<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="151"><p> τοσοῦτον ἦν τὸ συγκεχωρηκός. καίτοι τί λέγω; εἰ γὰρ τὰ μάλισθʼ ὑποπεπτώκεσαν, περιετρέπετο καὶ οὕτως ὁ λόγος Πλάτωνι. ἐκεῖνοι γὰρ ἐκεῖνον ἤδη κολακεύοντες φαίνοιντʼ ἂν, οὐ Περικλῆς Ἀθηναίους. ἀλλὰ οὔτʼ Ἀθηναίους Περικλῆς οὔτʼ Ἀθηναῖοι Περικλέα. πόθεν; ἀλλʼ ὁρῶντες ἄνδρα καὶ λέγειν καὶ πράττειν ἄκρον καὶ δουλείας μὲν οὐδαμῶς ἐγγὺς, ἄρχειν δʼ ἐπιτηδειότατον καὶ ἱκανώτατον καὶ πάντων ὑπερπεφυκότα τῶν ἄλλων, ἔπαθόν τι Ὁμηρικὸν καὶ παραπλήσιον αὐτὸν τοῖς θεοῖς ἐνόμισαν. εἶθʼ ὃν οἱ χρώμενοι καὶ συνόντες καὶ μετὰ τῆς πείρας εἰδότες τῆς αὐτῆς θεοῖς προσηγορίας ἠξίωσαν, τοῦτον ἡμεῖς Θεαρίωνι καὶ Μιθαίκῳ τοῖς καὶ οὐκ οἶδʼ ὅτῳ τῷ τρίτῳ γραφώμεθα τῆς αὐτῆς; οὐκ ἄρʼ εὖ φρονεῖν δόξομεν.</p><p rend="align(indent)">ἀλλὰ νὴ Δία ὁ Κίμων φαῦλός τις ἄνθρωπος, ἢ τοιοῦτος οἷον ἀπεύξαιτʼ ἄν τις μὴ γενέσθαι παιδίον αὑτῷ, ἀλλὰ τούτου γε καὶ χάριν ἄν τις Πλάτωνι δικαίως ἔχοι, ὅτι καὶ τοῦτον ἡμῖν εἰς τοὺς ῥήτορας ἐγγράφει. ὡς ἐγὼ μᾶλλον ἂν τοῦτʼ ἔδεισα, μή τις αὐτὸν τῶν ῥητόρων μὲν ἀποστεροίη, τιθείη δὲ τῶν στρατηγῶν. νῦν δὲ ἀκριβῶς τὸ τοῦ Ὁμήρου συμβαίνει, τὸν αὐτὸν ἂν ἀρκεῖν <pb xml:id="v.2.p.203"/>  <quote rend="blockquote">μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων,</quote> εἰ δὴ καὶ Κίμων ἔσται μεθʼ ἡμῶν. οὕτως οὐδὲν ὄνειδος τῇ ῥητορικῇ Κίμων ἐγγραφόμενος. ἐβουλόμην δʼ ἂν καὶ πρὸς ἄλλον τινά μοι τὸν ἀγῶνα τυγχάνειν ὄντα καὶ μὴ πρὸς Πλάτωνα, καὶ περὶ τούτου λέγω καὶ περὶ τῶν ἄλλων, ἵνα πᾶσιν οἷς εἶχον ἐχρώμην θαρρούντως καὶ μὴ συνέβαινέ μοι παραπλήσιον ὥσπερ ἂν εἰ πλέων καὶ παρὸν ἐξ οὐρίας κομίζεσθαι, εἶτα ὑφιέμην ὑπὸ δειλίας, ἢ καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="152"><p> ἵπποις ἀγωνιζόμενος, ἐξὸν καὶ ταχὺ καὶ τοσοῦτον ὅσον βούλομαι παρενεγκεῖν, εἶτʼ ἀνεῖχον ἐξεπίτηδες φειδοῖ τοῦ προειληφότος· οὕτω πολὺ πλείω ποιοῦμαι λόγον μηδὲν ἀπηχὲς εἰς Πλάτωνα τυχεῖν εἰπὼν μηδʼ ὡσπερεὶ θρασύνεσθαι δοκεῖν, ἢ ʼκείνων ἕκαστον ἐπαινέσαι. εἰκότως· οὐδὲ γὰρ ἐλάττονος ἄξια χάριτός μοι τὰ πρὸς τοῦτον. οὐ μὴν ἀλλʼ εἴ γʼ ἄμφω συμβήσεται, καὶ τὰς κατʼ ἐκείνων αἰτίας ἀπολύσασθαι καὶ Πλάτωνι πᾶν ὅσον αἰδοῦς καὶ τιμῆς ἔξεστι σεσωκέναι, καὶ προσέσται τὸ δίκαιον ἀμφοτέροις, μετρίως ἂν ἔχοι πανταχῆ. ὅτι μὲν τοίνυν οὐχ εἷς τῶν κομψῶν οὐδʼ οἷος ὑπελθεῖν καὶ κολακεῦσαι Κίμων ἐγένετο οἱ μηδὲ τὰ πατρῷα ἐθελήσαντες αὐτῷ παραδοῦναι μέχρι πόρρω τῆς ἡλικίας ἐπίτροποι μαρτυροῦσιν· οὕτως εὐήθη καὶ μᾶλλον ἀρχαῖον ἡγοῦντο. ὅτι δʼ οὐ παντὸς ἀνδρὸς τὰ Κίμωνος πράγματα οὐδὲ τῆς ἐσχάτης μοίρας, ἀλλὰ καὶ λογίσασθαι περὶ πραγμάτων δεινὸς ἀνὴρ καὶ καταπρᾶξαι, καὶ τοιοῦτος οἷος μὴ μόνον παρʼ Ἀθηναίοις εἰκότως <pb xml:id="v.2.p.204"/> εὐδοκιμεῖν, ἀλλὰ καὶ παρὰ Λακεδαιμονίοις οὐ χαλεπῶς ἂν τὰ πρῶτα ἔχειν, ἐφεξῆς ἂν εἴη λέγειν. ἅπαντα μὲν τοίνυν τἀκείνου διηγεῖσθαι ἢ καὶ τὰ τῶν ἄλλων τῶν ὑπολοίπων ἔξω τοῦ καιροῦ παντελῶς γίγνοιτʼ ἂν, ἄλλως τε καὶ μηδεμιᾶς αἰτίας εἰρημένης κατʼ αὐτῶν πρὸς ἣν ἀπολογεῖσθαι δεῖ, πλήν γε δὴ ὡς διάκονοί τινες ἦσαν. ἃ δʼ ἐστὶν ὡσπερεὶ κεφάλαια καὶ ὅσα οὐδὲ βουλομένῳ παρελθεῖν δυνατὸν, ταῦτʼ εἰρήσεται. ἀνάγκη δὲ ἴσως τοσοῦτον ὑπειπεῖν. εἰ μὲν γὰρ ἅπαντα ταῦθʼ ἡμῖν ἐστι διακονία καὶ νόμους θεῖναι καὶ πολιτείαν καταστῆσαι καὶ στρατοπέδων ἄρξαι </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="153"><p> καὶ ἀρχὴν ἐπέτειον ἐν πόλει, καὶ προσέτι προβουλεῦσαι, προεδρεῦσαι, πρεσβείαν τελέσασθαι, δικάσαι δίκας, πανηγύρεις, ἂν οὕτω τύχῃ, κοσμῆσαι, λέγω συνελὼν ἅπασαν πρᾶξιν καὶ προστασίαν, εἰ διακονίαν καὶ ὑπηρεσίαν χρὴ καλεῖν, οἷον δὴ καὶ βασιλείαν αὐτὴν καὶ δυναστείαν ἅπασαν, καὶ ἔτι γʼ, εἰ βούλει, πρότερον οἰκίας ἄρχοντα μὴ ἄρχειν μᾶλλον ἢ δουλεύειν, καὶ τὸ τοῦ κωμῳδιοποιοῦ βεβαίως καὶ παγίως ἔχει ὡς ἄρʼ εἷς εἴη τῆς οἰκίας δοῦλος ὁ δεσπότης· εἰ ταῦθʼ οὕτως ὥσπερ ἔφην ἔχει, πρῶτον μὲν ἔγωγε οὐχ ὁρῶ πῶς ἂν μᾶλλον πάντʼ ἄνω καὶ κάτω γένοιτο. εἰ γὰρ τἀναντία τοῖς ἐναντίοις ὁριούμεθα, πῶς ἕκαστον ἔθʼ ἡμῖν σώσει τὴν αὑτοῦ φύσιν; εἰ γὰρ ἡ ἀρχὴ δουλεία, σχολῇ γʼ ἂν ἄλλο τι δουλείαν ἐκφύγοι· κἂν εἴ γε τὴν ἀρχὴν δουλείαν εἶναι τιθείημεν, τί κωλύει καὶ τὴν δουλείαν ἀρχὴν τοῖς αὐτοῖς τούτοις τιθέναι λόγοις; κἀκ τούτου περίεισιν ἡμῖν ἡ θέσις, καὶ οὐδέποτʼ ἐν ταὐτῷ μένει, ἀλλʼ ἡ μὲν ἀρχὴ δουλεία πρότερον γενομένη διʼ <pb xml:id="v.2.p.205"/>  ἐκείνης πάλιν ἀρχὴ γίγνεται, ἡ δʼ αὖ δουλεία πρότερον ἀρχὴ νομισθεῖσα ὑπʼ αὐτῆς τῆς ἀρχῆς ἐπάνεισι δουλεία πάλιν εἶναι. καὶ οὕτω πλανήσεται καὶ μεταχωρήσει τὰ ὀνόματα ταῦτα τῶν ἐναντίων πραγμάτων ὄντα, εἰ δὲ βούλει, τἀναντία τοῦ πράγματος. καὶ μὴν οὐδὲ ὅ τι λοιπὸν ἔσθʼ ἡμῖν τούτων περιῃρημένων ῥᾴδιον εὑρεῖν. εἰ γὰρ μὴ προστησόμεθα μήτε πολλῶν μήτε ὀλίγων, μήτε οἰκίας μήτε ἡμῶν αὐτῶν, ὡς ἔπος εἰπεῖν, μηδὲ κινήσει μηδένα ἡμῶν μήτε χρεία πατρίδος μήτε ἑστία πατρῴα μήτʼ οἰκέται ὁρῶντες εἰς ἡμᾶς μήτʼ ἄλλο τῶν ἀνθρωπίνων μηδὲν, ἀλλʼ οὕτως φυγῇ φευξούμεθα τὰ πράγματα καὶ καθεδούμεθα ὥσπερ ἐν μέσῳ τῷ ἀέρι, τῆς γῆς οὐδὲν προσαπτόμενοι, οὐδὲ φροντίζοντες οὐδενὸς πράγματος, οὐδʼ ἂν προσαγγέλλῃ τις ἡμῖν ἅπερ τῷ Μελεάγρῳ, </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="154"><p><quote rend="blockquote">ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,<l/> τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας, </quote> ἀλλὰ πάντα ταῦτα ἀνελευθερίαν καὶ ταπεινότητα εἶναι καταγνωσόμεθα, καὶ πρὸς ἅπανθʼ ἡμῖν οὗτος ὁ λόγος ἀρκέσει, τὸ διακονεῖν ταῦτʼ εἶναι καὶ ὑπηρετεῖν καὶ τὸ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν, ἄλλο τι ἢ τῶν ἀψύχων ἐγγύτατα ζῆν λείπεται, καὶ τοῖς κάμνουσι παραπλησίως, ὅταν αὐτοῖς ὑπὸ τῶν ἰατρῶν ἡσυχάζειν ἐπιταχθῇ; εἰ δʼ οὖν καὶ διακονία πάντα ταῦτʼ ἐστὶ καὶ οὐδὲν σεμνὸν, τί μαθὼν, ὦ φίλη κεφαλὴ, αὐτὸς ἡμῖν τοὺς διακόνους μιμεῖ, πολιτείαν κατασκευαζόμενος καὶ νόμους συγγράφων, καὶ λέγεις μὲν καὶ τυραννίδα συντελεῖν εἰς νόμων θέσιν, λέγεις <pb xml:id="v.2.p.206"/>  δὲ τῇ φιλοσοφίᾳ δυναστείας προσδεῖν καὶ μὴ πρότερον παύσεσθαι κακῶν τὰς πόλεις, πρὶν ἄν σοι τὸ πολυύμνητον δὴ τοῦτο ἢ οἱ βασιλεῖς φιλοσοφήσωσιν, ἢ βασιλεύσωσιν οἱ φιλόσοφοι; ὡς εἰ μὴ ταῦτα συνέλθοι, φιλοσοφία καὶ δύναμις πολιτικὴ, οὐδὲν πλέον εἰς τὸ κοινὸν τοῖς ἀνθρώποις ἐσόμενον. καὶ τὸ δὴ μέγιστον ἁπάντων, ἐν γὰρ αὐτοῖς οἷς πολιτεύει καὶ νομοθετεῖς, ἀφορίζεις μὲν φύλακας τῇ πόλει, οἵτινες τὴν αὐτὴν ἕξουσι τέχνην Κίμωνι, δίδως δὲ αὐτοῖς τὰ πρεσβεῖα τῶν ἄλλων πολιτῶν, οὐκ ὀλίγον τι προκρίνας, καὶ τιμὰς καὶ προεδρίας καὶ ζῶσι καὶ τελευτήσασιν ὃς ἂν αὖ τούτων ἄριστος φανῇ, καὶ ὅλως περὶ τούτους διατρίβεις τὰ πλεῖστα, ὡς μίαν οὖσαν ταύτην τῇ πόλει σωτηρίαν, εἰ τὰ τῶν φυλάκων εὐθενοῖ. καὶ οὔτε μισθωτοὺς αὐτοὺς καλεῖς, καίτοι μισθὸν τάξας αὐτοῖς παρὰ τῶν ἄλλων ἐν τῇ πόλει, οὔτε τῶν κοινῶν διακόνους, καὶ ταῦτα ὑπὲρ πάντων ἀγρύπνους μέλλοντας διάξειν καὶ κινδυνεύσειν ἅπαντα κίνδυνον ὑπὲρ τῆς πόλεως ἁπάσης· οὐδʼ ἡγήσω μισθοφόροις τισὶ καὶ ξένοις ὡς ἀληθῶς αὐτοὺς προσεοικέναι δόξειν, οὐδʼ ἐν Καρῶν σχήματι καὶ μοίρᾳ θρέψεσθαι, πολλὰ πράγματʼ ἔχοντας, ὀλίγου καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="155"><p> ταῦτα μισθοῦ, ἀλλʼ ἱκανὴν αὐτοῖς ἡγεῖ φιλοτιμίαν, ἐὰν τὴν χώραν σώζειν ἐπίστωνται καὶ ἡ πόλις ἅπασα πρὸς <pb xml:id="v.2.p.207"/> αὐτοὺς ἀποβλέπῃ. εἰ γὰρ αὖ πάντα ταῦτα καλῶς καὶ δικαίως ἔχει σοι καὶ οὐκ ἄχρηστος ἡ σπουδὴ οὐδʼ ἀνελεύθερος, οὐδʼ αἰσχύνην ἔχουσα κατεσκευάσθαι τοιαύτην φυλακὴν πόλει καὶ τοιούτους ἄνδρας, ὁποῖοι τοῖς τε φίλοις βοηθεῖν καὶ τοὺς ἐχθροὺς ἀμύνεσθαι δυνήσονται, σκόπει τὸν Κίμωνα μὴ πόρρωθεν, ἀλλʼ ἐκ τούτων, καί σοι πάντες οὗτοι μάρτυρες παρεῖναι δόξουσι τῷ ἀνδρὶ, μὴ διάκονον μηδὲ τῶν πρὸς ἡδονὴν ὁμιλούντων γεγενῆσθαι, ἀλλʼ ὡς ἐλευθεριώτατα καὶ ὡς κάλλιστα ἔχειν αὐτῷ τὰ τῆς πολιτείας, καὶ σχεδὸν ὥσπερ σοὶ τὰ τῆς πολιτείας ἔχει τῆς ἀκινδύνου ταύτης.</p><p rend="align(indent)">σκέψαι δὴ αὐτὸν μὴ μόνον ὡς τὴν πόλιν καὶ τὴν χώραν ἐφύλαξεν, ἀλλὰ καὶ ἐκ δυοῖν τοῖν ἐσχάτοιν ὅροιν, ὅπως τοῖς τε Ἕλλησι προσηνέχθη καὶ ὅπως τοῖς βαρβάροις· ἐπειδή γε καὶ αὐτῷ σοι δοκεῖ μὴ τὸν αὐτὸν δεῖν ἀμφοτέροις τρόπον, ἀλλὰ τοῖς μὲν ὡς τοῖς ὁμοφύλοις εἰκὸς, τοῖς δʼ ὡς χρὴ τοῖς φύσει πολεμίοις. ἐκεῖνος γὰρ συμβάσης μὲν ἐν Πελοποννήσῳ ταραχῆς οὐ φαύλης οὐδὲ μικρᾶς τινος, ἀλλʼ ὥστε Λακεδαιμονίους εἰς πᾶν ἐλθεῖν τῶν εἱλώτων ἐπαναστάντων, καὶ ἅμα τῶν σεισμῶν ἐπικειμένων, ἀγαγὼν Ἀθηναίους τετρακισχιλίους ὁπλίτας, οὓς σὺ τιμᾷς, ὦ Πλάτων, ἔσωσε μὲν τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν, ἔλυσε δὲ τοὺς περιστάντας ἅπαντας φόβους, κατέστησε δὲ τὰ ἐν Πελοποννήσῳ πράγματα. τοιοῦτος μὲν πρὸς τοὺς Ἕλληνας καὶ τῶν Ἑλλήνων τοὺς ἀρίστους καὶ ἅμα συμμάχους. πρὸς δὲ τοὺς βαρβάρους καὶ πολεμίους <pb xml:id="v.2.p.208"/>  ὁποῖός τις, οὐκ εἰσὶ τῶν Ἑλλήνων οὐδενὶ πλείους οὐδὲ ὀνομαστότεραι πράξεις ἐν τῇ ὑπερορίᾳ, οὐδὲ τρόπαια καλλίω βαρβάρων, οὐδʼ ὧν μᾶλλον ἄγασθαι προσήκει τῆς ἀνδρείας ἅμα καὶ τῆς ὑποθέσεως. οὐ γὰρ ἐπειδὴ </p></div></div></body></text></TEI>