Ἀγησίλαον, ὃς φιλότιμος ὢν καὶ φιλέταιρος πέρα τοῦ μετρίου παραλαβὼν τὴν πόλιν τὴν Λακεδαιμονίων γῆς καὶ θαλάττης ἄρχουσαν οὐ διεφύλαξεν ἐν τούτῳ τῷ σχήματι. καὶ σκόπει παρʼ οὕστινας αὐτὸν ἐξετάζω· Λυκοῦργον, Παυσανίαν, Λύσανδρον, Ἀγησίλαον. ἀλλὰ ταῦτα μὲν οὐδʼ ἂν εἷς αἰτιάσαιτο· ἐκρατεῖτο δὲ ὑπὸ τῶν τοῦ σώματος ἡδονῶν, ὥσπερ Θίβρωνα τὸν Σπαρτιάτην ἤδη τινὲς ᾐτιάσαντο καὶ μυρίους ἑτέρους ἔστι λέγειν καὶ Ἑλλήνων καὶ βαρβάρων. ἀλλʼ οἷα δὴ τὰ τῆς δημοκρατίας ἐπιχώρια, φαίνειν, ἐνδεικνύναι, δημεύειν, ὥσπερ Κλέωνα καὶ Κλεοφῶντα καὶ Ὑπέρβολον καὶ ἑτέρους ἀνθρώπους, οὐ ῥήτορας οὐδαμῶς, —οὔκουν εἴπερ γε ἦσαν τοιοῦτοι—εἴδωλον δέ τι ῥητορικῆς ἀπειληφότας, εἰ δὴ τὸ μηδαμῆ μὲν ὅμοιον, πανταχῆ δʼ ἀσθενέστερον εἴδωλον χρὴ καλεῖν. ἀλλʼ ἐκεῖνός γε πάντων τούτων καθαρός. πῶς οὖν οὐκ ἐλυσιτέλει τοῖς Ἕλλησι τοιοῦτος ὤν; ἢ πῶς οὐκ ἐποίει βελτίους, εἴ τις προσεῖχεν αὐτῷ τὸν νοῦν; πολλῆς ταῦτα τῆς ἀνάγκης ἐστίν. εἰ δὲ μὴ σοφὸς ἦν τὰ μετέωρα ὥσπερ Ἀναξαγόρας, οὐδὲ Σωκράτης σοφὸς ἦν ταῦτά γε, καὶ ταῦτά γε, ὥς φασιν, ὁμιλήσας ἐκείνῳ. ἀλλʼ οὐδὲ Σωκράτης Ἀναξαγόρου φαυλότερος, οὔκουν, ὥς γε ὑμεῖς ἂν φαίητε, οὐδὲ Μιλτιάδης οὐδὲν ἴσως τῶν σοφιστῶν. οἶμαι δὲ κἂν ἐν θεῶν δικαστηρίῳ Μιλτιάδην κρινόμενον ἁπάσαις ἀποφυγεῖν, οὐχ ὥσπερ τὸν Ὀρέστην φασὶ τὰς ἡμισείας μεταλαβόντα. εἰκότως· ὁ μὲν γὰρ τὴν μητέρα ἀπέκτεινε δικαίως, ὁ δὲ τὴν Ἑλλάδα ἔσωσε δικαίως, καὶ τὰ τροφεῖα κάλλιστα ἀνθρώπων ἐξέτισεν οὐ μόνον τῇ πατρίδι, ἀλλὰ καὶ τῇ κοινῇ φύσει τοῦ γένους τοῦ Ἑλληνικοῦ. καὶ γάρ τοι κατὰ πόλεις μὲν ἄλλους ἄλλοι νομίζουσιν ἀρχηγέτας, κοινὸν δὲ τῆς Ἑλλάδος ἀρχηγέτην ἐκεῖνον δικαίως ἄν τις ἡγοῖτο. νομίζω δʼ ἔγωγε καὶ τὴν αἰτίαν ἣν ὕστερον ἔσχεν, εἰ δεῖ τι καὶ περὶ ταύτης εἰπεῖν ἤδη, μέγιστον σύμβολον εἶναι τοῦ πολλῷ τινι τῶν ἄλλων ἐκεῖνον διενεγκεῖν. ἅπαντας γὰρ ἠξίουν ἡττᾶσθαι τῆς ἀρετῆς τῆς ἐκείνου καὶ μηδὲν ἀήττητον εἶναι μηδὲ ἀνάλωτον, ὅπου Μιλτιάδης παρείη. εἶτʼ ἐγὼ τὸν οὕτως ἀνδρεῖον καὶ φρόνιμον καὶ σώφρονα, τὸν διὰ βίου μελετήσαντα ἀρετὴν, τοῦτον κολακείας μορίῳ σχολάσαι δοκῶ; τὸν οὐδʼ ὅτʼ ἐκρίνετο οὐδὲν πλέον τοῖς δικασταῖς δείξαντα τοῦ τραύματος, οὐ δακρύσαντα, οὐ παιδία ἀναβιβασάμενον, ὄντος αὐτῷ Κίμωνος, τοῦτον ἐγὼ κόλακα οὑτωσὶ προσείπω μεγαλοπρεπῶς; καὶ τοῦτʼ ἦν τὸ κεφάλαιον τῶν ἐκείνῳ πεπολιτευμένων καὶ βεβιωμένων, κολακεία; καὶ πῶς οὐ δικαίως ἄν τις ἡμᾶς αἰτιῷτο αὐτοὺς κολακεύειν καὶ διακόνων ἔργον, οὐκ ἐλευθέρων ποιεῖν, εἰ τὴν ἑτέρου χάριν διώκοντες τἀληθὲς ἑκόντες διαφθείροιμεν; καὶ μὴν Πλάτωνι μὲν ἂν καὶ ἄλλα πολλὰ χαριζοίμεθα, ἐκείνου δὲ εἰ ταῦτα καταψηφιούμεθα, ἄλλην τίνʼ ἂν αὐτῷ τιμὴν ἀποδοίημεν ἔγωγε οὐχ ὁρῶ. λοιπὸς τοίνυν Θεμιστοκλῆς, ἥκιστα δὴ πάντων ἄξιος ἐκ δευτερείων τὰ πρωτεῖα ἔχειν, εἰ τὰ μάλιστα καὶ τοῦτʼ αὐτὸ ἐκείνῳ μόνῳ τῶν πάντων ὑπάρξαν φαίνεται. ἀλλὰ μᾶλλον ὅστις ἐκείνου δεύτερος, τοῦτʼ ἴσως ἔργον εὑρεῖν. τοσούτῳ γὰρ ἡμῖν τὸν Μαραθῶνι, τὸν πάνυ, τὸν ὡς βούλει λέγε, τοσούτῳ δʼ οὖν ἐκεῖνον ὑπερεβάλετο πᾶσι τοῖς εἰς αὐτὸν ἐλθοῦσι πῶς ἂν εἴποιμι ὁμολογουμένως, ὅσῳ Ξέρξης Δαρεῖον ταῖς παρασκευαῖς ἅπασι δῆλός ἐστιν ὑπερβαλόμενος. καὶ μὴν ὁ μὲν τοὺς ὑπάρχους τοῦ βασιλέως, ὁ δʼ αὐτὸν ἐνίκα βασιλέα· καὶ μετὰ μέν γε τὴν Μαραθῶνι μάχην αὖθις ἐπεστράτευσε, μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν φεύγων ᾤχετο. πρὸς μὲν γὰρ ἐκείνην τὴν ἧτταν παρωξύνθη, πρὸς δὲ ταύτην ἀπεῖπεν, ὥσθʼ ἱκανὸν κέρδος ἡγεῖτο, ἂν σωθῇ. ᾔδει γὰρ τότε μὲν πολλοστὸν μέρος τῆς πάσης ἐλθὸν δυνάμεως, νῦν δὲ σχεδὸν μετὰ πάντων ἀνθρώπων ἡττώμενος. οὔτʼ οὖν αὐτὸς ἐθάρρει μένειν οὔτʼ ἄλλον ἔπεμψε τοῦ λοιποῦ· οὐ γὰρ ἦν ὅ τι ἐλπίσοι. ἀλλὰ καὶ ὃν κατέλιπε Μαρδόνιον θανατῶντα ὡς εἰπεῖν κατέλιπε, καὶ ἅμα ἐμοὶ δοκεῖν ὅπως ἔχοιεν πρὸς ὃν ἀσχολοῖντο οἱ Ἕλληνες. Μιλτιάδῃ μὲν οὖν εἰς ἓν κεφάλαιον ἡ τῆς ἀνδρείας ἀπόδειξις ἧκεν, εἰ καὶ τὰ μάλιστα ἐχρῆτο αὐτῇ παρὰ πᾶσαν τὴν πολιτείαν· Θεμιστοκλέα δὲ τὰ δεύτερα ἀεὶ τῶν προτέρων μείζονα ἐξεδέχετο καὶ τὸ τῆς παροιμίας αὐτῷ περιειστήκει· τὸ μὲν γὰρ ἔλιπεν αὐτὸν κῦμα, τὸ δὲ ἐγκατελάμβανεν, ἕως διεξῆλθε διὰ τῶν τρικυμιῶν νικῶν. καὶ Μιλτιάδῃ μὲν σχεδὸν ἀνδρείας μᾶλλον ἢ σοφίας ἔδει πρὸς τὰ παρόντα, Θεμιστοκλεῖ δὲ ἀνδρείας μὲν οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ καὶ μείζους οἱ φόβοι· πρὸς δὲ τούτῳ καὶ ἄλλων πολλῶν καὶ οὐδὲν ἀτιμοτέρων ὑπεύθυνος ἦν ἐκ τῶν περιεστηκότων, συνέσεως, μαντικῆς μὲν οὖν ὡς εἰπεῖν, μεγαλοψυχίας, δεινότητος, πραότητος, καρτερίας, εὐαρμοστίας πρὸς τοὺς καιροὺς, πρὸς τὰ πράγματα, πρὸς τοὺς ἄνδρας τοὺς ἀπὸ τῆς πόλεως, τοὺς ἀπὸ τῆς Ἑλλάδος, τοὺς πολεμίους. καί μοι δοκεῖ τὸ μὲν Μιλτιάδου στρατηγίᾳ μᾶλλον ἐοικὸς συμβῆναι πρὸς τοὺς βαρβάρους, τὸ δὲ τοῦ Θεμιστοκλέους ἀκριβῶς πολιτεία γενέσθαι ἐν ἅπασι τοῖς Ἕλλησιν ἐξεταζομένη. τοσαῦτʼ ἦν τὰ πραττόμενα καὶ δημιουργούμενα, τὰ μὲν ἐν τῇ γῇ, τὰ δʼ ἐν τῇ θαλάττῃ· περὶ ὧν ἔμοιγε δοκεῖ καὶ Ὅμηρος ἂν, εἰ περιῆν, βουληθεὶς εἰπεῖν οὐχ ἧττον καλέσαι τὰς Μούσας ἢ περὶ τοῦ πῶς ἐνεπρήσθη ναῦς μία τῶν Θετταλῶν· εἰ δὲ βούλει, τίς πρῶτος ἀντῆρε τῷ Ἀγαμέμνονι τῶν ἐπικούρων ἢ τῶν Τρώων αὐτῶν. μᾶλλον δὲ τοῦτο μὲν οὐκ εἶχεν οἶμαι πυθέσθαι τίς ἦν ὁ πρῶτος ἀντάρας τῷ βασιλεῖ τῆς Ἀσίας, μικροῦ καὶ τῆς Εὐρώπης· ἀπὸ ποίων δέ τινων ἔργων ἢ λόγων ταῦτα ἠδυνήθη τελέσασθαι καὶ πρὸς πόσας τινὰς τῶν πολεμίων ναῦς καὶ πρὸς ποίαν τινὰ τὴν πᾶσαν παρασκευὴν καὶ ἔφοδον τοῦ βαρβάρου παρετάξατο, καὶ πῶς εἶχε τότε τἀνθρώπεια, τοῦτʼ ἔμοιγʼ ἂν ἐρωτᾶν δοκεῖ καὶ δεῖσθαι φράζειν, εἴπερ καὶ κατὰ μικρὸν ἔμελλε τῆς ἀξίας ἐφάψεσθαι. τί οὖν κωλύει καὶ νῦν ἡμᾶς, ἀρχὴ δὲ ἡμῖν ἐκ θεῶν, ἐξετάσαι πάλιν πῶς εἶχε τὰ τῶν καιρῶν, τὸν αὐτὸν τρόπον ὅνπερ ἀρτίως ἐξητάσαμεν, καὶ δεῖξαι διὰ βραχέων ἐν ποίοις τισὶ πράγμασι ποῖός τις ἦν ὁ Θεμιστοκλῆς; καίτοι τοῦτό γε οὐδὲν ἴσως προὔργου. ἃ γὰρ οὐκ ἔστιν ἐνδείξασθαι τῷ λόγῳ, πῶς ἄν τις ἐκ τούτων ἐκεῖνον θεωρήσειε; πλὴν εἰ τοῦτό γε αὐτὸ ἐνθυμηθεὶς, ὅτι ὑπὲρ ὧν οὐδʼ εἰπεῖν ὡς βούλεταί τις ἐγχωρεῖ, ταῦτʼ ἐκεῖνος μετεχείρισεν ὡς ἐβούλετο. δέκα μὲν γὰρ ἑξῆς ἔτη ὤδινεν ἅπασα ἡ ἤπειρος, φιλονεικοῦντες ἅπαντες ἄνθρωποι δίκην τῆς Μαραθῶνι μάχης λαβεῖν, ἡτοιμάζετο δὲ ἐκ πάσης γῆς καὶ θαλάττης πάντα. Αἰγύπτου δὲ ἀποστάσης ἐν τῷ διὰ μέσου βασιλεὺς οὐδὲν σπουδάσας αὖθις ἦν ἐν τοῖς αὐτοῖς· οὕτω ῥᾳδίως ἐκείνην παρεστήσατο. δεκάτῳ δὲ ἔτει συνῆλθον ἐσχατιαὶ πᾶσαι καὶ γένη πάντα ὥσπερ μετανισταμένης ἑτέρωσε τῆς οἰκουμένης· καὶ βασιλεὺς ἀπῄει δεδοικὼς μὴ οὐ δέξαιτο τὸ πλῆθος ἡ Ἑλλὰς, ὥσπερ ἀρχὴ γῆς πάσης, τοῦ στρατοπέδου γιγνόμενος καθʼ ὃ βούλοιτʼ ἀεί. χρυσὸς δὲ καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος, πάντα ὁμότιμα ἤγετο, ὁμοίως ἐγγείοις ὀχήμασι καὶ ναυτικοῖς. ὡς δʼ εἰς ταυτὸν ἀπήντησαν αἱ δυνάμεις, οἱ μὲν πεζοὶ τὴν παραλίαν, αἱ δὲ νῆες τὴν θάλατταν ἀπέκρυψαν· εἰς δὲ τοὺς Ἕλληνας ἠγγέλλετο ἄξιον μὲν τῶν ἐπιόντων κακῶν οὐδὲν, ὅμως δὲ πολλὰ καὶ παντοῖα καὶ οἷα οὔπω πρότερον· καὶ οὐ τοσοῦτόν γʼ ἂν αὐτοὺς ἡ τοῦ ἡλίου συμβᾶσα ἔκλειψις ἐξέπληττεν, ὅσον ἡ τῆς γῆς καὶ θαλάττης ἔκλειψις γιγνομένη, πρὸς τὴν τοῦ βασιλέως ἐμοὶ δοκεῖν ἐπιθυμίαν μᾶλλον ἢ χρείαν. ἐδόκει γὰρ μόνος ὡς ἀληθῶς γῆς καὶ θαλάττης εἶναι κύριος, καὶ ποιεῖν καὶ διαφθείρειν· ᾧ γε ὁ μὲν Ἄθως τὰς ναῦς, ὁ δὲ Ἑλλήσποντος τὸ πεζὸν ἐδέξατο. πρὸς δὲ τούτοις τείχη μὲν ᾠκοδομεῖτο ὅπως ἀριθμοίη κατὰ μυρίους. ὁ δὲ ἥλιος συνεκρύπτετο τοῖς τοξεύμασιν· ἦν δὲ πλήρης ἡ μὲν θάλαττα νεῶν, ἡ δὲ γῆ πεζῶν, ὁ δʼ ἀὴρ βελῶν. παρεῖναι δὲ καὶ μέλλειν ἴσον ἦν, ὥστʼ ἔχεσθαι πάντας· πάντα δʼ ὥσπερ τοῦ Ποσειδῶνος κατιόντος ἐσείετο. πολλὰ δὲ τῶν ἐθνῶν ἐξανηλίσκετο εἰς δεῖπνον τῷ βασιλεῖ. ἀπειλαὶ δὲ κηρύκων οὐ διέλιπον πάντοσε φοιτώντων, αἰτούντων γῆν καὶ ὕδωρ ὅστις βούλεται σῶς εἶναι. τὸ δὲ μαντεῖον φωνὰς ἠφίει δεινὰς καὶ χαλεπὰς ἅπασι τοῖς Ἕλλησιν. ἐδόκουν δὲ οὔτε τῶν νεῶν τὴν εἰρεσίαν ἀνέξεσθαι οὔτε τῶν ἵππων τὸν κτύπον. εἶχον δὲ οὔτε ἱεροῖς οὔτε συμμάχοις θαρρεῖν, οὐδʼ