<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="156"><p>διήμαρτον ὧν ἤλπισάν τε καὶ προὐθυμήθησαν, καὶ δὴ διὰ τοῦθʼ ὥσπερ εὐεργέτας αὐτοὺς ἠξίωσεν ἀφεῖναι, οὐδʼ ἠμνημόνησε τῶν ἱερῶν τῶν ὑπʼ ἐκείνων ὑβρισθέντων, οὐδʼ ὧν ἐν οἷς ἠδυνήθησαν ἐπεδείξαντο, ἀλλὰ καὶ τούτων ἀξιῶν αὐτοὺς ὀφείλειν δίκην τὴν ἐσχάτην καὶ ἔτι μειζόνων, ἃ, εἰ κατώρθωσαν, δῆλοι πᾶσιν ἦσαν ἐξεργασάμενοι, οὐκ ᾤετο δεῖν τὴν ἡσυχίαν ἄγειν οὐδὲ τοῖς ἄλλοις παραινεῖν, οὐδὲ τοῖς θεοῖς αἰσχρῶς ἔχειν τὴν χάριν, ἀγαπῶντας εἰ σώζονται, ἀλλʼ ὃ ποιηταὶ καὶ νομοθέται καὶ παροιμίαι καὶ ῥήτορες καὶ πάντες κελεύουσιν, ἀμύνεσθαι τοὺς ὑπάρξαντας, τοῦτο εἰσηγεῖτο καὶ πρὸς τοῦτʼ ἦγεν αὐτοὺς, οὐχ ὡς ἄν τις τὸ ἥδιστον, ἀλλʼ ὡς ἄν τις τὸ δικαιότατον λέγων. πρὸς δὲ τούτοις καὶ τῆς Ἑλλάδος φυλακὴν ἀληθεστάτην ἡγεῖτο οὐκ εἰ καθείρξας αὐτοὺς οἴκοι παρέχοι καθεύδειν ἀσφαλῶς, ἀλλʼ εἰ τοῖς βαρβάροις φόβον ἐμβάλοι μηδὲν ἔτι τοιοῦτον ἐνθυμηθῆναι τοῦ λοιποῦ, καὶ εἰ τῆς Ἑλλάδος αὐτοὺς ἀπώσαιτο ὡς δυνατὸν πορρωτάτω. διὰ ταῦτα εἰς τὴν ἐκείνων ἐξῆγε τὸν πόλεμον καὶ περιέπλει μὲν Κύπρον, παρέπλει δὲ Παμφυλίαν, ἐναυμάχει δὲ Φοίνιξι καὶ Κυπρίοις <pb xml:id="v.2.p.209"/>  καὶ οἷστισι προσμίξαιεν αὐτῶν. ἐπὶ δὲ Εὐρυμέδοντι ποταμῷ ναυμαχίας καὶ πεζομαχίας μνημεῖα ἔστησεν ἀμφότερα ἡμέρᾳ μιᾷ νικῶν. ὥστε τοῖς προτέροις ἔργοις ἐκπεπληγμένων τῶν ποιητῶν τοῖς ὅτʼ ἐπῄεσαν οἱ βάρβαροι πραχθεῖσιν, ὅμως τις ὕμνησεν αὐτῶν εἰς ταῦτα ὕστερον, οὐ πάντα, ἀλλὰ μιᾶς τινος ἡμέρας ἔργα· <quote rend="blockquote">ἐξ οὗτʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε <l rend="align(indent)"/> καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει,<l/>οὐδενί πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν <l rend="align(indent)"/>ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ. <l/>οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες <l rend="align(indent)"/>Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει <l/> ἀνδρῶν πληθούσας, μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν <l rend="align(indent)"/>πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου.</quote></p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="157"><p>  καὶ ταῦτα οὐκ ἀπεικότως παρύμνησεν οὐδʼ ἐξῆρεν οὕτως ὡς ποιητής. ἐκεῖνα μὲν γὰρ ἐν πύλαις τῆς Ἑλλάδος <pb xml:id="v.2.p.210"/> ἐκινδυνεύετο, τὰ μέν γε ἐν αὐταῖς Πύλαις, τὰ δʼ ἐπʼ Ἀρτεμισίῳ τῆς Εὐβοίας, ταῦτα δʼ ἐν μέσῃ τῇ πολεμίᾳ. καὶ τότε μὲν διείλοντο τὸν κίνδυνον αἱ πόλεις, ταῦτα δʼ ἀμφότερα ἑνὸς ἀνδρὸς καὶ ἑνὸς ἦν στόλου. κἀκεῖνοι μὲν ὥσπερ τὸν κίνδυνον, οὕτω καὶ τὴν τύχην ὡς εἰπεῖν διείλοντο· Ἀθηναῖοι μὲν γὰρ καὶ Θεμιστοκλῆς ἐνίκων ἐπʼ Ἀρτεμισίῳ λαμπρῶς, οἱ δʼ εἰς Πύλας ἀπαντήσαντες οὐδὲν πλέον κατεπράξαντο τῇ Ἑλλάδι, πλὴν ὅσον τὰ σώματα εἰσήνεγκαν, τῷ θανάτῳ τοὺς βαρβάρους ἐκπλήξαντες, ἐπισχεῖν ὧν ὥρμηντο αὐτοὺς οὐ δυνηθέντες. οὗτοι δὲ, φησὶ, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐνίκων τοὺς πολεμίους, καὶ τοσούτους αἰχμαλώτους εἷλον αὐτῶν ὅσοις ἔργον ἦν καὶ τοῖς ἅπασιν ἀντιστῆναι. διὰ ταῦτα, φησὶ, λέγω θαρρῶν <quote rend="blockquote">οὐδενί πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν <l/> ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ.</quote> οὕτως ἀκριβής τις καὶ βέβαιος ἐκεῖνος φύλαξ ἦν τῆς Ἑλλάδος, οὐ μόνον τῆς ἑαυτοῦ πόλεως, καὶ τοιούτους ἐπικούρους, ὦ Πλάτων, τοῖς Ἕλλησι παρέσχετο. ὥστε ἕως ἔζη Κίμων τεθνάναι περιῆν τοῖς βαρβάροις τῷ φόβῳ τοὺς Ἕλληνας καὶ μὴ σκοπεῖν ὅντινα τῶν παρʼ ἡμῶν ὑφʼ ἑαυτοῖς ποιήσονται, ἀλλʼ ὅπως αὐτοὶ σωθήσονται. ἐξ ὧν τάς τε πόλεις ἁπάσας ἀφεῖσαν καὶ τῆς κάτω χώρας οὐκ ὀλίγης ἀπέστησαν, ὧν τἀναντία ὕστερον συνεχώρησαν Λακεδαιμόνιοι, πρὸς οὓς σὺ βλέπων καὶ ἁμιλλώμενος τοὺς <pb xml:id="v.2.p.211"/>  σαυτοῦ συγκροτεῖς, οἷς ἡ τῶν εἰς τοὺς πολέμους ἐμπειρία καὶ ἕξις πρόσκειται μόνη. τοσούτῳ κρεῖττον Κίμων ἐφύλαξε </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="158"><p> τοὺς Ἕλληνας καὶ οὕτω πολλοῦ τινος ἄξιος ἦν καὶ λέγων καὶ πράττων. ἆρʼ οὖν ταῦτα ἂν οὕτω κατείργαστο, ἢ νίκας οὕτω πολλὰς καὶ λαμπρὰς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐφεξῆς ἀνῃρεῖτο, εἰ δουλεύειν ἠξίου τῷ πλήθει καὶ μὴ τοὐναντίον εἰς ὅσον ἐξῆν ἦρχεν ἀκριβέστατα, ἢ κόσμου καὶ τάξεως χωρὶς ἦγε τὸ στρατόπεδον καὶ συνεχώρει πᾶν ὃ βούλοιντο, ἀλλὰ μὴ πανταχοῦ πᾶσαν φροντίδα καὶ πρόνοιαν ἐποιεῖτο εὐταξίας καὶ εὐαρμοστίας αὐτῶν καὶ τοῦ πρὸς ἅπαντα ὑπάρχειν εὐκόλους αὐτῷ; ἐγὼ μὲν γὰρ οὐκ ἀσελγαίνοντας οὐδʼ ὑβρίζοντας αὐτοὺς οὐδὲ τῶν ἡδονῶν ἡττωμένους, ἀλλʼ ὡς οἷόν τε μάλιστα κοσμίους ὄντας καὶ τὴν τάξιν φυλάττοντας, καὶ ὅ φησιν Ὅμηρος αἰδουμένους κρατεῖν ἂν τῶν πολεμίων οἶμαι καὶ χρησίμους εἶναι κἀκείνῳ καὶ σφίσιν αὐτοῖς. καί μοι πάντʼ ἐκεῖνα ἤδη λέγε, τὸν ναυπηγὸν ὡς εἰς τάξιν τίθησι τὰ ξύλα, τὸν τέκτονα ὡς εἰς τάξιν τοὺς λίθους, τὸν χοροποιὸν, τὸν <pb xml:id="v.2.p.212"/>  ὁντιναδήποτε. ὅ τι γὰρ ἂν τούτων εἴπῃς, ὑπὲρ τῆς Κίμωνος ἐρεῖς ἡγεμονίας καὶ πολιτείας. καὶ μὴν ὅτι καὶ τὸ πᾶν τοῦτο κόσμος ἐκλήθη λέγεις ὀρθῶς, ὡς ἔγωγέ φημι προσβιβάζων ἡμᾶς πρὸς τὸ μηδὲν εἰκῆ πράττειν· Κίμων τοίνυν τῆς τοῦ παντὸς ἐπωνυμίας τὸ γιγνόμενον τῇ πόλει διεσώσατο. κοσμίους γὰρ ἅπαντας παρεῖχεν εἰς δύναμιν. τοιαῦτα ἐπολιτεύετο καὶ τοιαῦτα ἐδίδασκε κἀν τῇ πόλει τὸν δῆμον κἀν ταῖς στρατείαις τοὺς ἑπομένους. νὴ Δία ἀλλʼ ἐξωστράκισαν αὐτὸν, ὅπως αὐτοῦ δέκα ἐτῶν τῆς φωνῆς μὴ ἀκούσειαν. καὶ πάλιν γε κατήγαγον πρὶν τὰ δέκα ἐξήκειν ἔτη, ἵνʼ αὐτοῦ τῆς φωνῆς ἀκούσειαν· οὕτως ἐπόθησαν. σὺ δὲ ὡς μὲν κατέγνωσαν λέγεις, ὡς δὲ μετέγνωσαν οὐκ ἐνθυμεῖ. καὶ ἃ μὲν οὐ δικαίως ἐψηφίσαντο κατʼ ἀμφοτέρων λέγεις, ἃ δʼ ὀρθῶς ἐβουλεύσαντο οὐχ ἡγεῖ τοῖς μὲν προαχθεῖσι παραίτησιν, τῷ δὲ ἀφεθέντι μεγίστην πίστιν τῆς ἀρετῆς ἔχειν. καὶ ὡς ἔοικεν, οἱ μὲν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="159"><p> καταγνόντες αὐτοὶ μετέγνωσαν καὶ οὐκ ἔμειναν ἐφʼ ὧν ἔγνωσαν ἐξ ἀρχῆς σὺ δὲ ὥσπερ τι κύριον ἐγκέκληκας, καὶ οὐκ ἠξίωσας ταύτῃ μιμήσασθαι τοὺς Ἀθηναίους, ἀφεὶς <pb xml:id="v.2.p.213"/>  τὸν ἄνδρα τῆς αἰτίας, ἀλλʼ ὃ μὲν ἦν χαλεπώτερον αὐτῶν ἐμιμήσω, τὸ δὲ λοιπὸν εἴασας, καὶ ταῦθʼ ὃ πάντων ἀτοπώτατόν ἐστι, κατηγορῶν αὐτῶν τῶν Ἀθηναίων, καὶ τό γε κάλλιον, οὐ τὰ δεύτερα ταῦτα, ἀλλʼ ἐκεῖνα ἅ τις ἂν χαίρων τῷ Κίμωνι. καὶ μηδενὸς μὲν ἂν τοιούτου συμβάντος οὐκ εἶχες ὅ τι κατηγόρεις, ἐπεὶ δʼ ἔλυσαν τῇ μετανοίᾳ τὸ συμβὰν καὶ τὴν αἰτίαν ἐφʼ αὑτοὺς μετέθεσαν, οὐκ ἴσον τι νομίζεις εἶναι ὥσπερ ἂν εἰ μηδὲν ἐξ ἀρχῆς εἰπεῖν εἴχομεν; καὶ μὴν πολὺ μεῖζον καὶ κάλλιον εἰς ἀρετῆς λόγον ἐκπεσόντα κατελθεῖν ἢ μὴ φυγεῖν ὅλως. τὸ μὲν γὰρ καὶ τοῖς τυχοῦσιν ὑπάρχει δή που, τοῦτο δʼ οὐ κατὰ τοὺς πολλοὺς ἄνδρας ἦν· κἀκεῖνο μὲν ἂν τῇ τύχῃ τις εἶχε λογίζεσθαι, τοῦτο δὲ τῷ κρείττονα ἢ κατὰ τοὺς ἄλλους ὄντα γιγνώσκεσθαι. τοῦ μὲν γὰρ ἐκπεσεῖν καὶ φεύγειν φθόνος αἴτιος καὶ τάχα ἄν τι καὶ ἄλλο τοιοῦτον φανείη, τῆς δὲ πρὸ τοῦ χρόνου κλήσεως καὶ παρακλήσεως οὐδὲν ἔσθʼ ἕτερον πλὴν τῆς ἀρετῆς αἰτιᾶσθαι, διʼ ἣν καὶ ἀπόντα ᾐσχύνοντο καὶ παρεῖναι λυσιτελεῖν αὑτοῖς ὑπελάμβανον, καὶ τὸ μέγιστον, σφῶν αὐτῶν καταγιγνώσκειν μᾶλλον ἠξίουν ἢ ʼκείνου. ὥστʼ εἰ μὲν αὐτὸν ἐφʼ αὑτοῦ δεῖ σκοπεῖν, τί δεῖ λέγειν, εἴ τις εἰς ἐκεῖνον ἐξήμαρτεν; εἰ δʼ ἀπὸ τῶν ἄλλων αὐτὸν δεῖ θεωρῆσαι, διαφερόντως οὗτος τιμηθεὶς <pb xml:id="v.2.p.214"/>  φαίνεται. ἀλλὰ μήπω ταῦτα· αὐτίκα γὰρ μᾶλλον ἴσως ἁρμόσει. ὃ δὲ πολλῶν καὶ μεγάλων ὄντων ὧν ἄν τις ἐπαινέσαι Κίμωνα δικαίως μέγιστον καὶ ὡσπερεὶ κεφάλαιόν ἐστι καὶ διαφερόντως ἐκείνῳ προσῆκον, τοῦτʼ εἰπεῖν ἔτι βούλομαι καὶ ἀποδοῦναι ὥσπερ ἄλλο τι τῷ ἀνδρί. σχεδὸν γὰρ ἐν ὀλίγοις τῶν πάντων, ὥς γέ μοι φαίνεται, καὶ τῶν πρότερον καὶ τῶν ὕστερον ἀντέχει τῷ λόγῳ τούτῳ καὶ οὐ συναγωνίζεται οὐδὲ δίδωσι χώραν τῇ βλασφημίᾳ, ὡς ἄρα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="160"><p> τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱμαρμένον εἴη τοὺς υἱεῖς φαύλους ἀποβαίνειν καὶ ὀλίγου τινὸς ἀξίους τῆς πατρῴας ἀρετῆς, ὅστις υἱὸς ὢν Μιλτιάδου καὶ κληρονομῶν τοσούτου κινδύνου τῆς ἐκείνου δόξης οὐ κατῄσχυνεν οὐδὲν τῶν ὑπαρχόντων οὐδʼ ἀποχρῆν ἡγήσατο ἐπιγράφεσθαι τοὔνομα τοῦ πατρὸς, ὥσπερ τις Ὀλυμπίασιν ἀξιῶν νικᾶν ὅτι ἐστὶν Ὀλυμπιονίκου πατρός· ἀλλʼ οὕτως εὖ καὶ καλῶς ἐκεῖνον ἐμιμήσατο καὶ ὥσπερ ἰχνῶν εἴχετο τῶν ἔργων τοῦ πατρὸς, ὥστʼ εἰ μηδεὶς τῶν συγγραφέων ἐτύγχανεν εἰρηκὼς ὅτου παῖς ἦν, ἀπʼ αὐτῶν εἶναι τῶν ἔργων εἰκάσαι τὸν πατέρα αὐτοῦ καὶ ὅτῳ προσῆκεν.</p><p rend="align(indent)">περιήκει δʼ ἡμῖν ὁ λόγος εἰς αὐτὸν Μιλτιάδην, ὃν ἐγὼ μᾶλλον ἂν αἰσχυνοίμην ἐπαινῶν ἢ ψέγων· οὕτω μοι δοκῶ πάντʼ ἂν ἔλαττον εἰπεῖν ἢ βούλομαι. καίτοι τοσοῦτόν γʼ ἂν εἴποιμι θαρρούντως· εἰ γὰρ ἀναστὰς, λέγω, Πλάτων αὐτὸς ἀξιώσει κατηγορεῖν Μιλτιάδου καὶ τοῦ βελτίονος αὐτῷ τοῦτο λόγου κρινεῖ, πάνθʼ ἕτοιμος ἔγωγε συγχωρεῖν καὶ μὴ πολλοῦ τινος ἄξιον τὸν ἄνδρα ἐκεῖνον ἡγεῖσθαι. ἀλλὰ οὐκ ἄν μοι δοκεῖ ῥᾳδίως, ὅς γε καὶ μνησθεὶς περὶ αὐτοῦ, Μιλτιάδην δὲ, φησὶ, τὸν ἐν Μαραθῶνι. <pb xml:id="v.2.p.215"/>  καίτοι τοῦτό ἐστιν ἐγγυτέρω θρήνου τινὸς ἢ μέμψεως καὶ τιμῶντος μᾶλλον ἢ κακίζοντος, ὥσπερ οὓς Σιμωνίδης εἰώθει τιμᾶν ἐν τοῖς ἐπιγράμμασιν. ὅμως δὲ καὶ Μιλτιάδης μετέχει τοῦ καταλόγου καὶ περιέστηκεν αὐτῷ τὸ τῶν </p></div></div></body></text></TEI>