<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="146"><p> φέρουσι χρυσίον, ἄλλο τι τοῦτʼ ἢ μισθὸν εἶναι φήσουσιν. ἀλλʼ οὐδʼ ἂν εἷς οἶμαι ταῦτα συγχωρήσειεν. οὐδὲ γὰρ τὰς τροφὰς ἅπασι τὰς αὐτὰς αἱρεῖσθαι νόμος, δεῖ δὲ ὅμως ἅπασι τροφῶν. οὕτω δὴ κἀνταῦθα μὴ τίς ὁ μισθὸς, ἀλλʼ ὅλως εἰ μισθὸν εἴρηκας· εἰ μὴ καὶ ὁ Εὔνεως προῖκα τὸν οἶνον ἔπεμπε τοῖς Ἀχαιοῖς, ὅτι οὐκ ἀργύριον αὐτῷ διέλυον, ἀλλʼ οἱ μὲν χαλκὸν, ἄλλοι δʼ αἴθωνα σίδηρον. ἀλλʼ οὐδʼ αὐτὸς ταῦτά γε ἠλαζονεύετο. Περικλῆς τοίνυν οὐκ αὐτὸς κοψάμενος νόμισμα, ἀλλʼ ὄντων ἐν ἀκροπόλει χρημάτων ἐκεῖθεν ἔσωζε τὸν μισθόν. ὥστʼ οὐδετέρου δίκαιος ἔχειν αἰτίαν, οὔτε τοῦ νομίσματος οὔτε τοῦ μισθοῦ. καὶ τί ταῦτα ἀγωνίζομαι σφόδρα; εἰ γὰρ ὡς οἷόν τε μάλιστα αἰσχρὸν ἡ μισθοφορὰ καὶ τὸ νέμειν, οὐ τῆς Περικλέους ἐστὶ πολιτείας, οὐδʼ ἀπὸ τῶν ἐκείνου χρόνων ἤρξατο, ἀλλὰ <pb xml:id="v.2.p.196"/>  καὶ τῶν νομοθετῶν τις ᾔδει ταῦτα· τοὺς γὰρ ἄλλους σιωπῶ. οὕτω τὰ μὲν ὕστερα τῆς ἐκείνου πολιτείας ἐγκέκληκεν, ἃ μικρῷ πρόσθεν ἠλέγχομεν, τὰ δὲ πρεσβύτερα, τὰ περὶ τοῦ νομίσματος, ὥσπερ ἃ νῦν αὖ δείκνυται. πῶς ἄν τις χρήσαιτο ῥᾷον ἄνθρωπος λόγοις, ἢ πῶς μετὰ πλείονος ἐξουσίας; ὅλως δʼ ἔγωγε θαυμάζω, εἴ τίς ἐστιν ἁπλούστερος ἢ δικαιότερος τρόπος ἐξετάσεως εἰ φιλαργύρους ἐποίησε Περικλῆς Ἀθηναίους ἢ καὶ ἄλλους τινὰς ἀνθρώπους Ἑλλήνων ἢ καὶ βαρβάρων, ἢ αὐτὸν ἰδεῖν καὶ σκέψασθαι τὸν Περικλέα ποῖός τις ἦν. ὁ γὰρ τοῦ Ξενοφῶντος λόγος ἐρρῶσθαί μοι δοκεῖ. ὥσπερ γὰρ, ἔφη, τοὺς παιδοτρίβας ὁρῶμεν τὰ μὲν τῇ φωνῇ τοῖς παισὶν εἰσηγουμένους, τὸ δὲ πλεῖστον τῷ παραδεῖξαι προσβιβάζοντας, οὕτω καὶ Σωκράτη φησὶ κρίνειν δίκαιον. οὕτω τοίνυν καὶ Περικλέα δὴ θεασώμεθα, πῶς αὐτὸς εἶχε πρὸς χρήματα καὶ ποῖόν τινα παρεῖχεν ἑαυτὸν παράδειγμα τοῖς τε Ἀθηναίοις καὶ τοῖς ἄλλοις Ἕλλησι κατὰ τοῦτο τὸ μέρος· κἂν μὲν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="147"><p>εὑρίσκωμεν αὐτὸν ἀγεννῆ καὶ ἀνελεύθερον καὶ τοῦ κέρδους ἥττω, <pb xml:id="v.2.p.197"/>  φῶμεν καὶ τοὺς ἄλλους ταὐτὰ διδάσκειν καὶ διαφθείρειν καὶ παραπλησίους αὑτῷ ποιεῖν· εἰ δὲ τοσοῦτον ὑπερεῖδε χρημάτων, ὅσον οὐκ οἶδʼ εἴ τις τῶν πώποτε, πῶς ἐποίει φιλοχρημάτους, ἢ πῶς ἑτέρους διέφθειρεν, ἐν οἷς αὐτὸς χρηστὸς ἦν; ὥσπερ ἂν εἰ λέγοις τὸν Ῥαδάμανθυν ἐθίζειν τοὺς ἀνθρώπους ἐπιορκεῖν, ᾧ τοσοῦτον περιῆν εὐσεβείας καὶ δικαιοσύνης ὥστε καὶ τελευτήσας τοῖς ἐκεῖσε ἀφικνουμένοις δικάζειν δοκεῖ περὶ τῶν ἐν τῷ βίῳ πραχθέντων. καὶ σὺ δείξας οὖν πρότερον τὸν Περικλέα μικρὸν καὶ ἀγεννῆ καὶ ταπεινὸν καὶ πρὸς ἀργύριον βλέποντα, τότε δὴ φάθι καὶ τοὺς ἄλλους πεποιηκέναι τοιούτους· ὥσπερ καὶ τοὺς περὶ τῶν γραμμάτων διδασκάλους ἔστιν εἰπεῖν· οὐκέθʼ αὕτη Ξενοφῶντος ἡ εἰκὼν, ἀλλʼ αὐτοῦ Πλάτωνος. ὥσπερ γὰρ, φησὶν, οἱ γραμματισταὶ τοῖς μήπω δεινοῖς γράφειν τῶν παίδων ὑπογράψαντες γραμμὰς τῇ γραφῖδι οὕτω τὸ γραμματεῖον διδόασι καὶ ἀναγκάζουσι γράφειν κατὰ τὴν ὑφήγησιν τῶν γραμμάτων, οὕτω δὴ καὶ ἡ πόλις. ἀλλʼ ἡμεῖς ἀντὶ τῆς πόλεως λάβωμεν τὸν Περικλέα. Περικλῆς τοίνυν τὰ μὲν λέγων, ὡς ἔοικεν, ὑφηγεῖτο τοῖς Ἀθηναίοις, ἐν οἷς οὐδὲν ἦν ἀνελεύθερον οὐδʼ ἀγεννές· τὰ δὲ ἐπʼ αὐτοῦ τοῦ βίου δεικνὺς ἑαυτὸν καὶ παρέχων σκοπεῖν ὁποῖός τις ἦν. πότερʼ οὖν εἰς κάλλος αὐτοῖς ζῆν ὑπέγραφε τοιοῦτος ὢν οἷον ἀκούομεν, ἢ πρὸς κέρδος καὶ τὴν χεῖρα ὑφεικότας καὶ ὡς ἥκιστα ἔμελλον ὀρθῶς πράξειν; καὶ μὴν λέγοντος μὲν αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἤκουον κἀν τῷ βουλευτηρίῳ, τὸν δὲ βίον καθʼ ἑκάστην ἑώρων δή <pb xml:id="v.2.p.198"/>  που τὴν ἡμέραν. ὥστε εἴπερ ἑώρων πρὸς ἐκεῖνον, ἔμελλον κρείττους εἶναι χρημάτων.</p><p rend="align(indent)">φέρε δὴ καὶ περὶ τῶν ἄλλων ἁπασῶν αἰτιῶν αὖ τούτου σκεψώμεθα καὶ διέλθωμεν τὸν αὐτὸν τρόπον ὅνπερ περὶ τῆς φιλαργυρίας, κατʼ ἀμφοτέρας ταύτας τὰς εἰκόνας, τήν τε τοῦ παιδοτρίβου καὶ τοῦ γραμματιστοῦ, καὶ συγκεφαλαιωσώμεθα πάντα ἐν βραχεῖ. λάλους, φησὶν, </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="148"><p> ἐποίησε· καὶ μὴν οὐκ ἦν αὐτὸς λάλος. ἀργούς· ὁ δʼ ἐνεργὸς ἦν. δειλούς· ὁ δὲ νικῶν ἀνδρείᾳ φαίνεται. φιλοχρημάτους· ὁ δʼ ἥκιστα ἐτίμα χρήματα. πῶς οὖν αὐτὸς ὢν ἀγαθὸς λέγειν, ἱκανὸς πράττειν, ἀνδρεῖος, κρείττων χρημάτων, ἐποίει λάλους, ἀργοὺς, δειλοὺς, ἀνελευθέρους; ἢ γὰρ ὄναρ λέγεις, ἢ γρῖφον, ἢ οὐκ ἔχω τί φῶ. πῶς γὰρ οὐκ ἄτοπον, εἰ οἷος μὲν αὐτὸς ἦν οὐκ ἐποίει τοιούτους, οἷος δʼ ἥκιστα αὐτὸς ἦν, τοιούτους ἀπειργάζετο; ἐμοὶ μὲν γὰρ τοὐναντίον ἐκ τούτων φαίνεται, τὸ γοῦν καθʼ αὑτὸν, πεποιηκὼς δεξιοὺς, ἐνεργοὺς, ἀνδρείους, μεγαλοπρεπεῖς· εἰ μή τι καὶ κατὰ Σωκράτους χρὴ πιστεύειν, ὅτι τοὺς νέους διέφθειρεν, ὃς αὐτοῖς παράδειγμα παντὸς ἦν χρηστοῦ. οὐκ ἔστι ταῦτα, ὦ Πλάτων, ἀλλὰ δυοῖν θάτερον· ἢ οὐκ ἦσαν Ἀθηναῖοι τοιοῦτοι οἵους σὺ κατῃτιάσω, ἢ πάντες μᾶλλον ἢ Περικλῆς αἴτιος, εἴπερ γε μήτε φαύλως ἐδείκνυ τὰ παλαίσματα μήτε ἀσαφεῖς τινὰς ἢ κιβδήλους ἢ σκολιὰς παρεῖχε τὰς γραμμάς. ἔτι τοίνυν τῶν ἀνωτέρω μνημονεύσωμεν καὶ συλλογισώμεθα, καὶ ταῦτα ἐκ τῶν πεφηνότων. Πλάτων εἶπε μὴ δεῖν κολακεύειν τὰ πλήθη· Περικλῆς δέ γε πλείστῃ παρρησίᾳ χρησάμενος φαίνεται. διαμάχεσθαι δεῖν ὑπὲρ τοῦ βελτίονος· ὁ δʼ ἐν καιροῖς τοιούτοις <pb xml:id="v.2.p.199"/>  ἐμάχετο οἷς ἀρτίως ἡμεῖς ἐπεδείκνυμεν. μὴ ζητεῖν ἀποπιμπλάναι τὰς ἐπιθυμίας· ἐκεῖνος τοίνυν κατεῖχε καὶ οὐκ ἤγετο μᾶλλον ἢ αὐτὸς ἦγε. μηδʼ ἐκ παντὸς τρόπου συνεθίζειν πλέον ἔχειν, φησὶν ὁ τὸν νόμον τιθείς· ὁ δʼ ἀφʼ ἑστίας ἀρξάμενος τῆς αὐτὸς αὑτοῦ τὸ σύμμετρον ᾑρεῖτο πρὸ τοῦ πλέονος. οὐκοῦν ταῦτʼ ἐδόκει Πλάτωνι, ταῦτα ποιῶν Περικλῆς φαίνεται. πῶς ἄν τις μᾶλλον κατὰ τοὺς Πλάτωνος λόγους φανείη βεβιωκὼς ἢ πεπολιτευμένος; ἢ τίνα χρῆν ὑπὲρ ἐκείνου πρῶτον εἰπεῖν, εἴ τις ἐπῃτιάσατο; </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="149"><p> [Πλάτωνα.] μέγιστον δὲ κἀκεῖνο σημεῖον τῆς Περικλέους ὀρθότητος ἄνευ τῶν εἰρημένων, καὶ ὡς οὐκ ἐκεῖνος ἦν ὁ διαφθείρας οὐδʼ ἐθίσας Ἀθηναίους φιλαργύρους εἶναι, οὐδʼ ἐκ παντὸς τρόπου τὸ πλέον ζητεῖν ἔχειν. οὔτε γὰρ τοὺς φόρους Περικλῆς εἰς ἄπειρόν ἐστιν ὁ ἐξαγαγὼν, ἀλλὰ καὶ ταύτης τῆς ἀμετρίας, ὦ φίλε Σώκρατες, εἰ ζητοίης τὸν αἴτιον, τὸν ἑταῖρον εὑρήσεις τὸν σεαυτοῦ. ἐκεῖνος γάρ ἐστιν ὁ πρὸς τοσοῦτον προαγαγὼν τοὺς φόρους, ὅσον οὐδὲ βουλομένοις φέρειν ἐξῆν, οὔτε σοὶ πειθόμενος οὐδὲν οὔτε τὸν Περικλέα μιμούμενος. ἀλλʼ οὐ Περικλῆς τοιοῦτος οὔτʼ ἐνταῦθα οὔτε ἄλλοθι, ἀλλʼ οὕτω σφόδρα πόρρω τῆς πλεονεξίας ἦν καὶ τοῦ συμβουλεύειν Ἀθηναίοις τὰ μὴ προσήκοντα πράγμαθʼ αὑτοῖς προστίθεσθαι ὥστε τῷ προτέρῳ πολέμῳ κεκρατηκότας αὐτοὺς Πελοποννησίων καὶ ἔχοντας Μέγαρα, Νίσαιαν καὶ Τροιζῆνα καὶ Πηγὰς καὶ Ἀχαΐαν ἔπεισε ταῦτα ἀποδόντας εἰρήνην συνθέσθαι, τοσούτου <pb xml:id="v.2.p.200"/>  ἔδει προσδιδάσκειν πλέον ἀεί τι τῶν ὑπαρχόντων αὐτοὺς ἔχειν. ὥστʼ ἔγωγε νομίζω πρὸς ταῦθʼ ὁρῶν καὶ τούτοις τεκμαιρόμενος, εἰ ἐπεβίω Περικλῆς καὶ μὴ πρότερον ᾤχετο ἀπιὼν, οὐκ ἂν εἰς ἔσχατον κακῶν ἐξοκεῖλαι τοὺς Ἕλληνας, ἀλλʼ ἐπειδὴ τοὺς ἄνδρας τῶν Λακεδαιμονίων εἶχον Ἀθηναῖοι καὶ Πύλον, οὐδὲν ἂν αὐτοὺς πλέον ζητῆσαι, ἀλλʼ εὐθὺς ἐλευθέρως ἂν ταῦτʼ ἀποδόντας ποιῆσαι τοῖς Ἕλλησι κοινὴν εἰρήνην. οὐδὲ γὰρ αὐτὸν τὸν πόλεμον πλεονεξίας ἕνεκα αὐτοῖς προελέσθαι συνεβούλευσεν, ἀλλὰ τοῦ μὴ τῶν ὑπαρχόντων ἀποστῆναι· ἀρχὴν δʼ ἐκεῖνός γε οὐδʼ ἠξίου γίγνεσθαι πόλεμον, ἀλλὰ δίκῃ διαλύεσθαι περὶ τῶν διαφόρων. οὕτω καὶ πόλεμον ἐξ εἰρήνης ᾔδει δέχεσθαι καὶ παρὸν εἰρήνην ἄγειν οὐδαμοῦ τὸν πόλεμον προῃρεῖτο· οὐδὲ τοῦ πλείονος αὐτοὺς ἔχεσθαι συνείθιζεν, ἀλλὰ τοῦ προσήκοντος. καίτοι ταῦτά ἐστιν ἀνδρείας, εὐβουλίας, δικαιοσύνης, τῶν καλλίστων ἐπιδείγματα, ἀλλʼ οὐχ ὧν Πλάτων </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="150"><p> ἀνέθηκεν αὐτῷ. οἶμαι τοίνυν ἔγωγε καὶ τὴν ἐπωνυμίαν ἢν ἔσχεν ἐκεῖνος ἐν τοῖς Ἕλλησιν, οὐχ ἥνπερ Μίθαικός τε καὶ Θεαρίων, ἀλλὰ τὴν αὐτὴν τῷ Διὶ, μαρτύριον μέγιστον εἶναι τοῖς ὑπὲρ αὐτοῦ λόγοις καὶ ὡς οὐ τῶν φαύλων τις ἦν. ἢ τῆς μὲν Ἀριστείδου δικαιοσύνης σύμβολον τὴν ἐπωνυμίαν ποιούμεθα—οὐ γὰρ αὐτοί γέ που τάττοντι παρῆμεν αὐτῷ τοὺς φόρους—τῆς δὲ Περικλέους ἀρετῆς τε καὶ φύσεως οὐ ποιησόμεθα τὴν ἐπωνυμίαν σύμβολον, <pb xml:id="v.2.p.201"/>  ἣν οὐκ ἀφʼ ἑνὸς τῶν τῆς ἀρετῆς μορίων, ἀλλʼ ἀπὸ πάντων συλλήβδην ἐκτήσατο; ὅτι γὰρ οὐκ ἀτιμαστέον αὖ τοὺς πολλοὺς οὐδὲ ἀμελητέον τῆς δόξης τῆς παρʼ αὐτῶν, ἀλλʼ ἔνι τι κἀν τούτοις εὔστοχον θείᾳ τινὶ μοίρᾳ τῆς ἀληθείας ἐφαπτόμενον, αὐτὸς Πλάτων ὁ διδάσκων καὶ λέγων ἐστίν· ἔτι δὲ ἀνωτέρω Πλάτωνος πολλαῖς γενεαῖς ὕμνησεν Ἡσίοδος ποιήσας τὰ ἔπη ταῦτα ἃ πάντες ᾁδουσι <quote rend="blockquote">φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται ἥντινα πολλοὶ <l/> λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.</quote> οὐκοῦν ἡ φήμη μαρτυρεῖ τῷ Περικλεῖ τὰ κάλλιστα, καὶ θεὸς οὖσα αὕτη φησὶν ἐκεῖνον κρείττονα ἢ κατʼ ἄνθρωπον γενέσθαι. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν ὡς ἄρα φαύλως πράττοντες ὑπὸ συμφορῶν Ἀθηναῖοι ταύτην αὐτῷ παρεῖσαν τὴν τιμὴν, ὥσπερ χρόνῳ ὕστερον ἔσθʼ ἃ καὶ <pb xml:id="v.2.p.202"/>  παρʼ ἀξίαν συνεχώρησαν ταπεινωθέντες. ἀλλʼ εἴπερ ποτὲ ἄλλοτε ἤκμαζον καὶ τότε καὶ ἦν ἡ πόλις αὐτοῖς ἐπʼ ἐκείνου μεγίστη, ὡς ἂν ἡμεῖς, ὦ Πλάτων, μεγίστην φαῖμεν. ἀλλʼ οὐδέν γε τοῦτο βλάβος τῷ λόγῳ. τοὺς γὰρ οὕτως ὡς λέγω πράττοντας ἀνάγκη πλεῖστον ἐφʼ αὑτοῖς οἶμαι φρονεῖν καὶ πορρωτάτω μὲν ταπεινότητος, ἐγγυτάτω δὲ αὐθαδείας εἶναι. τότε τοίνυν αὐτὸν προσεῖπον Ὀλύμπιον, </p></div></div></body></text></TEI>