<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="166"><p>ἁπάντων οἴου δεῖν ἐφεξῆς εἶναι, ἀλλὰ καὶ χείρους τινὰς λίπε, ἐπεὶ οὔτοι πάντες ὁμοῖοι ἀνέρες ἐν πολέμῳ. οὔκουν οὐδʼ ἐν πόλει πάντες ὅμοιοι τὴν γνώμην, οὐ μᾶλλόν γε ἢ τὰ σώματα πάντες ἴσοι καὶ παραπλήσιοι· ἀλλʼ ὥσπερ τῶν προστατῶν αὐτῶν οἱ μὲν χείρους, οἱ δὲ βελτίους, οὕτω καὶ δῆμος οὐκ ἄν ποτε εἷς ἀκριβῶς γένοιτο, ἀλλʼ ἀνάγκη τοὺς μὲν χεῖρον, τοὺς δὲ βέλτιον ἔχειν πρὸς αὐτὸ τὸ πείθεσθαι τοῖς προεστῶσιν. οἴου τοίνυν καὶ Μιλτιάδου προεστῶτος τοὺς μὲν ὡς πλεῖστον τῆς ἐκείνου δυνάμεως ἀπολαῦσαι, τοὺς δὲ μέσως, κἀν τῷ μέσῳ τὸ παραλλὰξ αὖ τίθει. γένοιτο δʼ ἄν τις ἐν πλήθει καὶ περὶ ὦτα ἀτυχέστερος. οὔτοι πάντας οὐδʼ ὁ ἥλιος οἷός τʼ ἐστὶ θερμαίνειν, ἀλλʼ ἤδη τις ἐν καθαρῷ τῆς μεσημβρίας ἐρρίγωσε τῆς καταβολῆς ἐπελθούσης. ἂν οὕτω μετρίως καὶ πρὸς δύναμιν τῆς φύσεως ἐξετάζῃς, φανεῖταί σοι καὶ Μιλτιάδης <pb xml:id="v.2.p.222"/>  ὅλην τὴν πόλιν εὖ πεποιηκώς. εἰ δὲ κατʼ ἄνδρα ζητήσεις τοὺς ἀρίστους, οὐδὲ τοὺς ἵππους τοὺς Θετταλοὺς ἐφεξῆς ἅπαντας ἀρίστους εὑρήσεις, οὐδὲ τὰς κύνας τὰς Λακαίνας, ἀλλʼ ὅμως σώζεται τοῖς γένεσι τοὔνομα. οὕτω δὴ καὶ τοὺς Ἀθηναίους ἐξέταζε, τὸ πᾶν ἦθος τῆς πολιτείας ὁρῶν αὐτῶν καὶ πῶς ἔπραττον κατʼ ἐκείνους τοὺς χρόνους κοινῇ, ὥσπερ που καὶ φαμὲν πόλιν εὐνομεῖσθαι, καίτοι γʼ οὐ δυνατὸν γενέσθαι πόλιν τοιαύτην, ἐν ᾗ μηδὲν μήτε μεῖζον μήτʼ ἔλαττον ἁμάρτημα συμβαίνει μηδʼ ἁμαρτάνει μηδείς. καὶ μὴν καθʼ ὑμᾶς τοὺς σοφοὺς ἔχοι τις ἂν ὡδὶ προσβιβάζειν τῷ λόγῳ, ὡς ἄρʼ ἂν ἡ πόλις εὐνομῆται, ἀνάγκη τοὺς οἰκοῦντας αὐτὴν πάντας εὐνόμους εἶναι, καὶ ἄνδρας καὶ γυναῖκας· εἰ δʼ εὐνόμους, εὐτάκτους· εἰ δʼ εὐτάκτους, σώφρονας· εἰ δὲ σώφρονας, καὶ φρονίμους· φρονίμων δʼ ὄντων ἁπάντων οὐχ οἷόν τε δήπουθεν ἁμαρτάνειν οὐδένα· ὥσθʼ ἕως ἂν ἡ πόλις εὐνομῆται, ἀνάγκη μηδένα μηδὲν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="167"><p> ἁμαρτάνειν. ἀλλʼ οὔτε τοῦτο οἶμαι δυνατὸν οὔθʼ ὡς εἰ μὴ τοῦτο γενήσεται, οὐδεμίαν δοκεῖν δεῖ πόλιν εὐνομεῖσθαι <pb xml:id="v.2.p.223"/>  φαίης ποτʼ ἂν, ἀλλὰ τὸ κοινὸν σχῆμα τῆς πολιτείας ἐξετάζων καὶ ἅμα πρὸς τὰς ἄλλας πόλεις τὴν πόλιν κρίνων τὰ μὲν τοῖς νόμοις, οἶμαι, καὶ τοῖς ἔθεσι λογίζει, τὰ δὲ ταῖς τῆς φύσεως ἀνάγκαις ἀποδίδως. ἐὰν οὕτω σκοπῇς καὶ τοὺς Ἀθηναίους καὶ μὴ καθʼ ἕκαστον ὥσπερ τοὺς θεσμοθέτας ἀνακρίνῃς, ἔχω σοι καὶ ἑτέραν προσθήκην ἔτι μείζω καὶ θαυμασιωτέραν εἰπεῖν, ὅτι Μιλτιάδης οὐ μόνον τὴν πόλιν βελτίονα ἐποίησεν, ἀλλὰ καὶ τὴν Ἑλλάδα πᾶσαν πρὸς τῇ πόλει· καὶ ὥσπερ σὺ λέγεις, τίνα τῶν πολιτῶν ἢ τῶν ξένων, οὕτως ἐγώ φημι καὶ πολίτας καὶ τοὺς ἄλλους ἅπαντας Ἕλληνας ὅτι βελτίους ἐκεῖνος ὁ ἀνὴρ ἀπειργάσατο. πᾶσι γὰρ ἡγεῖτο πρὸς τὰ κάλλιστα, ὥστε χείρω μὲν οὐδένα, βελτίους δʼ ἅπαντας ἐποίει τό γʼ αὑτοῦ μέρος. σκόπει δʼ ἐξ ὧν αὐτὸς ὡρίσω, μηδὲν τοῖς ἐμοῖς προσέχων λόγοις, εἰ μή τι ἀπὸ τῆς ἀνάγκης συμβαίνοι. ἄλλο τι ἢ τοῦτο λέγεις παρʼ ὅλον τὸν λόγον, ὡς ἡ δικαιοσύνη καλὸν καὶ ὡς ὅ τι ἄν τις πράττῃ σὺν τούτῳ πρακτέον καὶ τῇ ῥητορικῇ χρηστέον πρὸς τὸ δίκαιον ἀεί; κἂν τύπτῃ μέ τις, φῂς, δικαίως ἢ μὴ, διαφέρει, κἂν ἐξελαύνῃ τις, ἐὰν ἀδίκως, ἄθλιος, καὶ πανταχοῦ ταύταις χρῇ ταῖς προσθήκαις δικαίως ἢ ἀδίκως λέγων· καὶ τὸ μὲν δικαίως καλῶς ἀξιοῖς εἶναι, τὸ δʼ ἐναντίον κακῶς· καὶ τὸ μὲν εὐδαίμονος ἀνδρὸς εἶναι, τὴν δικαιοσύνην, τὸ δὲ τοῦ ἐναντίου, τὴν ἀδικίαν· καὶ τὸ μὲν ὡς οἷόν τε διώκειν χρῆναι, τὸ δὲ φεύγειν ὡς ἕκαστος ἔχει τάχους. οὐ ταῦτʼ εἰσὶν οἱ λόγοι; οὐ δικαίως μὲν ἅπαντα πραττόμενα ἐπαινεῖς, ὡς ἑτέρως δὲ ψέγεις; ἔχε δὴ καὶ σκόπει. μὴ γὰρ ὥσπερ ἐν νυκτομαχίᾳ τῶν φίλων ἁπτώμεθα. ἆρʼ οὖν δίκαιον <pb xml:id="v.2.p.224"/> ἀμύνεσθαι τοὺς ἐπιόντας; δικαιότατον μὲν οὖν. τί δαί; τῶν Ἑλλήνων πλείω ποιεῖσθαι λόγον ἢ τῶν βαρβάρων οὐ δίκαιον; πᾶς τις ἂν φήσαι τόν γε Ἕλληνα δήπουθεν.</p><p rend="align(indent)">Μιλτιάδης τοίνυν ἐπιόντων τῶν βαρβάρων τοῖς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="168"><p>Ἕλλησιν οὐδὲν πρότερον τῆς κοινῆς σωτηρίας ἐποιήσατο, οὐδʼ ἰδίᾳ περὶ τῶν ἑαυτοῦ πραγμάτων ἐσκέψατο, οὐδʼ ἀνεβάλετο εἰς ἕτερον καιρὸν τὴν ἀρετὴν δεῖξαι τὴν ἑαυτοῦ. καίτοι παρῆν αὐτῷ μὴ πρὸς τὸ βέλτιστον ὁρῶντι, ἀλλὰ ταὐτὰ τοῖς τυράννοις διώκοντι, εἰ μὲν ἐβούλετο μετὰ Ἱππίου καὶ τῶν Πεισιστρατιδῶν συνεπιστρατεύειν ἐπὶ τὴν Ἑλλάδα, εἰ δὲ ἐβούλετο μετʼ Ἀλευαδῶν ἐκ Θετταλίας, ἢ πρό γε Ἀλευαδῶν. οἶμαι δὲ οὐδʼ ἂν ἐκ Λακεδαίμονος τῶν ταὐτὰ βουλομένων ἠπόρησε. καὶ μὴν οὐδʼ οἱ βάρβαροί γʼ ἂν ἧττον ἐκεῖνον ἡδέως ἐδέξαντο ἢ πολλοὺς ἑτέρους. ἀλλʼ ὡς ἔοικεν, οὐ πρὸς αὑτοῦ ταῦθʼ ἡγεῖτο Μιλτιάδης, ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ παριδὼν καὶ τοῦ μηδενὸς ἄξια κρίνας εἰς ἀρετῆς λόγον τῇ κοινῇ χρείᾳ τῆς πατρίδος καὶ τῶν Ἑλλήνων προσένειμεν αὑτόν. καίτοι ταῦτα ποιῶν καὶ ταῦτα προαιρούμενος πότερον δικαιοσύνης καὶ καλοκαγαθίας, ἢ κακίας καὶ ἀδικίας δεῖγμα ἐξέφερεν; ἢ οὐδετέρου φήσομεν; ἐγὼ μὲν γὰρ εὐδαίμονα καὶ ζηλωτὸν ἀκούειν οὐδὲν κωλύειν ἐκεῖνον ἡγοῦμαι, εἴπερ ἀληθὴς ὁ Πλάτωνος λόγος ὡς τό γε δίκαιον αὐτὸ λαμπρὸν ἔπεστι τοῖς πεπολιτευμένοις. εἶεν. ἀλλʼ ὑπὲρ τῆς ἀνδρείας τῆς ἐκείνου δείσομεν, ἢ μικρούς τινας καὶ φαύλους καιροὺς τοὺς δείξαντας αὐτὴν εἶναι φήσομεν; οὐ πάντες μὲν ἄνθρωποι μικροῦ δέω λέγειν τότε Πέρσαις ὑποπεπτώκεσαν, τὰ δὲ πλεῖστα ἐξ <pb xml:id="v.2.p.225"/> ἐντολῆς τῷ βασιλεῖ κατειργάζετο; ὅποι δʼ ὁρμήσειαν, ἔχειν ὑπελάμβανον, οἵ γε καὶ ἐπὶ Σκύθας ἐλθόντες ἔδοξαν δυστυχῆσαι, ὅτι οὐκ ἠδυνήθησαν εὑρεῖν αὐτούς· Αἰγύπτιοι δὲ οἱ σοφώτατοι πάντων μίαν τῶν πασῶν μηχανὴν οὐχ εὗρον, διʼ ἧς ἐκφεύξονται τὸ μὴ δουλεῦσαι. Λιβύην δʼ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="169"><p> οὐδεὶς λόγος ἦν ὁ διαιρῶν ἀπὸ τῆς Ἀσίας τότε, ἀλλʼ ἦν ἅπαντα μία ἤπειρος ὡς Πέρσαις εἶναι. τῶν δὲ Ἑλλήνων οἱ μὲν τὴν Ἀσίαν οἰκοῦντες οἱ μὲν ἐκ τριγονίας ἐδούλευον, οἱ δʼ ἐκ πλείονος, αἱ νῆσοι δʼ οὐδὲν ἦσαν πρᾶγμα, <pb xml:id="v.2.p.226"/> Ἐρετριεῖς δʼ Εὐβοέων χεῖρας ἀνταράμενοι τριῶν ἡμερῶν ἤγοντο πανοικησίᾳ· τῶν δʼ ἄλλων τῶν ἐν τῇ Εὐρώπῃ οἱ μὲν τὸ ὕδωρ καὶ τὴν γῆν ἐδεδώκεσαν, οἱ δὲ τὸ μέλλον ἀπεσκόπουν, τοσοῦτον αὑτοὺς Ἐρετριέων εὐτυχεστέρους νομίζοντες, ὅσον ὕστεροι ταὐτὰ πείσεσθαι. Λακεδαιμόνιοι δὲ, εἴθʼ ὑπὸ τοῦ πρὸς Μεσσηνίους πολέμου εἴτε καὶ τὴν πανσέληνον μένοντες, οὐδὲ αὐτοὶ βοηθεῖν εἶχον. ὁ δὲ στρατὸς ἦν καὶ δὴ Μαραθῶνι κατηρκὼς ἐξ Ἐρετρίας ὡς ἐπὶ τοῖς ἴσοις. οὐ διακόνων ἐκεῖνος ὁ καιρὸς ἦν, οὐδʼ ὑφειμένων ἀνθρώπων, οὐδʼ ἐκ πολλοῦ τὸ κελευόμενον ποιεῖν εἰδότων, οὐδʼ εἰς τὸ δοκοῦν ἑτέροις βλεπόντων, οὐδʼ ὅπως ἀσφαλῶς <pb xml:id="v.2.p.227"/>  βιώσονται ζητούντων, οὐδὲ τοῦθʼ ἡγουμένων ἀρκεῖν, ἀλλʼ ἐκεῖνος ὁ καιρὸς ὥσπερ κήρυξ ἐκάλει τῶν Ἑλλήνων τὸν ἀνδρειότατον καὶ τὸν ἐκ πλείστου τοῖς ἀρίστοις λογισμοῖς ὡμιληκότα, καὶ ὅστις οἶδεν ὅπως δεῖ σώζειν τε καὶ σώζεσθαι. οὐδʼ ἡμεῖς τῶν ἀνδρῶν ἐκείνων τοῦτο ἐπαινοῦμεν, λέγω τῶν ἐν ἐκείνοις τοῖς χρόνοις προστάντων, ὅτι τὴν Ἑλλάδα ἔσωζον ὁπωσοῦν, ὥσπερ ὃν σὺ λέγεις τὸν κυβερνήτην τὸν ἐξ Αἰγίνης ἢ τοῦ Πόντου κομίζοντα· ἀλλʼ ὅτι ἔσωζον καὶ πολίτας καὶ πάντας σὺν καλῷ τῷ σχήματι. εἰ μὲν γὰρ τὰ ὅπλα παραδόντας ἢ τοῖς κήρυξιν ὁμολογήσαντας, ἢ τὸν Περσῶν βασιλέα δεσπότην ἀντὶ τῶν νόμων ἑλομένους ἠξίουν σώζεσθαι, οὐκ ἂν ἔγωγε συγχαίρειν ᾤμην δεῖν οὔτε τοῖς πείθουσι τῶν λόγων οὔτε τοῖς πεισθεῖσι τῆς σωτηρίας, ἀλλʼ ὡς ἀληθῶς διακόνους ἂν ἐκείνους εἶχον καλεῖν, καὶ τοῦ πρὸς ἡμέραν ὑπηρέτας ὥσπερ τοὺς πορθμέας, οὐ μόνον, εἰ βούλει, τοὺς κυβερνήτας. εἰ δʼ ἀπʼ αὐτῶν τῶν κηρύκων ἀρξάμενοι καὶ τῆς ἀποκρίσεως </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="170"><p> προηγόρευον Ἀθηναίοις ὅτι δεῖ μελετᾶν τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα καὶ μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν, καὶ οὐ τὰ ὅπλα ῥίψαντας οὐδὲ τοῖς φόβοις εἴξαντας, ἀλλʼ ἀναλαβόντας τὰ ὅπλα καὶ τῶν φόβων κρείττους γενομένους, μᾶλλον δʼ ἕνα τοῦτον φόβον καὶ δεινὸν καὶ ἀφόρητον νομίσαντας εἶξαι τοῖς χείροσι καὶ παραχωρῆσαι τοῦ πατρίου σχήματος, εἰ ταῦτα λέγοντας <pb xml:id="v.2.p.228"/>  καὶ οὕτω παρεσκευασμένους ἠξίουν ἀπαντᾶν ἐπὶ τὴν κρίσιν τὴν περὶ τῶν ὅλων καὶ δέχεσθαι τὸ ἐκβησόμενον ὡς ἐπʼ ἀμφότερα ὁμοίως κερδανοῦντας, οὐχ ὁρῶ τίνα ταῦτʼ ἔχει διακονίαν ἀγεννῆ ἢ πῶς ἔοικε τοῖς τοῦ κυβερνήτου λογισμοῖς. ἀλλʼ εἰ μὲν τοῦτο λέγεις ὡς τὸν αὐτὸν τρόπον ὥσπερ ἐν νηὶ μέγιστον ὁ κυβερνήτης καὶ πρὸς τοῦτον ἅπαντα καὶ τὰ τῶν ναυτῶν καὶ τὰ τῶν ἐμπλεόντων, οὕτω καὶ τότʼ εἰς ἐκείνους ἧκε τὰ τῶν Ἑλλήνων πράγματα καὶ ὑπὸ τῆς ἐκείνων γνώμης ἤγετο, εἰ τοῦτο λέγεις καὶ ὅσον παραδείγματι χρῇ τῷ κυβερνήτῃ, ὥσπερ Ὅμηρος τοῖς λέουσι καὶ τοῖς κάπροις καὶ πολλοῖς τοῖς ἄλλοις οὐκ εἰσάπαξ εἰκάζων, ἀλλʼ εἰς ὅσον προσήκει τῷ λόγῳ, εἰ κατὰ τοῦτο τὸ μέρος καὶ σὺ μέμνησαι τοῦ κυβερνήτου, δίδωμι καὶ συγχωρῶ· εἰ δʼ ἐπὶ πᾶσι τοῖς αὐτοῖς καταχρῇ τῷ λόγῳ καὶ ταὐτὸ δίκαιον ἐπʼ ἀμφοτέροις τάττεις, οὐκ οἶδα ὅστις ταῦτα ἀποδέξεται, οἶμαι δὲ οὐδὲ αὐτὸς σὺ σαυτοῦ. δύο, φῂς, ὀβολοὺς λαβὼν ἢ δραχμὰς ὁ κυβερνήτης ἀπήλλακται. ἀλλʼ οὐ Μιλτιάδης δυοῖν ὀβολοῖν οὐδὲ δραχμαῖν, οἶμαι δὲ οὐδὲ πολλῶν χρημάτων ἐν Ἀθηναίοις ταῦτα ἐπολιτεύετο, μᾶλλον δʼ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐν ἅπασι τοῖς Ἕλλησιν, ἀλλʼ ἄμισθον τὴν ἀρετὴν εἰς τὸ μέσον παρείχετο τῇ Ἑλλάδι, ὥσπερ σὺ φῂς τὸν Σωκράτη τοῖς νέοις. οὐδὲν βελτίους ὁ κυβερνήτης ποιεῖ τότε τοὺς ἐμβάντας εἰς τὴν ναῦν. ὑπερεῦ γε, ὦ Πλάτων, καίτοι καὶ ὁ κυβερνήτης ἴσως βελτίους τοὺς ναύτας τά γε ναυτικὰ ποιεῖ. ἀλλʼ ἐῶ τοῦτο. ἔστω μηδένα μηδὲν ὁ κυβερνήτης βελτίω ποιῶν, ἀλλὰ Μιλτιάδης καὶ πρὶν εἰς τὸν κίνδυνον ἐμβαίνειν ἅπαντας <pb xml:id="v.2.p.229"/>  ἤσκει πρὸς τὸ βέλτιστον, καὶ ἰδιώτας ἐξαγαγὼν ὡς εἰπεῖν </p></div></div></body></text></TEI>