<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="141"><p> καὶ οὐ χρήσεσθαι περὶ τούτου συμβούλοις Θηβαίοις. καὶ ταῦτʼ ἀπεκρίναντο καὶ ταῦτα ἐποίουν Ἀγησιλάου προεστηκότος αὐτῶν, ὃς εἴπερ τις ἄλλος τῶν Ἑλλήνων γενέσθαι ἐδόκει φιλοπόλεμος. ἀλλὰ τί χρῆν ποιεῖν τὸν Περικλέα; εἰπὲ γὰρ ὦ πρὸς θεῶν, μᾶλλον δὲ εἰ στρατηγῶν αὐτὸς ἐτύγχανες ἡμῖν κατʼ ἐκείνους τοὺς χρόνους, τί ποιεῖν ἂν ἢ τί λέγειν ᾤου δεῖν, ὄντων μὲν συμπάντων Ἀθηναίων τόσων καὶ τόσων, τῶν δὲ συμμάχων τῶν μὲν ἐν ταῖς νήσοις, τῶν δὲ κατʼ ἤπειρον μεμερισμένων, μυριάσι δὲ ἓξ στρατιᾶς τῶν πολεμίων εἰσβεβληκότων, καὶ τούτων Πελοποννησίων, οὐδὲ γὰρ τοῦτο φαῦλον εἰς προσθήκην, ἀνθρώπων ἱκανῶν καὶ πρὸς ἅπαντας τοὺς Ἕλληνας μάχεσθαι, καὶ οὓς ἐγὼ φαίην ἂν ἡγουμένων γε Ἀθηναίων καὶ Περικλέους οὐ χαλεπῶς ἂν καὶ πᾶσαν γῆν ὑφʼ αὑτοῖς ποιήσασθαι. καὶ οὔπω λέγω τὴν νόσον τοσοῦτον πρᾶγμα, <pb xml:id="v.2.p.190"/>  ἣ προσέκειτο ἐλαύνουσα καὶ τοὺς μὲν ὅλως ἀπανηλώκει τῶν ἀνθρώπων, τοὺς δʼ ἀχρήστους εἰς τὰ παρόντα ἐπεποιήκει, ἣν καὶ χωρὶς μάχης καὶ πολέμου προσβολῆς οὐχ ἕν τι τῶν ῥᾴστων ἦν ὑπενεγκεῖν. καὶ μὴν οὐδʼ ἐκεῖνο ἠγνόει Περικλῆς ὅτι νικήσας μὲν πολλῷ πλείοσιν αὖθις μαχεῖται καὶ πολλοὺς ἄλλους εὑρήσει τοὺς ἀμφισβητοῦντας τοῦ τροπαίου, καθάπερ Κορίνθιοι πρότερον, καὶ κληρονομοῦντας τῶν αὐτῶν τούτων πραγμάτων· ὥστε τὴν Καδμείαν νίκην ἡγεῖτο νικήσειν, ὡς ἑτέρως δὲ πράξας </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="142"><p> ἀπολεῖν τὴν πόλιν. τοῖς μὲν γὰρ πολεμίοις μέρος ἑκάστοις ἐκινδύνευεν, αὐτοῖς δὲ καὶ τοὔδαφος τῆς πόλεως συνυπέκειτο τῷ κινδύνῳ, καὶ εἷς ὑπὲρ πάντων κύβος ἀνερρίπτετο, σωμάτων, χρημάτων, δόξης, ἡγεμονίας, τοῦ βάθρου τῆς πόλεως, τῶν ἐλπίδων, ὅτου τις ἂν εἴποι παντός. οὔκουν ᾤετο δεῖν οὕτως ἄνισον ἀγῶνα ἀγωνίζεσθαι, οὐδʼ ἐπὶ μηδενὶ πλείονι πᾶσι τοῖς οὖσι κινδυνεύειν, σωφρονῶν οἶμαι καὶ στρατηγοῦ λογισμῷ χρώμενος. ὁρῶμεν δὲ δή που καὶ τοὺς παλαιστὰς οὐκ εἰς τὰ τῶν ἀντιπάλων ἰσχυρὰ συγκαθιέντας, οὐδʼ ἐξεπίτηδες καθʼ αὑτῶν παρέχοντας λαβὰς, ἀλλʼ ἀπὸ τούτων μὲν ὡς οἷόν τε μάλιστα ἀποχωροῦντας, τοῖς δὲ αὑτῶν πλεονεκτήμασι χρῆσθαι πειρωμένους καὶ τὴν νίκην ἀπὸ τούτων διώκοντας. ἃ καὶ Περικλῆς ἐνθυμούμενος οὐκ ἔδωκε τοῖς πολεμίοις τοσαύτην κατὰ τῆς πόλεως λαβὴν, ἀλλʼ ἐάσας ἐκείνους ἐν τῇ Ἀττικῇ ληρεῖν ἑκατὸν νεῶν ἐπίπλουν ἐξήρτυε τῇ Πελοποννήσῳ καὶ αὐτὸς ἐμβὰς ἐκόμιζε τὴν στρατιάν. καὶ περιῆν τοῖς μὲν τῆς Ἀττικῆς μέρος τι τετμηκέναι, τοῖς δʼ ὡσπερεὶ πᾶσαν τὴν πολεμίαν. ὥστε ἠναγκάζοντο ἤδη φεύγειν ἐκ τῆς Ἀττικῆς οἱ τότε ὡς ἐπὶ ἕρμαιον βαδίζοντες. οὕτως ἃ μὲν οὐκ ἐκίνει, προνοίας, οὐ δειλίας ἦν, ἃ δὲ κἀν τούτοις ὄντας ἠξίου τολμᾶν ἔσχατον δεῖγμα τῆς ἀνδρείας ἔχει τῆς ἐκείνου. καίτοι πῶς οὐκ ἄτοπον, εἰ ὅτι μὲν οὐκ ἐξῆγεν αἰτιασόμεθα, <pb xml:id="v.2.p.191"/>  ὅτι δὲ ἔξω τῆς Ἀττικῆς ἦγεν αὐτοὺς οὐ θαυμασόμεθα; καὶ ὅτι μὲν οὐκ ἐμάχετο οὗ μὴ προσῆκεν ἐπιτιμήσομεν, ὅτι δʼ ἠπίστατο ποῦ χρὴ τοῦτο ποιεῖν οὐ διαλογιούμεθα; καὶ ὅτι μὲν οὐ τὴν Ἀττικὴν ἐνεπίμπλη πολέμου καὶ ταραχῆς κατηγορήσομεν, ὅτι δὲ εἰς τὴν πολεμίαν ἀπέβαινε καὶ ἀντιμεθίστη τῇ Πελοποννήσῳ τὴν πολιορκίαν οὐ θήσομεν εἰς λόγον; ἀλλὰ τὰ μὴ πραχθέντα ἀντὶ τῶν πεπραγμένων ζητήσομεν; καὶ ὅτι μὴ νοσοῦντας μὲν οὐκ ἐξῆγεν οὐ συγγνωσόμεθα, ὅτι δὲ καὶ νοσοῦντας ἐξῆγεν οὐ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="143"><p>θαυμασόμεθα; ὅστις οὕτω καμνόντων ἡγεῖτο, ὡς οὐδʼ ἂν εἷς τῶν ἐρρωμένων καθαρῶς. οὕτω καὶ τῶν πολεμίων καὶ τῶν πολιτῶν καὶ τοῦ λοιμοῦ καὶ παντὸς ἦν κρείττων πράγματος. καίτοι σχολῇ γʼ ἂν Ἀθηναίους ἑαυτῶν ὄντας εἴασεν ἀργεῖν, ἢ ὑποκατακλίνεσθαί τισιν ἀνθρώπων, ὅστις οὐδὲ κάμνειν αὐτοῖς ἐπέτρεπεν, ἀλλʼ εἴς γε τὸν περὶ τῆς ἐλευθερίας ἀγῶνα καὶ τὸ μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν ἠξίου καὶ παρὰ τὴν ὑπάρχουσαν τύχην ἐρρῶσθαι. πρότερον δʼ ἔγωγʼ ἂν ᾤμην τὸν Μελέαγρον ὀφλῆσαι δειλίας ἢ Περικλέα, ὅν γε καὶ πρὶν γενέσθαι προσεῖπεν ἀπʼ αὐτῶν τῶν ἐναντιωτάτων ὁ θεὸς, προειπὼν αὐτοῦ τῇ μητρὶ λέοντα τέξεσθαι· ἡ δʼ ἐπὶ ταύτῃ τῇ ὄψει τίκτει Περικλέα. <pb xml:id="v.2.p.192"/>  ὥσθʼ ὅρα μὴ λέοντα ξυρεῖν ἐπιχειρῶμεν, οὐ Θρασύμαχον συκοφαντεῖν ἐπιχειροῦντες, ἀλλὰ κωμῳδεῖν Περικλέα, καὶ ταῦτα εἰς δειλίαν, ἔπειτʼ αὐτοὶ δόξωμεν ἀνδρειότεροι τοῦ δέοντος εἶναι τοῖς βουλομένοις ἀντικατηγορεῖν, καὶ φανῇ τι καὶ δειλίας, εἰ δὲ βούλει, σιωπῆς ἀκίνδυνον γέρας, ὥς τις τῶν Κείων ἔφη ποιητής.</p><p rend="align(indent)">ἀλλὰ γὰρ λίνον λίνῳ συνάπτει, φασίν. ὃς γὰρ ἐτόλμησεν εἰπεῖν ὅτι καὶ φιλαργύρους ἀπέφηνε Περικλῆς ἀνθρώπων καὶ οὑστινασοῦν τί τις ἂν λέγοι; νὴ Δία, πρῶτος γὰρ εἰς μισθοφορὰν κατέστησε τὰ πράγματα. ἐγὼ δὲ εἰμὶ μὲν οὐδʼ αὐτὸς τῶν ἐπαινούντων τὸ μισθοφορεῖν, καὶ τούτου σχεδὸν ἔργῳ πεῖραν ἐγὼ δεδωκέναι νομίζω. οὔκουν μέτεστί μοι τοῦ πράγματος οὐδὲν, ἀλλὰ καὶ τῶν λόγων προὔστην καθαρώτερον ἢ τῶν φόρων οἶμαι τὸν ὁμώνυμον, </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="144"><p> εἴ τι δεῖ καὶ νεανιεύσασθαι. ὁ μὲν γὰρ τὸ σύμμετρον τάξας ἑκάστοις οὕτως εὐδοκίμησεν, ἐγὼ δʼ οὔτε πλέον οὔτʼ ἔλαττον οὐδενὶ πώποτε· ἀλλʼ οὐδʼ ὅσαι διαδόσεις πρὸς <pb xml:id="v.2.p.193"/> οὐδεμίαν πώποτε ἀπήντησα, εἰ μή τις ἑκὼν ἔπεμψεν. ἀλλὰ καὶ τὴν Σωκράτους εἴτε χρὴ σοφίαν εἴτε φιλοσοφίαν λέγειν, ἢ καί τι ἄλλο, καὶ τοῦτʼ ἄγαμαι, τὸ μὴ καπηλεύειν μηδʼ ἐπὶ τοῖς βουλομένοις ὠνεῖσθαι ποιεῖν ἑαυτὸν, μηδʼ οὕτω σφόδρα φάσκειν ἑαυτὸν πεπαιδεῦσθαι ὥστε δουλείαν αὑτοῦ καταψηφίζεσθαι. ἐγὼ μὲν οὖν ὅπερ λέγω περὶ τούτων, οὕτω καὶ χαίρω τῇ μεγαλοπρεπείᾳ παντὸς μᾶλλον, ὥς γε ἐμαυτὸν πείθω· ὁρῶ δὲ ὅτι πολλὰ τῶν πόλεών ἐστιν ὥσπερ ἐφόλκια, οἷς ἀνάγκη συγχωρεῖν ὥσπερ ἐν σώματι. καὶ γὰρ τὰ σώματα καὶ τὰ χείριστα καὶ τὰ κάλλιστα ἀκούω ἐκ τῶν αὐτῶν κεκρᾶσθαι, τῷ δʼ ἢ πλείονος ἢ ἐλάττονος τούτων ἕκαστον μετέχειν, τούτῳ κρίνεσθαι τό τε χεῖρον καὶ τὸ βέλτιον. οὕτω δὴ καὶ τὰς πόλεις ἀνάγκη τῆς φύσεως τῆς ἀνθρωπείας ἀπολαύειν, κἂν ὡς βέλτιστα οἰκεῖσθαι δοκῶσιν. ἐπεὶ κἀν τῷδε τῷ παντὶ τοσούτων καλῶν καὶ τοσαύτης ἀγαθῆς τύχης μετειληφότι καὶ οὐδὲν ἔξω δήπουθεν αὑτοῦ λελοιπότι τῶν καλῶν πολλὰ ἂν εὕροις οἷς ἥκιστα ἂν ἡσθείης· ἀλλʼ οὐ κατηγορεῖς διὰ ταῦτα τοῦ παντὸς οὐδὲ τοῦ ποιήσαντος, οὐδὲ νομίζεις ἄλλον τινὰ δή που βελτίω γενέσθαι ποτʼ ἂν αὖθις δημιουργὸν τῶν ὅλων, ἀλλὰ δίδως τῇ φύσει ταῦτα ἐφειλκύσθαι καὶ οὐ πολυπραγμονεῖς. τί δὴ θαυμαστὸν εἰ καὶ Ἀθήνησί τι <pb xml:id="v.2.p.194"/>  τῶν πάντων οὕτως ἔσχεν ὥσπερ ἴσως ἄν που καὶ ἄλλοθι, καὶ συνεχώρησαν οἱ προεστῶτες ἅμα μὲν τὴν τῶν πολλῶν πενίαν καὶ χρείαν ἐπανορθούμενοι, διʼ ἣν οὐκ ἐλάχιστα τῶν ἁμαρτημάτων συμβαίνει, ἃ κωλύειν μᾶλλον οὕτως </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="145"><p> ἡγοῦντο, ἅμα δὲ εὐλαβούμενοι μή τι καὶ χεῖρον ἐξεργάσαιντο τῷ καθείργειν παντελῶς αὐτούς. τί γὰρ οὐκ ἦν προσδοκῆσαι ποιήσειν ἀνθρώπους τοσούτους τὸ πλῆθος καὶ οὕτως ὀξεῖς, καὶ χρημάτων τοσούτων παρόντων, εἰ μηδεὶς αὐτοῖς μετεδίδου τὰ μέτρια; ἆρʼ οὐ πάντʼ ἂν αὐτοῖς ἐπιχειρῆσαι λαβεῖν; ἔτι δὲ ὥσπερ ἐν τοῖς ἰδίοις οἴκοις πᾶς τις οἶμαι βούλεται τῶν προσόντων ἀπολαύειν, οὕτως οὐδὲν ἀπεικὸς καὶ πόλιν ἄλλως τε καὶ ἀρχὴν ἔχουσαν, ἐν οἷς οὐχ ὁ τὸ πᾶν κωλύων ἴσως βέλτιστος, ἀλλʼ ὅστις τοῦ μετρίου ποιεῖται λόγον. ἢ τί χρῆν ἢ φόρους ἔτι λαμβάνειν ἢ πράγματʼ ἔχειν, εἰ μηδὲν ἔμελλον ἀπʼ αὐτῶν κουφιεῖσθαι; ὥσθʼ ὅταν ταῦτα λέγῃς, οὐ τὸν μισθὸν ἐγκαλεῖς, ἀλλὰ τὴν ἀρχήν. ἐπεὶ ὅτι γε ἀναγκαῖον ἐν πόλει μισθὸς καὶ οὐκ ἔνεστι παρελθεῖν οὐδὲ τῷ σεμνοτάτῳ τὸ μὴ οὐκ ἐπιχορηγῆσαι καὶ φιλανθρωπεύσασθαι οὐδὲν δέομαι μαρτύρων πολλῶν, ἀλλʼ εἷς ὁ τῶν Ἑλλήνων ἄριστος ἐξαρκεῖ μοι. τίς οὗτος; αὐτὸς σύ. τῇ γὰρ εὐδαίμονί τε καὶ ἀγαθῇ πόλει—πῶς γὰρ οὐκ εὐδαίμων ἧς γε οἰκιστής ἐστι Πλάτων; —τοὺς φύλακας διδοὺς τάττεις μισθὸν αὐτοῖς δημοσίᾳ, ὡς οὔτʼ αὐτὸς αἰσχρὸν οὐδὲν συμβουλεύων οὔτʼ ἐκείνους ποιήσοντας οὐδετέρους, οὔτε τοὺς δώσειν οὔτε τοὺς λήψεσθαι μέλλοντας. εἰ δὲ μὴ ἀργύριον μηδὲ <pb xml:id="v.2.p.195"/> χρυσίον ὁ μισθός ἐστιν, ἀλλʼ ἕτερόν τι, ἕτερος λόγος οὗτος. πρὸς γὰρ τὰ σχήματα τῶν πολιτειῶν οἶμαι καὶ τοὺς μισθοὺς εἰκὸς εἶναι. οὐδὲ γὰρ εἰ Βυζάντιοι σιδήρῳ νομίζουσι, τούτου χάριν εἰσὶ δίκαιοι τῶν Ἑλλήνων καταγελᾶν, οὐδʼ ἧττόν τι δοκεῖν ἂν φέρειν μισθὸν, ὅτι οὐ χρυσίον οὐδὲ ἀργύριον φέρουσιν· οὐδέ γε εἰ Καρχηδόνιοι σκύτεσιν· εἰ μὴ κἄν τινες ἀργύριον φέρωσιν, ὅτι οὐ τὸ τιμιώτερον αὖ </p></div></div></body></text></TEI>