<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="171"><p> ἐπανήγαγε νικηφόρους. μὴ τοίνυν κατὰ τὸν κυβερνήτην θῇς αὐτὸν, ὦ χρηστὲ, τὸν εἰς τὴν Ὀλυμπίαν κομίζοντα, ἀλλὰ μᾶλλον φῶμεν αὐτὸν ἐοικέναι τῷ γυμναστῇ, ὃς πάλαι παρασκευάσας ἐκεῖσε τὸν ἀθλητὴν, εἶτα ἐξαγαγὼν νικῶντα ἐπανήγαγεν. εἰ δὲ δὴ προσέσται τούτῳ τὸ καὶ αὐτὸν ἀνῃρῆσθαι τὰ πρῶτα τῆς ἀγωνίας ἐπὶ τῆς αὐτῆς Ὀλυμπιάδος, Ἡράκλεις, τίς ἂν διακονίαν τοῦ τοιούτου κατηγοροίη, ἢ τίς οὐκ ἂν τῶν στεφάνων συνήδοιτο; οὐκ ἔνι τῷ κυβερνήτῃ πρὸς οὐδένα τῶν ἐμπλεόντων εἰπεῖν ὅτι χρὴ τοῦ θανάτου καταφρονῆσαι, οὐδʼ ὅτι ἐξεπίτηδες αὑτὸν εἰς τὴν θάλατταν ῥῖψαι, ἀλλʼ ὅσον τῶν σκευῶν ἐκβαλεῖν, καὶ ταῦτα ὑπὲρ σωτηρίας τῶν σωμάτων, ἄχρι τούτου κελεύειν ὁ κυβερνήτης κύριος. τὸ δὲ σύμπαν σώζειν προείρηται παρὰ τῆς τέχνης αὐτῷ καὶ μὴ πολυπραγμονεῖν. ἀλλʼ οὐκ ἐν τοῖς Μιλτιάδου λόγοις ταῦτʼ ἐνῆν ἐκ παντὸς τρόπου σώζεσθαι, καὶ οὐδὲ τὰ ὅπλα, ἂν οὕτω τύχῃ, ῥίψαντας ὑπὲρ τούτου. πόθεν; ἀλλʼ αὐτὸ τοὐναντίον, μὴ ζητεῖν ἐκ παντὸς τρόπου σωθῆναι, ἀλλʼ εἰ καὶ τεθνάναι δέοι, τολμᾶν ὑπὲρ πατρίδος καὶ ἱερῶν καὶ τάφων καὶ πολιτείας· ὁρᾷς ὅσῳ καὶ τὸν κυβερνήτην παρελήλυθε. καὶ γάρ τοι ὅσοι μὲν τοῦτʼ ἐπείσθησαν αὐτῷ, σεμνοὶ σεμνῶς κεῖνται, κάλλιστα δὴ πάντων Ἑλλήνων καταλύσαντες τὸν αἰῶνα, μνημεῖον τῆς ἀρετῆς τὸν τάφον κεκτημένοι καὶ ὑπὸ γῆς ὄντες τὴν γῆν φυλάττοντες αὐτὴν, ἀλλʼ οὐχ ὑπʼ αὐτῆς ἐχόμενοι, τῆς Ἡσιόδου προσρήσεως ἐγγύτατα ἥκοντες μετέχειν, ἣν ἐκεῖνος εἰς τὴν τελευτὴν τοῦ <pb xml:id="v.2.p.230"/>  χρυσοῦ γένους ἐποίησεν εἰπὼν <quote rend="blockquote">οἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται, <l/> ἐσθλοὶ, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.</quote> κἀκείνους πλὴν ὅσον οὐ δαίμονας, ἀλλὰ δαιμονίους καλῶν, θαρρούντως ἂν ἔχοις λέγειν, ὑποχθονίους τινὰς φύλακας καὶ σωτῆρας τῶν Ἑλλήνων, ἀλεξικάκους καὶ πάντα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="172"><p> ἀγαθοὺς, καὶ ῥύεσθαί γε τὴν χώραν οὐ χεῖρον ἢ τὸν ἐν Κολωνῷ κείμενον Οἰδίπουν, ἢ εἴ τις ἄλλοθί που τῆς χώρας ἐν καιρῷ τοῖς ζῶσι κεῖσθαι πεπίστευται. καὶ τοσούτῳ γέ μοι δοκοῦσι τὸν Σόλωνα παρελθεῖν τὸν ἀρχηγέτην ὥσθʼ ὁ μὲν ἐν τῇ Σαλαμῖνι σπαρεὶς φυλάττειν τὴν νῆσον Ἀθηναίοις δοκεῖ, οἱ δὲ ὑπὲρ ἧς ἐτάχθησαν πεσόντες διετήρησαν ἅπασαν τὴν Ἀττικὴν, μᾶλλον δὲ καὶ τὴν ἄλλην Ἑλλάδα πᾶσαν, οὐ μόνον οἷς αὐτοὶ παρέσχοντο οὐδʼ οἷς ἐκώλυσαν τοὺς ἐπελθόντας, ἀλλʼ ὅτι καὶ τοῖς ὕστερον κατέδειξαν ὁποίους τινὰς εἶναι δεῖ καιρῶν ὁμοίων ἐπιστάντων. ἀλλὰ μὴν ὅτε καὶ τοῖς τελευτήσασιν αὐτῶν οὐ χαμᾶζε ἔπεσε τὸ κέρδος, ἀλλʼ ἀπέλαυσαν τῆς διανοίας καὶ αὐτοὶ τῆς ἑαυτῶν καὶ οἱ ἄλλοι πάντες τῆς ἐκείνων, πόσον τι τοῖς γε ζῶσι καὶ κρατήσασι περιεγένετο; οἶμαι δʼ ἔγωγε καὶ τὸν Ἡρακλέα καὶ τὸν Πᾶνα καὶ τοὺς ἐπὶ τὴν μάχην ἀπαντήσαντας καὶ συστρατηγήσαντας Μιλτιάδῃ μάρτυρας ἀξιόχρεως τῆς ἀνδρείας τῆς ἐκείνου πρὸς ἅπαντας ἀνθρώπους εἶναι καὶ φέρειν οὐκ ἐλάττω τοῦτο Μιλτιάδῃ </p></div><pb xml:id="v.2.p.231"/><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="173"><p>φιλοτιμίαν εἰς ἅπασαν τὴν πολιτείαν ἢ Πινδάρῳ φασὶν εἰς τὴν μουσικὴν τὸ τὸν αὐτὸν τοῦτον θεὸν ὀρχήσασθαί τι τῶν ᾀσμάτων αὐτῷ. καὶ μὴν τεχνικόν γε εἶναι περὶ λόγους Πᾶνα τὸν Ἑρμοῦ Πλάτωνος ἡ φωνή· ἀλλαχοῦ δὲ καὶ λόγον αὐτὸν εἶναι λέγει, ἤτοι λόγου γε ἀδελφόν. φαίνεται τοίνυν οὗτος οὕτως αὐτῷ χαίρων τῷ Μιλτιάδῃ, οὐκ ἂν, εἴ γε ἑώρα φαῦλον περὶ τοὺς λόγους ὄντα. οὐκοῦν πάνθʼ ἅμα μαρτυρεῖ καὶ τὴν ῥητορικὴν τέχνην, ἀλλὰ μὴ ἄτεχνον τριβὴν εἶναι, καὶ τὸν Μιλτιάδην καὶ τοῦ λέγειν τεχνίτην καὶ τὴν ἀνδρείαν ἐπὶ τῶν ἔργων τοῖς λόγοις παραπλήσιον. ἆρά γε ἢ πρὸς ἀνθρώπων ἢ πρὸς θεῶν βέλτιον περὶ Μιλτιάδου τι βλασφημεῖν; ἄτοπον δʼ ἄν τις ἡγήσαιτο Ἀθηναίους μὲν ἐκ τούτων τῶν ἔργων ἱδρύσασθαι τῷ Πανὶ τὸν νεὼν, οὐ πρότερον συννοήσαντας, Πλάτωνα δὲ τῶν <pb xml:id="v.2.p.232"/>  ἔργων τούτων ὑπαρχόντων περὶ Μιλτιάδου τολμᾶν τὰ χείρω λέγειν καὶ τοσοῦτον ἀπέχειν τοῦ τιμᾶν ὥστε καὶ τὴν ὑπάρχουσαν αὐτῷ δικαίως τιμὴν τὸ καθʼ αὑτὸν ἀποστερεῖν· ὅστις καὶ δέκατος αὐτὸς στρατηγήσας μόνος ὡς εἰπεῖν ὀνομάζεται, καὶ ταῦτα Ἀριστείδου τοῦ Λυσιμάχου παρόντος, ὃν οὐδὲ Πλάτων αἰτιάσασθαι μόνον τῶν πάντων ἠξίωσεν, ἀλλʼ ᾐσχύνθη. ἀλλʼ ὅμως ἐκεῖνος Πλαταιᾶσι μὲν ἐκφανὴς ἦν μετὰ Παυσανίου στρατηγῶν, Μαραθῶνι δὲ ἐκρύπτετο ὑπὸ τῷ Μιλτιάδῃ καὶ οὐκ ἠμφισβήτει τῶν ἴσων, δίκαιος ὢν, ὡς σὺ φῂς, καὶ ταῦτα ἀμέλει δίκαια ποιῶν. καὶ γὰρ ὁ τὴν μάχην γενέσθαι σπεύσας καὶ οὐ περιιδὼν διαφθαρέντα τὰ πράγματα ἐν τῇ τριβῇ καὶ ὁ πάντα εἰς ἑαυτὸν ἀναδεξάμενος καὶ δείξας ὃ σὺ χρησμῳδεῖς, οὐκ ἐν ἄλλοις εἰκὸς ἔχειν τὰς ἐλπίδας, ὧν ἢ εὖ ἢ κακῶς πραξάντων ἀνάγκη πλανᾶσθαι καὶ αὐτὸν καὶ τὰ αὐτοῦ τινὸς, ἀλλʼ αὐτὸν ἐν αὑτῷ, τόν γε δὴ σώφρονα καὶ τὸν ἀνδρεῖον καὶ φρόνιμον, Μιλτιάδης εἷς ἀνήρ ἐστιν, οὐκ ἄλλος </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="174"><p>οὐδείς. διὸ δὴ καὶ προὐκρίθη μόνος ἐξ ἁπάντων, ὥς φασι, τὴν χεῖρα ἐκτετακὼς γραφῆναι, ὡς τότε ἔτυχε τοῖς στρατιώταις παρακελευόμενος. οὕτως ἐκεῖνός γε οὐ μόνον ἐν πνυκὶ [τῇ ἐκκλησίᾳ], ἀλλὰ καὶ Μαραθῶνι ῥήτωρ χρηστὸς ἦν καὶ τὸ τῶν λόγων ἀγαθὸν παρείχετο σῶν πανταχοῦ. <pb xml:id="v.2.p.233"/>  ἔπειτʼ Ἀθηναῖοι μὲν καὶ τοὺς πεσόντας τόθʼ αὑτῶν ἔθαψαν ἐν αὐτῷ τῷ χωρίῳ καὶ οὐκ ἀνέμιξαν τοῖς ἄλλοις τοῖς ἐν τοῖς δημοσίοις μνήμασι κειμένοις, ἀλλʼ ἀξιοῦντες κρείττους ἢ κατὰ τοὺς ἄλλους εἶναι τὴν ἀρετὴν ἰδίας καὶ τῆς τιμῆς ἠξίωσαν· σὺ δὲ τὸν τούτων ἡγούμενον καὶ τὸν ἅπασι τοῖς Ἕλλησι τῶν ἀναγκαιοτάτων ἅμα καὶ τῶν καλλίστων κατάρξαντα, σωτηρίας, ἐλευθερίας, εὐκλείας, οὐκ ᾐσχύνθης τιθεὶς μετὰ τῶν ὀψοποιῶν, καὶ τοῖς ἐσχάτοις ὀνείδεσι δουλείας εἰ μὴ περιβαλεῖς, οὐκ ἀρκεῖν ἀξιῶν. τί λέγεις; δοῦλος Μιλτιάδης, διʼ ὃν οὐκ ἐδούλευσεν ἡ Ἑλλάς; καὶ διακονῶν Ἀθηναίοις διεγένετο, διʼ ὃν οὐ διηκόνησαν Ἀθηναῖοι Πέρσαις τὰ αἴσχιστα καὶ διʼ ὃν οὐκ ἠδυνήθη Δᾶτις τῷ βασιλεῖ διακονῆσαι τὰ ἐπεσταλμένα; καὶ τῆς περὶ τὴν κομμωτικὴν συμμορίας ἀπογράψομεν ἄνδρα οὕτως αὐχμῶντα καὶ κεκονιμένον κάλλιον ἢ τῶν παλαισάντων καὶ τῶν γυμναστικῶν ὁστισοῦν; πολλὴν μέντἂν ὄφλοιμεν τὴν ἀλογίαν.</p><p rend="align(indent)">σκέψαι δὴ καὶ τοῦθʼ ὁπόσον τι τῆς ἐκείνου σωφροσύνης τεκμήριον, καὶ ὅτι εἰ χρυσῆν ἐτύγχανεν ἔχων τὴν ψυχὴν, οὐκ ἂν αὐτῇ καλλίω βάσανον προσήνεγκεν. ἐκεῖνος γὰρ τοσοῦτον ἔργον ἐξεργασάμενος καὶ τοῖς Ἕλλησιν αἰτιώτατος τῆς ἐλευθερίας γενόμενος καὶ μονονοὺ κρείττων ἢ κατʼ ἄνθρωπον νομισθεὶς, οὐκ ἔπαθε ταυτὸν Παυσανίᾳ τῷ τὴν Πλαταιᾶσι μάχην κατορθώσαντι, οὐδʼ ἐπήρθη τοῖς πεπραγμένοις, οὐδʼ ἐξύβρισεν, οὐδʼ ἐφρόνησε μεῖζον οὐδὲν ἢ πρὸ τῆς μάχης. οὕτως εὔτακτος καὶ κόσμιος ἦν διὰ τέλους. καίτοι Παυσανίας μὲν οὔτε πρῶτος δή που τοὺς βαρβάρους ἐνενικήκει, ἀλλʼ εἰς παράδειγμα βλέπων </p></div><pb xml:id="v.2.p.234"/><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="175"><p> τὴν Μαραθῶνι μάχην ἠγωνίζετο, οὔτε μόνους Λακεδαιμονίους ἔχων, ὥσπερ Μιλτιάδης Ἀθηναίους, ἀλλὰ καὶ αὐτῶν τῶν Ἀθηναίων παρόντων καὶ τῶν ἄλλων Ἑλλήνων, οἷς ταῦτα ἤρεσκε· καὶ σχεδὸν τῶν γε Ἀθηναίων κἀκεῖ τὰ πλεῖστα συνεπεξεργασαμένων λέγονταί γε καὶ τὴν ἵππον τῶν βαρβάρων διαφθεῖραι καὶ τῶν Ἑλλήνων τῶν ἀντιτεταγμένων κρατῆσαι, καὶ τά γε τῆς τειχομαχίας ἐπʼ ἐκείνους παντελῶς ἐλθεῖν. ἀλλʼ ὁ Μιλτιάδης οὐκ ἀνέμεινε τοὺς Λακεδαιμονίους τότε οὐδʼ ἄλλους ἀνθρώπους οὐδένας, οὐδʼ ἐκοίνωσε τὸ ἔργον, ἀλλὰ τοὺς ἀπὸ τῆς πόλεως ἔχων, ὅτι μὴ Πλαταιέων φασί τινας προσδραμεῖν, τὸν μὲν κίνδυνον αὑτοῦ, τὴν δʼ ὠφέλειαν κοινὴν ἐποιήσατο ἁπάντων, πρῶτος καὶ μόνος τῶν Ἑλλήνων νικήσας ἓξ καὶ τετταράκοντα ἔθνη τὰ σύμπαντα. ὥστʼ ἐκεῖνον προσῆκεν ἐπιγράφειν ὅτι <q>στρατὸν ὤλεσε Μήδων.</q> αὐτοῦ γὰρ ὡς εἰπεῖν ἦν τὸ ἔργον. καὶ τό γε τούτου πρότερον, τὸ <q>Ἑλλήνων ἀρχηγὸς</q> ἀκριβῶς ἥρμοττεν αὐτῷ· πᾶσι γὰρ αὐτὸς ἦρξε τῆς ἐλευθερίας. ἀλλʼ ὅμως καὶ ταῦτα πράξας ἠπίστατο σωφρονεῖν καὶ οὐδεὶς αὐτοῦ κατηγόρησε τοιοῦτον οὐδὲν οἷα Παυσανίας πολλὰ κατηγορήθη. ἀλλὰ στάσεσι καὶ θορύβοις ἔχοιμεν ἂν εὑρεῖν αὐτὸν προσκείμενον, ὥσπερ Λύσανδρον τὸν ἐν Αἰγὸς ποταμοῖς τὰ θαυμαστὰ δὴ <pb xml:id="v.2.p.235"/> πράξαντα καὶ δόξαντα μὲν καθελεῖν τὸν πόλεμον τὸν πρὸς Ἀθηναίους, τῇ δʼ ἀληθείᾳ πολλῶν καὶ μεγάλων κακῶν αὐτὸν τοῖς Ἕλλησιν ἄρξαντα. ἀλλὰ τοιοῦτον μὲν οὐδὲν οὔτε πράξαντα οὔτε βουλεύσαντα Μιλτιάδην, ἡττηθέντα δέ πως φιλοτιμίας καὶ τῷ τοὺς φίλους τοὺς ἑαυτοῦ συναύξειν ζητεῖν τὸ κοινῇ συμφέρον παρορῶντα ἐνίοτε, ὥσπερ </p></div></div></body></text></TEI>