οὐκοῦν ἐν τούτοις ἐπαινεῖ τοὺς τῆς σωτηρίας αἰτίους τοῖς Ἕλλησι καταστάντας, καὶ χάριτάς γέ φησι δεῖν ἐκτίνειν αὐτοῖς, καὶ ταύτας οὐ φαύλας, ἀλλʼ οἵας οὐδʼ ἂν αὐτὸς ἄν τις ῥᾳδίως αἰτήσειε, καὶ πρὸς τὸν δυσχεραίνοντά φησιν ὅτι τὸ μέγιστον ἔσωσαν οἱ πρόγονοι ἀπὸ βαρβάρων τοὺς Ἕλληνας. οὐκοῦν ἢ ʼκεῖνʼ ἀπαλείφειν προσῆκεν, ἢ ταῦθʼ ὑπʼ ἐκείνων ἐξελήλεγκται. οὐ γὰρ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν ὡς τοῖς μὲν τοὺς ἐν Σικελίᾳ σεσωκόσι τῶν Ἑλλήνων χάριτας καὶ δωρεὰς εἰκὸς ὑπάρχειν, τοῖς δʼ ἅπασαν μὲν τὴν ἀρχαίαν Ἑλλάδα, καὶ τῆς δʼ αὐτῆς ὁδοῦ τῆς πολιτείας καὶ Σικελίαν καὶ Ἰταλίαν καὶ τοὺς ὅπου δὴ γῆς καὶ θαλάττης Ἕλληνας, τούτοις οὐδὲ λόγου δεῖ μετεῖναι φιλανθρώπου, οὐδʼ ὡς χρηστοί γʼ ἦσαν ἀκούειν ὑπάρχειν. καὶ μὴν αὐτός γε σὺ φῂς οὐ τῶν ἐν Κυρήνῃ μᾶλλον ἢ τῶν Ἀθήνησι κήδεσθαι. εἶτα σὺ τοῖς ἐκγόνοις αὐτῶν ἐφεὶς λέγειν περὶ δωρεῶν, αὐτοὺς κακῶς λέγειν ἠξίωσας, καὶ ἅμα μὲν τοὺς τυράννους ἐλέγχεις, ἅμα δὲ τοὺς τῆς ἐλευθερίας αἰτίους τοῖς Ἕλλησι ψέγεις. κἀνταῦθα ὁ κολοφὼν τοῦ λόγου, ὡς οὐδʼ ἡ ἐλευθερία πάνυ τι σεμνὸν, ἀλλὰ καὶ πολλοῖς ἄμεινον ἀκούειν ἑτέρων ἢ ἐλευθέροις εἶναι. καλῶς. ἆρʼ οὖν καὶ τότε τοῖς Ἀθηναίοις ἄμεινον ἦν ἀκοῦσαι; καὶ μὴν οὐ πόρρωθεν, ἀλλʼ ἐξ αὐτῶν ὧν ἔπραττον ἄξιοι τῆς ἐλευθερίας ὄντες ἐδείκνυσαν. ἔτι δʼ οὐ Διοσκούροις, οὐδὲ Θησεῖ τῷ Ποσειδῶνος, οὐδʼ Ἡρακλεῖ τῷ κοινῷ πάντων προστάτῃ, οὐδὲ τοῖς ἀρίστοις καὶ δικαιοτάτοις τῶν ἡμιθέων ὑπακοῦσαι κίνδυνος ἦν, ἀλλʼ ἀνθρώποις ὕβρεων καὶ κακῶν μεστοῖς, ὑφʼ ὧν ἀγαθὸν μὲν οὐδʼ ὁτιοῦν ἔμελλον δή που μαθήσεσθαι, πάντα δὲ πείσεσθαι τὰ αἴσχιστα καὶ δεινότατα. ὥστε πῶς οὐκ ἂν αἴσχιστα πραγμάτων συνέβη, εἰ πρότερον τοὺς Ἡρακλείδας εἰς ἐλευθερίαν ἀφαιρούμενοι τότʼ αὐτοὶ τοῖς βαρβάροις ὑπέκυψαν ἐν φαύλῳ θέμενοι; ἀλλὰ μὴν εἰ μήτʼ αὐτοὶ δουλεύειν ἄξιοι μήθʼ οἱ ἐπιόντες βελτίους ἐκείνων, ὅ τε κίνδυνος περὶ τῶν ἐσχάτων κρατηθεῖσι, πῶς οὐκ ἐνταῦθα εἴπερ που καιρὸς ἦν δεῖξαι δουλείαν θανάτου μᾶλλον πεφοβημένους; ἐπιθήσω γὰρ τὰ Πλάτωνος αὐτοῦ ῥήματα. εἰ δὲ τοῦτο παντὶ γνώριμον καὶ πᾶσι ταῦτʼ ἦν ἄριστα καὶ σπουδαιότατα καὶ μόνα τοῦ λόγου τοῦ βελτίονος καὶ τῆς πολιτικῆς ἀρετῆς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐπʼ ἔσχατον ἥκοντα, πῶς τούς γε εἰς ταῦτα παρασχόντας ἑαυτοὺς καὶ βεβαιώσαντας ἅπασι μετὰ τῆς σωτηρίας τὴν ἐλευθερίαν ὀλίγου τινὸς ἀξίους ἢ τοῖς πολίταις ἢ τοῖς Ἕλλησι νομιστέον; καὶ μὴν οὐδʼ ἀνειμένην γε τὴν ἐλευθερίαν ἐποίησαν αὐτοῖς· οἵ γε πρὸς μὲν τοὺς βαρβάρους οὕτως εἶχον ὥστε μηδὲ φωνὴν ἐθέλειν ἀκούειν, πρὸς δὲ τοὺς Ἕλληνας οὕτω κοινῶς καὶ φιλανθρώπως ὥσθʼ εἶξαν τῆς ἡγεμονίας ἑκόντες Λακεδαιμονίοις, προέχοντες πλεῖστον ὁπόσον αὐτῶν. καὶ γάρ τοι παρʼ ἑκόντων πάλιν αὐτὴν τῶν Ἑλλήνων ἐκομίσαντο. οὕτως οὐκ ἄνευ δικαιοσύνης οὐδὲ σωφροσύνης, ὦ Πλάτων, ἐνέπλησαν τὴν πόλιν συμμάχων καὶ φόρων καὶ φλυαριῶν, ὡς σὺ φῂς, ἀλλʼ ἀπὸ σώφρονος καὶ δικαίας καὶ θαυμαστῆς ἀρξάμενοι τῆς ἀρχῆς, καὶ τοὺς τῆς ἐλευθερίας ὅρους κάλλιστα ἐφύλαξαν, μέσην αὐθαδείας καὶ ταπεινότητος ἄγοντες τοὺς πολίτας, καὶ οὐ τὴν ἀνέδην, οὐδὲ ἣν οὑτωσί τις ἂν φήσειεν ἐλευθερίαν εἰσάγοντες, ἀλλὰ τὴν μετὰ τοῦ δικαίου καὶ τοῦ σωφρονεῖν. καὶ μὴν ὅτι γε οὐκ ἄτιμον οὐδὲ τοῦ τυχόντος ἀνδρὸς ἐλευθερῶσαι πατρίδα, μὴ ὅτι γε τὴν Ἑλλάδα, αὐτὸς Πλάτων, εἰ δὲ βούλει Δίων, ὑπάρχει μάρτυς, ἐπεὶ καὶ ταῦτα τῆς ἐκείνου ῥήσεως ἐπὶ δὲ τούτοις ξύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ τῶν θεῶν βασιλέα στήσασθε πρῶτον μὲν τὸν ἐμὸν υἱὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρʼ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός. ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δὶς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε. ἆρʼ ὀλίγου τινὸς ἢ φαύλου τίθησι Πλάτων ἐλευθέραν ποιῆσαι πόλιν, ἢ μέλλουσαν ἄλλων ἔσεσθαι κωλῦσαι; ὅτε τοίνυν καὶ βασιλείαν ἄξιον ἀντὶ τούτου διδόναι, καὶ ταῦτά γε τοῖς ἐκγόνοις, καὶ μικροῦ τῆς ἐλευθερίας αὐτοῖς παραχωρῆσαι, διότι αὐτῶν οἱ πρόγονοι τὴν ἐλευθερίαν ἐφύλαξαν, ἦ που τούς γε αὐτοὺς ἐλευθερώσαντας οὐ μόνον τοὺς πολίτας, ἀλλὰ καὶ σύμπαν τὸ τῶν Ἑλλήνων γένος ἕν τι τῶν δεινοτάτων, μηδʼ αὐτοῦ τοῦ δοκεῖν ἐλευθέρους εἶναι μετέχειν ἐᾶν, ἀλλʼ ἣν ἔργῳ τοῖς ἄλλοις διετήρησαν, ταύτης αὐτοὺς τὸ γιγνόμενον τῆς ἐλευθερίας ἀφαιρεῖσθαι. φέρε δὴ κἀκεῖνο σκεψώμεθα, ὅσῳ καὶ κατὰ τοῦτο Μιλτιάδης καὶ Θεμιστοκλῆς Δίωνος δικαιότεροι καὶ βελτίους τὰ πολιτικὰ καὶ τὸ ἴσον μᾶλλον φυλάττοντες, εἴ γε οἱ μὲν ἀντʼ ἐκείνων τῶν ἔργων οὐδὲν πλέον ᾔτησαν οὔθʼ αὑτοῖς οὔτε παισὶν, ἀλλʼ ἐξαρκεῖν ὑπελάμβανον εὖ πεποιηκέναι τοὺς Ἕλληνας, Δίων δὲ, ὡς σὺ φῂς, καὶ τοιούτων δωρεῶν προσεδεῖτο, ἐν αἷς ἦν ἀκούειν τῶν ἐξ ἐκείνου τοὺς ἄλλους, μὴ ἐφʼ ἑκάστου τῶν καιρῶν μηδʼ ἐπὶ τῶν πραγμάτων αὐτῶν, ὅτι βέλτιον τῶν ἄλλων φρονοῦσιν ἢ λέγουσι πειθομένους, ἀλλʼ εἰσάπαξ στησαμένους βασιλέας, κἂν εἴ τινες αὐτῶν βελτίους ἐνεῖεν. ἆρʼ οὐ πανταχόθεν σαυτὸν ᾕρηκας; ὅπου γε δὴ καὶ τῆς ἰσότητος καὶ τῆς γεωμετρίας ἐκεῖνοι μὲν οὑτωσὶ μνημονεύοντες φαίνονται, Δίων δʼ οὐχὶ, οὐδʼ οἱ Δίωνος παῖδες, καὶ ταῦτα ὁμιλήσαντες τῷ δεινοτάτῳ γεωμετρίαν Πλάτωνι. τρίτον δὲ φησὶν ἡ ἐπιστολὴ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν ἑκόντα ἑκούσης τῆς πόλεως τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονεικίαν πάντως πάντʼ ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος. εἰ τοίνυν καὶ τῷ τοῦ τυράννου παιδὶ καὶ τῷ τοῦ τῶν πολεμίων ἄρχοντι στρατοπέδου καιρόν ἐστιν ἔχον διαλλάττεσθαι, ἐὰν βούληται βασιλεὺς ἀντὶ τυράννου γίγνεσθαι, ἐλεήσας πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, ἦ που τοῖς γε τῶν Ἑλλήνων εὐεργέταις καὶ διʼ οὓς ἱερὰ καὶ τάφοι καὶ πάντα ἐσώθη καὶ οὐκ ἐπίχαρτος ἡ Ἑλλὰς τοῖς βαρβάροις ἐγένετο, εἰκὸς ἦν σπείσασθαι, καὶ τήν γε βλασφημίαν αὐτοῖς ἀνεῖναι, εἰ καὶ μηδὲν εἶχεν ἔργῳ νεῖμαι πλέον. φέρε γὰρ πρὸς θεῶν εἰ ὅτε ἦν ἐκεῖνα τὰ πράγματα, ὁ Θεμιστοκλῆς καλούντων αὐτὸν τῶν Ἀθηναίων καὶ βοηθεῖν ὅ τι ἔχοι κελευόντων, ἄλλο μὲν οὐδὲν ᾔτησε, μήτε τυραννίδα μήτʼ ἔννομον βασιλείαν, τοσοῦτον δὲ μή τι διάκονός γε ὑπʼ αὐτῶν κληθῆναι, μηδὲ τοιοῦτον ὄνειδος λαβεῖν, ἐὰν καταστήσῃ τὰ πράγματα αὐτοῖς, εἰ παρὼν ἔτυχε Πλάτων, τί ἂν τοῖς Ἀθηναίοις συνεβούλευσεν ὁ τοῖς Συρακοσίοις ταῦτα συμβουλεύων; ἆρʼ οὐ μετρίαν νομίσαι τὴν πρόκλησιν τοῦ Θεμιστοκλέους καὶ δοῦναι τὴν χάριν; ἐμοὶ μὲν γὰρ κἂν προσηγγυῆσθαι δοκεῖ ταῦτα ὑπὲρ τῆς πατρίδος. οὐκοῦν ἄτοπον μελλόντων μὲν ἔσεσθαι τῶν ἔργων καὶ ὅπως πραχθείη καὶ μόνον ταῦθʼ ὑπὲρ πάντων ὑπισχνεῖσθαι, ὄντων δὲ καὶ πεπραγμένων καὶ τῆς ἀρετῆς τῆς ἐκείνου φανερᾶς ἅπασιν Ἕλλησι καὶ βαρβάροις γεγονυίας, ὅμως ὑβρίζειν ἐπιχειρεῖν, καὶ μήθʼ ἱερὰ μήτε τάφους αἰσχύνεσθαι μήτʼ ἐπιγράμματα, ἀλλὰ κακῶς λέγειν ὃν ἐπαινεῖν βουληθέντα τῆς ἀξίας ἔργον ἦν τυχεῖν; καὶ μὴν οὐχ ὅμοιον ἐν μέσῃ τῇ θαλάττῃ περὶ τῶν ἐν τῷ πλοίῳ λέγειν καὶ τὴν εὐψυχίαν τὴν αὑτοῦ δεικνύναι καὶ καθήμενον ἔξω τῆς ζάλης ὑπὸ τῷ τειχίῳ· ἃ Πλάτων παντὸς μᾶλλον καλῶς εἰδὼς ἑκὼν ὑπερβαίνει καὶ κατηγορεῖ Θεμιστοκλέους ἐμβιβάσαντος Ἀθηναίους εἰς τὰς τριήρεις, ἐν τούτοις μὲν οὐ τοῖς λόγοις, ἑτέρωθι δὲ, φάσκων αὐτοὺς ἐθισθῆναι φεύγειν ἐκ τούτου καὶ μὴ μάχεσθαι μένοντας. ὡς δὴ σὺ μὲν κἀγὼ πολλὰς τροπὰς ὁπλιτῶν ἐποιησάμεθα, Θεμιστοκλῆς δὲ οὐδὲν ἄλλο ἢ φεύγειν ἠπίστατο. ἐγὼ δʼ εἰ μὲν ἦν ἕτερον τρόπον νικῆσαι, ἢ καὶ σωθῆναι τὸ πρῶτον, τάχʼ ἄν τι τούτους ᾤμην εἶναι τοὺς λόγους· ὅτε δʼ ἦν αἵρεσις ἢ ναυμαχοῦντας κρατεῖν, ἢ κατὰ γῆν ἀπολωλέναι, πῶς ἦν ἴσον ἢ τίς ἡ θαυμαστὴ φιλοσοφία τεθνάναι μάτην, ἐξὸν μετὰ τῆς μεγίστης εὐδοξίας σωθῆναι; ἀρχὴν δʼ ἔγωγε οὐκ ἐπινοῶ ποῦ διακέκριται κατὰ γῆν μὲν νικῆσαι καλὸν εἶναι, ἐν θαλάττῃ δʼ αἰσχρόν· ἢ τὴν μὲν κρανίαν καὶ τὴν βύρσαν πολλοῦ τινος ἀξίαν εἶναι, τὰ δὲ νήια καὶ τοὺς κωπέας τοῦ μηδενός· ὥσπερ ἂν εἴ τις τὴν θάλατταν ἐξαιροῖ τῶν ὄντων, ἢ μάτην γενέσθαι λέγοι καὶ διαγράφοι τὴν τοῦ Ποσειδῶνος ἀρχὴν δεύτερα τῶν πάντων ἔχουσαν, ὥς φησιν Ὅμηρος. τί οὖν οὐχὶ καὶ περὶ τοῦ σίτου κατηγορήσομεν αὐτῶν, ὅτι χρῶνται ἐπεισάκτῳ τῷ πλέονι καὶ προσδέονται θαλάττης, ἐξὸν τῇ χώρᾳ στέργειν ἣν γεωργοῦσιν, ὦ θειότατε ἀνδρῶν· τοῦτο μὲν ἔστʼ ἀπολωλέναι λιμῷ. καὶ μὴν εἴ γε ἡ τοῦ σίτου κομιδὴ κατὰ θάλατταν αὐτοῖς ἀναγκαῖον καὶ σωτήριον, τῆς αὐτῆς ἕνεκα σωτηρίας καὶ τότε τῇ θαλάττῃ προσεχρήσαντο καὶ προσῆν ἡ τοῦ καλοῦ μερὶς τῇ χρείᾳ. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν ὡς τὸν μὲν σῖτον ἔδει κατὰ θάλατταν αὐτοῖς φοιτᾶν, τῆς δὲ σιτοπομπίας οὐ χρῆν προϊδεῖν ὅπως ἔσονται κύριοι. οὐκοῦν ἔδει τριήρων καὶ τοῦ ναυμαχεῖν ἐπίστασθαι. πῶς οὖν ὁ ταῦτα συμβουλεύων περιειργάζετο, ἢ πῶς οὐχ ἡρμόττετο πρὸς τὴν φύσιν τῆς χώρας, ἵνα καὶ τοῦτο προσθῶμεν; ὅμοιον δʼ ἄν μοι δοκοῦμεν ποιεῖν εἰ ταῦτα κατηγοροῖμεν, ὥσπερ ἂν εἰ καὶ τῇ φύσει τῆς Ἀττικῆς