ὅτι θεοὶ μὲν πρῶτον, ἔπειθʼ, ὅσον εἰς ἀνθρώπους ἧκε, μία μὲν πόλις ἡ τῶν Ἀθηναίων, γνώμη δὲ ἑνὸς ἀνδρὸς ἡ Θεμιστοκλέους. ὁρῶν γὰρ ὡς εἰ μή τις τῷ ναυτικῷ κρατήσει τῶν βαρβάρων, οἰχήσεται κατὰ πόλεις ἡ Ἑλλὰς, προσβαλλόντων ἐν μέρει πᾶσι καὶ πορθούντων, καὶ πρὸς τούτῳ κἀκεῖνο εἰδὼς ὅτι τἀν τῇ γῇ πολὺ πλείους καὶ δεινοτέρας ἔχει τὰς ἀπορίας καὶ πολὺ πλείοσιν ἢ κατὰ θάλατταν μαχοῦνται καὶ ἀπορωτέροις προσφέρεσθαι, εἵλετο πρῶτον μὲν τὴν ἐλάττονα ὑπερβολὴν ἀντὶ τῆς μείζονος· ἔπειτα οὗ πρὸς καιρὸν τῇ τόλμῃ χρήσεται. καὶ ταῦτα ἐπεψήφιζεν ὁ θεὸς ὁ ἐν Δελφοῖς. ὅμως δὲ καὶ τῆς μαντείας ἐλθούσης ἦν ἀπορία τοῖς πολλοῖς τί ποτʼ εἴη τὸ ξύλινον τεῖχος τοῦτο. ὡς οἱ μὲν πρεσβῦται τῆς ἀκροπόλεως ἔχεσθαι παρῄνουν, οὕτω παρελήρουν, πεφράχθαι γὰρ αὐτὴν ῥάχῳ τὸ ἀρχαῖον καὶ τὸν χρησμὸν εἰς τοῦτο φέρειν. χρησμολόγοι δὲ πάντʼ ᾖδον, πλὴν ἓν τῶν πάντων οὐκ ᾖδον, ὡς δεῖ ναυμαχεῖν. ἀλλὰ καὶ φυλάττεσθαι παρῄνουν τὴν Σαλαμῖνα παντὸς μᾶλλον—οἱ δέ γε αὐτοί ποτε οὗτοι τὸν εἰς Σικελίαν πλοῦν ἐπέσπευδον· τοὺς γὰρ αὐτοὺς ταυτὸν ἔθνος λέγω, πλήν γε δὴ οἱ μὲν Ἀλκιβιάδῃ συναγορεύοντες, οἱ ὕστερον, οἱ δὲ τότε ἀντέλεγον τῷ Θεμιστοκλεῖ—τό τε σύμπαν ἠξίουν ἄλλο τι ζητεῖν, καὶ φυγόντας ἔξω τῆς Ἑλλάδος ἄλλην χώραν οἰκίζειν. τέλος δʼ ἔδοξεν Ἀθηναίοις τοὺς μὲν δὴ χρησμῳδοὺς χαίρειν ἐᾶν, Θεμιστοκλεῖ δὲ μᾶλλον πιστεῦσαι, ξύλινον μὲν εἶναι τεῖχος τὰς τριήρεις ἐξηγουμένῳ, ἀποκεῖσθαι δέ τι χρηστὸν ἐν τῇ Σαλαμῖνι, διὸ δὴ καὶ θείαν αὐτὴν ὑπὸ τοῦ θεοῦ προσειρῆσθαι· ἐπεὶ κακοῦ γέ του μέλλοντος καταλήψεσθαι τοὺς Ἕλληνας ἐν αὐτῇ, σχετλίαν καὶ οὐ θείαν τὸ πρόσρημα ἂν αὐτῆς εἶναι. ἀλλὰ γὰρ εἰς τοὺς βαρβάρους εἰρῆσθαι τὸ πολλοὺς ἀπολεῖσθαι. δεῖν οὖν ναυμαχεῖν. καὶ ταῦτʼ εἰκότως οἱ μὲν ἄλλοι χαλεπῶς εἶχον συμβαλεῖν, Θεμιστοκλῆς δὲ ῥᾳδίως ἐξευρεῖν. οὐ γὰρ ὅτε ἦλθον τὰ λόγια, οὐ τότε πρῶτον ταύτην ἔσχε τὴν γνώμην, οὐδʼ αὐτοσχεδιάζων, οὐδʼ ἐπὶ τοῦ καιροῦ σοφὸς ταύτην τὴν σοφίαν, ὥσπερ οἱ θεομάντεις, γενόμενος, ἀλλὰ καὶ πρὶν πέμπειν Ἀθηναίους εἰς Δελφοὺς καὶ πρὶν τὸν βάρβαρον κινηθῆναι, πάλαι καὶ πόρρωθεν ἐκεῖνος ταῦτʼ ἐσκέψατο καὶ συνεῖδε, καὶ ὅπως ἐπὶ τοῦ καιροῦ καὶ τῆς χρείας μὴ ἀπορήσῃ προὐνοήθη. περιγενομένων γὰρ τῇ πόλει χρημάτων συχνῶν ἀπὸ τῶν ἔργων τῶν ἀργυρείων, καὶ ταῦτα μελλόντων εἰκῆ νέμεσθαι, μόνος τῶν πάντων ἐτόλμησεν ἀντειπεῖν, οὐ διακόνου πρᾶγμα πράττων, οὐδʼ ὑπηρετοῦντος ταῖς ἐπιθυμίαις, οὐδʼ ἀποπιμπλάντος τὰς ἡδονὰς, ἀλλὰ μᾶλλον, ὥς γέ μοι φαίνεται, συμβούλου καὶ διδασκάλου, καὶ τὸ μὲν ἥδιστον ἑκόντος ὑπερβαίνοντος, τὸ δὲ βέλτιστον προορωμένου καὶ πράττοντος, κἂν δέῃ λυπῆσαι, καὶ τὸν ἰατρὸν, ἀλλʼ οὐ τὸν ὀψοποιὸν μιμουμένου, μᾶλλον δὲ καὶ τὸν γυμναστὴν, ὡς ἂν σὺ φαίης, εἴπερ πρὸ τοῦ κινδύνου καὶ τῶν δυσχερῶν ἔπραττε τὸ συμφέρον καὶ ὅπως μὴ ὑποδώσει τοῖς Ἕλλησι τὰ πράγματα. ἐκέλευε τοίνυν Ἀθηναίους τῆς μὲν διαδόσεως ὑπεριδεῖν, ναῦς δὲ ποιήσασθαι ἐκ τῶν χρημάτων, πρόφασιν μὲν ὡς ἐπὶ τὸν πόλεμον τὸν πρὸς Αἰγινήτας, οὗτος γὰρ ἐνειστήκει τότε, τῇ δʼ ἀληθείᾳ τὰ μέλλοντα ἔσεσθαι προορῶν καὶ νομίζων τὴν Μαραθῶνι μάχην ὡσπερεὶ προοίμιον γεγενῆσθαι τοῖς Ἀθηναίοις, εἶναι δʼ οὐ πέρας τοῦ πολέμου τοῦ παντὸς οὐδὲ τελευτὴν, ἀλλʼ ἀρχὴν μᾶλλον καὶ παρασκευὴν ἑτέρων ἀγώνων μειζόνων. καὶ ταῦτα κατʼ ἀρχάς τε λέγων ἔπειθε καὶ αἱ τριήρεις ἐποιήθησαν, καὶ τότʼ ἔπεισεν ὡς δεῖ ταῖς τριήρεσι χρήσασθαι καὶ τῇ θαλάττῃ προσέχειν, ὡς οὐκ ὂν αὐτοῖς κάλλιον ὁρμητήριον τοῦ πρὸς τοὺς βαρβάρους πολέμου. καὶ πρῶτον μὲν ἐπʼ Ἀρτεμίσιον πλεύσας δυοῖν ναυμαχίαιν δύο ἵστησι τρόπαια, οὔτε λόγους ἀσχήμονας εἰπὼν οἶμαι πρὸς τοὺς ἐμπλέοντας Ἀθηναίων ἢ τῶν Ἑλλήνων οὔτʼ ἔργα φαῦλα ἀποδειξάμενος, ἀλλʼ, ὥς φησι Πίνδαρος, κρηπῖδα τῆς ἐλευθερίας τοῖς Ἕλλησι βαλόμενος. ἔπειτα γράφει τὸ ψήφισμα τοῦτο, οὗ θαυμαστότερον οὐδʼ ἐλευθεριώτερον οὐδείς πω μέμνηται γραφέν. ἔοικα δʼ ὑπερβαίνειν πολλὰ τῶν ἐν μέσῳ· βέλτιον οὖν ἴσως ἐπανελθεῖν. οὕτω γὰρ ὡς ἀληθῶς ἐκεῖνος θείᾳ τινὶ μοίρᾳ καὶ ὑπὲρ τῆς Ἑλλάδος πάσης ἔφυ καὶ οὐδὲν βέλτιον ἑώρα πλέον τοῦ κοινῇ συμφέροντος, ὥστʼ ἐπειδὴ συνελέγησαν εἰς ταυτὸν οἱ Ἕλληνες, ὑπερέβαλον μὲν Ἀθηναῖοι τῷ πλήθει τῶν νεῶν σχεδὸν πάντας, ὡρμημένων δὲ τῶν Ἑλλήνων μᾶλλον πρὸς τοὺς Λακεδαιμονίους κἀκείνους ἐθελόντων προΐστασθαι, συνιδὼν ὁ πάντα ἄριστος ἐκεῖνος ὡς, εἰ τὸ δίκαιον ἀκριβῶς ἐξετάζοι καὶ στάσις ἐγγένοιτο ὑπὲρ τῆς ἡγεμονίας, ἅπαντʼ ἀπολεῖται κακῶς, καὶ οὐχ ἕξουσιν ὅ τι χρήσονται, πείθει τοὺς Ἀθηναίους ὑφίεσθαι καὶ συγχωρῆσαι τοῖς Λακεδαιμονίοις ἐν τῷ τότε τὴν ἡγεμονίαν ὑποσχόμενος παρʼ ἑκόντων αὐτοῖς τῶν Ἑλλήνων αὐτὴν ἀνακτήσεσθαι. καὶ οὐκ ἐψεύσατο, σχεδὸν δέ τι καὶ τοὔνομα τῆς ἡγεμονίας, ἀλλʼ οὐκ αὐτὴν ἔπεισε παρεῖναι, ἐπεὶ τό γʼ ἀληθὲς εἰπεῖν αὑτοῖς μὲν τὴν ἡγεμονίαν, ἐκείνοις δὲ τὴν ἐπωνυμίαν ἀνέθεσαν, καὶ περιεγένετο αὐτοῖς ἄνευ τῆς σωτηρίας τῆς κοινῆς καὶ τὸ τῶν μὲν πολεμίων ἀνδρείᾳ, τῶν δὲ συμμάχων πρᾳότητι κρατῆσαι, καὶ τὸ σχῆμα τῷ παντὶ κάλλιον καὶ σεμνότερον· ἡγεμόνων γὰρ ἡγεμόνες κατέστησαν. καὶ εἰ φῂς, ὦ Πλάτων, ὅτι οὐ τριήρων οὐδὲ νεωρίων αἱ πόλεις δέονται, ἀλλʼ εὐβουλίας καὶ σωφροσύνης, ὁ Θεμιστοκλῆς οὐ μόνον τὰς τριήρεις τοῖς Ἀθηναίοις ἐξεῦρεν οὐδʼ, ὃ τούτου μεῖζόν ἐστιν, ὑπὲρ τῶν κοινῶν δικαίων καὶ εἰς τὸ δέον πᾶσι τοῖς Ἕλλησιν ἐχρήσατο αὐταῖς, ἀλλὰ καὶ τὴν ὁμόνοιαν τὴν ἀγαθὴν αὐτὸς ταῖς πόλεσι προσεισηνέγκατο καὶ κατέπραξεν, ὃ τῶν νεῶν αὐτῶν οὐχ ἧττον ἔσωσε τὴν Ἑλλάδα· μᾶλλον δὲ καὶ ταῖς ναυσὶν αὐταῖς ἐποίησε χρήσασθαι. καὶ ὃ μικρῷ πρόσθεν ἔφην, ἐνταῦθα καλῶς ἀναφαίνεται, ὅσῳ τοῦ Τερπάνδρου κρείττων ἁνὴρ τὴν μουσικήν. ὁ μὲν γὰρ ἐφʼ ἑαυτῶν τοὺς Λακεδαιμονίους ὁμονοεῖν ἐποίησεν, ὁ δʼ Ἀθηναίους καὶ Λακεδαιμονίους τότε ταυτὸν ἔπεισε φρονῆσαι, μᾶλλον δʼ ἅπαντας τοὺς Ἕλληνας μιᾶς γενέσθαι γνώμης· οὕτως εὖ καὶ καλῶς τὴν Ἑλλάδα ἡρμόσατο, καὶ αὐτός τε ἀπέστη τῆς ναυαρχίας καὶ ἐκείνους ἔπεισε τῆς ἡγεμονίας, οὕτω πολὺ νικῶντας καὶ μόνους ὄντας εἰς ἐλπίδα τοῖς πράγμασι. καίτοι τοσοῦτον δεῖγμα σωφροσύνης καὶ καρτερίας τίς πώποτε ἐξήνεγκε τῶν ἐν τοῖς τρίβωσι κατασαπέντων; οὐ τοίνυν ὥσπερ τοῦ σχήματος, οὕτω καὶ τῆς προνοίας τῆς περὶ τῶν πραγμάτων ὅπερ εἶπον ἐξέστη, οὐδʼ ὑπεχώρησεν οὔτε πόλει οὔτʼ ἀνθρώπων οὐδενὶ, ἀλλʼ αὐτός τε ἅπαντα συνεβούλευσεν, ὥσπερ ἂν εἰ μόνος ἦν τῶν πάντων ἡγεμὼν, καὶ τὸν τῶν Λακεδαιμονίων ναύαρχον τὸν Εὐρυβιάδην ὥσπερ παῖδα κοσμῶν καὶ περιστέλλων καὶ προδιδάσκων διεγένετο, ὥσπερ οἱ τοὺς νεῖν ἀδυνάτους ἀνέχοντες ταῖς ἑαυτῶν χερσὶν, οὐκ ἐξελέγχων, ἀλλʼ οἷον ὑποκοριζόμενος τῷ τῆς ναυαρχίας ὀνόματι, ἐπεὶ ὅτι γε αὐτός τε ναύαρχος καὶ κύριος ἦν τῶν ἁπάντων, πρώτου δʼ αὐτοῦ τοῦ ναυάρχου στρέφειν ὅποι βούλοιτο, παρὰ πᾶσαν ἔδειξε τὴν ἀρχὴν, καὶ δὴ καὶ τότε εὐθύς. ἐκπλαγέντος γὰρ τοῦ Εὐρυβιάδου πρὸς τὸ πλῆθος τῶν τριήρων τῶν βαρβαρικῶν, ὧν τὰς μὲν ἑώρα καταντικρὺ προσφερομένας, τὰς δʼ ἤκουε περιπλεῖν, καὶ διανοουμένου τὸν ἀγῶνα καταλιπεῖν οὐκ ἐπʼ ἐλπίδι βελτίονι, ἀλλʼ ὅπερ ἐν τοῖς τοιούτοις συμβαίνει τὸ παρὸν διακρούσασθαι κέρδος ἡγεῖσθαι, τοιοῦτον πάθος παθόντος καὶ πρὸς τὴν Πελοπόννησον βλέποντος, αὐτὸς ὥσπερ θεός τις τῶν ἀπὸ μηχανῆς χεῖρα ὑπερέσχε καὶ διεκώλυσε διαφθαρῆναι τὰ πράγματα ἀπʼ αἰσχρᾶς οὕτω τῆς ἀρχῆς ἀρξάμενα· καὶ τὸν Εὐρυβιάδην ὡς οὐκ ἔπειθε λέγων, ἐπρίατο, οὐχ ὡς ἄν τις διάκονος ἀξιῶν τινὸς εἶναι, ἀλλʼ ἐκείνῳ μᾶλλον ὡς διακόνῳ χρησάμενος· καὶ τήν τε Εὔβοιαν περιεποίησε καὶ τὰ πράγματα τῶν Ἑλλήνων ἔστησε μὴ παντελῶς ἄπορα εἶναι, παρασχὼν πειραθεῖσι πιστεῦσαι. ἀγγελθέντος δὲ τοῦ περὶ τὰς Πύλας πάθους καὶ τῆς κοινῆς, εἰ θέμις εἰπεῖν, τοῦ τε Ἀπόλλωνος τοῦ Πυθίου καὶ Θεμιστοκλέους μαντείας δεύτερον ἤδη φανερᾶς γεγονυίας, ὅτι πάντα ἐν ταῖς ναυσὶν ἄρʼ ἦν—οἵ τε γὰρ εἰς τὴν Θετταλίαν εἰσελθόντες ὡς τὰ Τέμπη φυλάξοντες προδοθέντες ὑφʼ ὅτων δή ποτε ἀνεχώρησαν, οἵ τε εἰς Πύλας ἀπαντήσαντες κατεχώσθησαν ὑπὸ τῶν βαρβάρων· καὶ οὐ τοσοῦτόν γʼ ἔστι μόνον εἰπεῖν περὶ αὐτῶν, ἀλλʼ ὅτι καὶ Λακεδαιμόνιοι δοκοῦσί μοι ταῦτα γνόντες ἐξ ἀρχῆς ὥσπερ ἀφοσιούμενοι πρὸς τοὺς Ἕλληνας ἀποστεῖλαι τοσούτους ὁπόσων ἠδύναντο ἐνεγκεῖν στερηθέντες, ὡς τοῦ γε ἀποτυχεῖν ὑπάρχοντος—οὕτω δὴ τούτων κεχωρηκότων καὶ τῶν ἐν ταῖς ναυσὶ κατὰ κράτος ἤδη φευγόντων εἰς τὸ εἴσω τῆς Ἑλλάδος, καὶ τὴν Πελοπόννησον σχεδὸν Ἑλλάδα