰ νῶτα οὐδὲ αἰσχρὰν σωτηρίαν ζητεῖν, οὐδʼ ἀφέντας τοὺς περὶ τῶν δικαίων λογισμοὺς ἐφεῖναι τῷ φέροντι, οὐδὲ φεύγειν ὅπως τις μὴ μάχηται. οὔκουν ἔγωγε, φησὶ, φεύγων ᾠχόμην εἰς Ἰταλίαν, οὐδʼ ἐκεῖ πόλιν ἠξίουν οἰκίζειν, καίτοι τῶν μάντεων κελευόντων, ἀλλʼ ἔμενον τὰς τριήρεις ἔχων, οὗ καιρὸς ἦν ὑπὲρ τῆς Ἑλλάδος ἀντιτάξασθαι. καὶ ἐπειδὴ τἀν τῇ γῇ κατείληπτο, ἤρκει μοι τῆς θαλάττης μικρὸν μέρος· καὶ σοὶ, φησὶ, παραινῶ μένειν καὶ σώζειν τὴν τάξιν, ἐάν τε ὁπλιτῶν ἀγῶνα ἀγωνίζῃ ἐάν τέ τινʼ ἱππέων ἄν θʼ ὁντινοῦν. ἐὰν δὲ καὶ πάντων ἐξείργῃ, γενοῦ μοι θαλάττιος </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="209"><p> τοῦτον τὸν χρόνον, ἐνταῦθʼ ὁπλίτευσον, προβαλοῦ τὴν ἀσπίδα ἀπὸ τῆς νεὼς, εἰ δʼ οἷόν τε καὶ ἐξ αὐτῆς τῆς θαλάττης ὑπὲρ τοῦ ῥοθίου φέρε. ταῦτα ἐδίδασκε Θεμιστοκλῆς, καὶ τοῦτο ἠδύνατο αὐτῷ τὸ εἰς τὰς τριήρεις μεταστῆσαι τὴν πόλιν· διὰ ταῦτα κενὴν ἀνθρώπων ἠξίωσε τὴν χώραν πρότερον ποιῆσαι ἢ ληφθέντα τινα ἐν αὐτῇ δουλεῦσαι. τούτων οὐ γεγόνασι λογισμοὶ καλλίους οὐδὲ πράγματα ἐντιμότερα, οὐδὲ μᾶλλον ὁμοῦ σύνεσιν καὶ <pb xml:id="v.2.p.276"/> μεγαλοψυχίαν καὶ ἀνδρείαν ἔχοντα· ἐπεὶ ὅτι γε οὐ καθάπαξ αὐτοὺς ἠξίου τῆς πόλεως ὑπεριδεῖν οὐδὲ κύκλῳ φεύγειν ἐπὶ τῶν τριήρων, ἀλλὰ τοῖς παροῦσι καιροῖς ταῦτα συμφέρειν ὑπελάμβανε, καὶ στρατοπέδῳ τῇ Σαλαμῖνι χρησάμενος τὸν αὐτὸν τρόπον ὅνπερ οἱ πρότεροι τῷ Μαραθῶνι πάλιν τῶν ἐξ ἀρχῆς ἐμέμνητο, ἔδειξεν οὐκ εἰς μακράν. ἀπελθόντων γὰρ τῶν βαρβάρων, εἴς τε τὴν πόλιν ἦγεν εὐθὺς αὐτοὺς ἄνω καὶ συνῴκιζε κατὰ τὰ πρότερα, καὶ μείζω γε τὸν περίβολον, ὥς φασιν οἱ ἐξηγηταὶ, ἐξήγαγε πανταχῆ, τειχίσαι τε δεῆσαν μόνος ἐξ ἁπάντων εὗρεν ὅπως δυνήσονται. πῶς οὖν αὐτοὺς φεύγειν εἴθισεν, ἢ κατὰ ποίαν τύχην, ὅς γε ἐν μὲν τοῖς ἐσχάτοις κινδύνοις ὄντας αὐτοὺς διώκειν, οὐ φεύγειν εἴθισε, νικήσαντας δὲ καὶ τὰ μέγιστα <pb xml:id="v.2.p.277"/>  εὖ πράττοντας καὶ παρὸν ἥντινα βούλονται χώραν καὶ πόλιν αὐτοὺς λαβεῖν, εἰς τἀρχαῖα ἐπανῆγε, καὶ οὐκ εἴα τῶν ὑπαρχόντων ἀμνημονεῖν; πρὸς Διὸς, ὦ Πλάτων, εἰ δὲ δὴ σοῦ τις λαβόμενος κατηγόρει λέγων ὅσα διέπλεις ἐν ὁλκάσι τὴν θάλατταν καὶ πλάνην ὁπόσην πεπλάνησαι περὶ τὴν χάρυβδιν, ὁμοῦ τοῖς ναύταις ἐσκηνωμένος καὶ δεόμενος τῆς κώπης καὶ τοῦ τροπωτῆρος, καὶ ταῦθʼ οὕτω δυσχεραίνων τὰ ναυτικὰ καὶ τοῖς ὁπλίταις προσκείμενος, ἆρʼ οὐκ ἐκεῖνο μὲν οὐκ ἔμελλες ἐρεῖν, ἅτε ὢν μουσικὸς καὶ πάλαι κατεγνωκὼς τοῦ ῥήματος, τὸ ποῖον δὴ λέγω, ὦ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="210"><p> μοχθηρὲ μελαγχολᾷς, εἶπες δʼ ἂν οὑτωσί πως, ὦ δαιμόνιε, ἐγὼ ταῦτα ἔπραττον, οὐ τὸν τῶν ναυτῶν βίον ᾑρημένος, οὐδʼ ἐκείνους ἀντὶ τῶν ὁπλιτῶν κοσμῶν, οὐδʼ ἐν γήρᾳ ναυτίλλεσθαι μεταμανθάνων, οὐδὲ τοῖς κατʼ ἤπειρον πράγμασι λυμαινόμενος, ἀλλʼ οὐκ ἦν ἄλλως ἐλθεῖν εἰς Σικελίαν; ταῦτʼ ἂν εἶχες, οἶμαι, λέγειν, ὥσπερ καὶ ἡμεῖς ὑπὲρ Θεμιστοκλέους, ὅτι οὐκ ἦν ἄλλως τοῖς Ἕλλησι σωθῆναι. καὶ μὴν οὐδʼ ἐκεῖνό τις ἂν φήσειεν ὡς ὑπὲρ μὲν τῶν Δίωνος πραγμάτων ἔδει πλεῖν εἰς Σικελίαν καὶ μήτε γῆρας μήτε κίνδυνον μήτε τὸ πολλάκις ἐξηπατῆσθαι μήτʼ ἄλλο μηδὲν ὑπολογίζεσθαι πρὸς τὸ δίκαιον καὶ τὴν ἐκείνου χρείαν, ὑπὲρ δὲ τῆς Ἑλλάδος καὶ τοσούτων πραγμάτων οὐκ ἄρʼ ἔδει ταῖς ναυσὶ χρήσασθαι, ἀλλʼ ἀναίνεσθαι τὴν θάλατταν. οὐδʼ ἂν εἷς ταῦτα φήσειεν. ὁ δέ γε Βελλεροφόντης, ὦ ἄριστε, ὥς φασιν οἱ ποιηταὶ, τὴν <pb xml:id="v.2.p.278"/>  χίμαιραν ἐχειρώσατο οὐκ εἰς τὴν θάλατταν ἐμβὰς, ἀλλʼ εἰς τὸν ἀέρα ἀναβὰς ἐπὶ τοῦ Πηγάσου, καὶ ὅμως οὐκ ἔδοξε δειλὸς εἶναι, ὅς γε καὶ λόχους ὅλους διαφθείρειν ἐδόκει δύνασθαι. ἀλλʼ οἶμαι πρὸς τὸ πῦρ οὐκ ἦν χαμόθεν ἀντισχεῖν. οἶδα δὲ ὑπὲρ Θεμιστοκλέους ὅτι κἂν εἰ τὸν Δαίδαλον οἷός τʼ ἦν μιμήσασθαι καὶ πτερώσας ἑαυτὸν ὑπὲρ τῶν Ἑλλήνων ἐπιθέσθαι τῷ βαρβάρῳ, οὐδὲ τοῦτο ἂν ὤκνησεν, ἢ κἂν εἰ μάχην πεζὴν μέλλων συνάψειν ἐκ τῶν ὑψηλοτέρων ἐπῄει, δειλίαν ὀφλήσειν ἔμελλε. Λακεδαιμονίους δέ γε αὐτὸς σὺ φῂς τὴν ἐν Πλαταιαῖς μάχην μαχομένους οὐκ ἐθέλειν μένειν, ἀλλʼ ὑπάγειν τοὺς Πέρσας πρὸς τὸ συμφέρον αὑτοῖς. ἐῶ γὰρ Σκύθας ὅσα δὴ φεύγοντες νενικήκασιν. ὅπου τις πλέον ἕξειν ἡγεῖται, ἐνταῦθα ἀμυνέσθω τοὺς πολεμίους, ἄλλως τε κἂν μηδὲν τῶν μειζόνων παραβαίνῃ δικαίων. εἰ μὲν τοίνυν αὑτοῦ γνώμῃ μόνον περὶ τούτων ἐκέχρητο Θεμιστοκλῆς, ἐκείνου τις ἂν εἶπεν αὐτὸν τὴν κατηγορίαν πεποιῆσθαι, ἐπεὶ δὲ καὶ θεὸς </p></div></div></body></text></TEI>