<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="136"><p>πολιορκίαν, οὐχ ἡσυχάζων, ἀλλʼ ἐκπλέων μέρει τινὶ τῶν νεῶν ἐπὶ Καρίας, καὶ μετὰ ταῦτʼ ἀπελθόντος αὐτοῦ θαρρήσαντας ἐπεξελθεῖν καὶ πλέον σχόντας τῶν ἐφορμούντων ἀναστρέψας αὖθις καθείργων ἕως παρεστήσατο, καὶ πάλιν Εὐβοέων ἀποστάντων ἄγων εἰς Εὔβοιαν Ἀθηναίους, καὶ Πελοποννησίων ἀγγελθέντων εἶναι Μεγαροῖ κομίζων αὖθις εἰς Μέγαρα κἀκ τῶν Μεγάρων πάλιν εἰς Εὔβοιαν, ἕως καὶ ταύτην κατεστρέψατο; τί δʼ ἄν τις λέγοι περίπλους Πελοποννήσου καὶ ἀποβάσεις πανταχοῖ τῆς πολεμίας καὶ πραγμάτων συνέχειαν οὐδεμιᾶς ἄλλης πόλεως εἰκάσαι; εἶτα τὸν οὕτως ὀξὺν καὶ ἄγρυπνον καὶ ἥδιστʼ ἂν εἶπον ὑπόπτερον τοῦτον ἢ αὐτὸν ἀργεῖν ἢ ἑτέρους ἐθίζειν ἐγὼ πεισθῶ; οὐκ ἄρʼ ἐπίστασθαι δόξω τῶν πραγμάτων οὐδὲν, ὅστις γε μὴ ὅτι Ἀθηναίοις, ἀλλʼ οὐδὲ τοῖς πολεμίοις ἀργεῖν ἐπέτρεπεν, ἀλλὰ κἀκείνους ἐποίησε μεταβαλεῖν τοὺς τρόπους, τοσαύτας ἀνάγκας αὐτοῖς περιίστη τοῦ κινεῖσθαι. καὶ τὸ <pb xml:id="v.2.p.184"/>  δικαίως προσῆν, ἔφη Δημοσθένης. ἀλλʼ ὅμως Πλάτων ᾐτιάσατο αὐτὸν ἀργοὺς καὶ δειλοὺς πεποιηκέναι. τί λέγεις, δειλοὺς Περικλῆς, ὦ θεοὶ, δειλοὺς, ὃς καὶ δημηγορῶν εὐθὺς ἐνθένδε ἤρξατο, τῆς μὲν γνώμης, ἔφη, τῆς αὐτῆς, ὦ Ἀθηναῖοι, ἀεὶ ἔχομαι, μὴ εἴκειν Πελοποννησίοις. ὃ τίς τῶν εἰς ἐκείνην τὴν ἡμέραν εἰσάπαξ εἰπεῖν ἐθάρρησεν; οἵ γε καὶ ἡνίκʼ ἔσωζον τὴν Ἑλλάδα, Λακεδαιμονίοις εἶξαν αὑτῶν. ὁ δʼ οὐδὲν προκαλυψάμενος, οὐδʼ ἀναμείνας, εἰ μή τι ἄλλο, τήν γʼ ἐκ τοῦ προοιμίου παραμυθίαν εὐθὺς ἐν ἀρχῇ τῶν λόγων μάλα ῥᾳδίως ἐξεῖπε τὸ δοκοῦν αὑτῷ, ὡς ἄν τις αὐτός τε κρείττων ἀξιῶν εἶναι τῶν ἀκουόντων κἀκείνους τῶν ἀνταγωνιστῶν. πότερʼ οὖν φοβεῖσθαι τοὺς πολεμίους καὶ ὑποχωρεῖν, ἢ θαρρεῖν καὶ ὑπερφρονεῖν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="137"><p>συνεθίζοντος τὴν φωνὴν εἶναι φῶμεν καὶ τὴν ἀνδρείαν αὐτόθεν δεικνύντος; ἐγὼ μὲν οὕτω μᾶλλον ἡγοῦμαι. εἰ μὲν γὰρ ἢ τὸν πόλεμον κεκινηκέναι, ἢ πραγμάτων αἴτιον αὐτὸν γεγενῆσθαι, ἤ τι τῶν τοιούτων ᾐτιᾶτο, ἀληθῆ μὲν οὐδʼ οὕτως—ὕστερον γοῦν ἅπαντες συνεχώρησαν μὴ ἐκεῖθεν λελύσθαι τὰς σπονδὰς—εἰρημένα δʼ ἂν καὶ ὑπʼ ἄλλων ἐδόκει λέγειν. νῦν δὲ πῶς ἔνεστι κατηγορεῖν δειλίαν, οὗ τἀναντία ἤδη τινὲς ᾐτιάσαντο; ἃ γοῦν τῆς Ἀριστοφάνους κωμῳδίας παρεθέμεθα ἀρτίως ἐκείνως ἔχοντα, λέγω τὸ, <quote rend="blockquote">ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα,<l/> ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους, <pb xml:id="v.2.p.185"/> <l/>ὡς χρὴ Μεγαρέας·</quote> ταῦτα οὐ δειλίαν αἰτιώμενά ἐστιν ἐκείνου, ἀλλʼ ἴσμεν ἅ γε αἰτιᾶται, ὧν ὄντων μὲν ἀληθῶν τά γʼ ἐναντία ψευδῆ· εἰ δὲ μηδὲ ἐκείνων προσήκει τῷ Περικλεῖ μηδὲν τῶν ἐγκλημάτων, ἀλλὰ καὶ δίκαια καὶ ἀναγκαῖα ἐβουλεύσατο ὑπὲρ τῶν πραγμάτων, πῶς οὐχ ἅμα τε αἰτίας ἀφεῖσθαι καὶ πάσης εὐφημίας δίκαιος τυγχάνειν ἐστίν; ἆρʼ οὖν πρὸς μὲν Λακεδαιμονίους μόνους οὕτως εἶχε τὴν γνώμην ὡς ἄν τις ἰδίᾳ φιλονεικῶν, πρὸς δὲ τοὺς ἄλλους ὑφειμένως; ὅστις ἠξίου μὲν αὐτοῖς ὁρμητήριον ἀποχρῶν εἶναι τὸν Πειραιᾶ, θαυμάζειν δὲ οὐκ εἴα οὔτε βασιλέα οὔτʼ ἄλλον τῶν πάντων οὐδένα, ἀπέφαινε δὲ τὴν ἰσχὺν αὐτοῖς ἐξ ἡμισείας οὖσαν πρὸς τοὺς ἄλλους ἅπαντας ἀνθρώπους, ὡς τοὺς μὲν ἄλλους ἄλλοθι κρατεῖν, τῆς δὲ θαλάττης αὐτοὺς πανταχοῦ. καίτοι ταῦτα πότερον ἀργίαν καὶ δειλίαν καὶ ἀνανδρείαν καὶ ταπεινότητα καὶ νωθείαν εἰσάγοντος εἰς τὴν πόλιν καὶ τὰς ψυχὰς αὐτῶν ἦν, ἢ δέδοικα μή τι καὶ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="138"><p> ἀλλοῖον εἴπῃ τις, πλήν γε ὅσον οὐκ ὀρθῶς ἐρεῖ. ὥσπερ τοίνυν φῂς ἐκεῖνα ἀκούειν λεγόντων εἰς Περικλέα, οὕτως ἀντάκουε καὶ τῶν τἀληθῆ περὶ ἐκείνου λεγόντων καὶ οἷς οὐδεὶς ἀντεῖπεν εἰς τήνδε τὴν ἡμέραν, ἐπειδή γε καὶ αὐτὸς φῂς οὐκ ἀπὸ τῆς σεαυτοῦ γνώμης κατηγορεῖν, ἀλλʼ ἀκοήν. <pb xml:id="v.2.p.186"/>  ταῦτά γε ὁ Κρὴς δὴ τὸν πόντον, φήσει τις. ἐπειδὴ τοίνυν ἐκεῖνα μὲν ἀξιοῖς ἀκούειν, ταῦτα δʼ οὐ βούλει, φέρε ἐγώ σοι καὶ ἕτερα μείζω τούτων ἔτι καὶ τελεώτερα ἐπιδείξω τῆς Περικλέους ἀνδρείας καὶ ῥώμης καὶ φιλοτιμίας σημεῖα, κἂν σὺ δείξῃς ἐνοῦσαν ὑπερβολὴν, ἅπαντʼ ἔστω λῆρος τὰ παρʼ ἡμῶν. νὴ Δίʼ, εἴποι γὰρ ἄν τις ὡς οὐδὲν μέγα οὐδʼ ἱκανὸν τὸ πρὸ τοῦ πολέμου θρασύνεσθαι. ἀλλʼ ἐκεῖνός γε καὶ τὰς πρεσβείας ἠξίου κατὰ χώραν ἱδρυμένων Πελοποννησίων δέχεσθαι τῇ πόλει, ἐξεστρατευμένων δὲ μὴ καὶ τὸν Μελήσιππον προπεμψάντων. οὕτω σφόδρα δειλὸς ἦν, ἐπειδὴ προσάγειν τοὺς πολεμίους ἐπύθετο, ὥστε ἔργῳ τὰς ἀποκρίσεις ἔδωκεν αὐτῷ περὶ ἁπάντων, παραδοὺς τοῖς ἄξουσιν αὑτὸν ἔξω τῆς χώρας. καὶ τὸ δὴ πάντων ἔσχατον καὶ μέγιστον ἀκοῦσαι, μὴ ὅτι μιμήσασθαι· παρόντος μὲν ἤδη τοῦ πολέμου καὶ συνεστηκότος, τῆς νόσου δʼ ἐπικειμένης, καὶ τῆς μὲν γῆς δῃουμένης, τῶν δὲ ἀνθρώπων ὁσημέραι φθειρομένων καὶ τοσούτων ἤδη κειμένων ὅσων καὶ πολλοστὸν μέρος ἐξέπληξεν ἂν τοὺς πολεμίους, εἰ παρʼ ἐκείνοις ἡ συμφορὰ συνέβη, καὶ διὰ ταῦτα δὴ πάντα ἀθύμως καὶ δυσχερῶς ἔχοντας ὁρῶν τοὺς πολλοὺς καὶ περὶ ὧν μὲν ἐψηφίσαντο μετεγνωκότας, ἐπικηρυκεύεσθαι δὲ ἀξιοῦντας Λακεδαιμονίοις καὶ ἑτέρους ὑπὸ τῶν κακῶν γεγενημένους οὐδὲν μᾶλλον ἀνῆκεν, οὐδʼ ἐξέστη τῆς ἀρχαίας γνώμης, οὐδὲ ἐστράφη τὴν ψυχὴν ὑπὸ τῶν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="139"><p>συμφορῶν, ἀλλὰ καίπερ τοσοῦτον τῶν ἄλλων τοῖς δεινοῖς πλεονεκτῶν ὥσθʼ οἱ μὲν ἄλλοι τοῖς παροῦσι τούτοις ἠθύμουν, ὁ δὲ καὶ τοῦτʼ αὐτὸ προσειλήφει μεῖζον τὸ τοὺς πολίτας <pb xml:id="v.2.p.187"/>  οὕτως ἔχοντας ὁρᾶν, ὥστʼ ἀπόρους εἶναι χρῆσθαι, καὶ ταῦτα οὐχ ὅσον τοῖς πολεμίοις ὑποπεπτωκέναι, ἀλλὰ κἀκείνῳ δυσμεναίνειν ὡς τῶν παρόντων πραγμάτων αἰτίῳ· πρὸς δυοῖν τοῖν ἀπὸ τῆς τύχης, τῷ πολέμῳ καὶ τῇ νόσῳ, δύο ταῦτα προσειληφότας ὁρῶν αὐτοὺς, λύπην καὶ παροξυσμὸν εἰς αὐτὸν, ἐν μέσοις τοῖς δεινοῖς ἐμβεβηκὼς καὶ πανταχόθεν μεμονωμένος ὡς εἰπεῖν, οὐκ ἔδεισεν οὐδʼ ὑπεχώρησεν, οὐδʼ ὥσπερ χροιὰν τὴν γνώμην μετέβαλε, τοῖς τε πολίταις ὁμοῦ καὶ τοῖς πολεμίοις ἀντιτεταγμένος· ἀλλʼ ὥσπερ ἂν ἄλλο τι μάθημα διδάσκων αὐτοὺς, κατὰ ταὐτὰ ἃ καὶ πρότερον διεξῄει, καὶ οὐ διέφθειρε τὰ δόγματα ἐπὶ τῶν κινδύνων, οὐδʼ ἐπὶ τῆς ἐξουσίας ἐφιλοσόφησε μόνον, ἀλλʼ ὡς περὶ ἀριθμῶν ἢ μέτρων ἐρωτηθεὶς ταυτὸν ἂν ἀπεκρίνατο καὶ ὕστερον καὶ πρότερον, οὕτω καὶ τότε τὰς αὐτὰς ἠφίει φωνὰς ὑπὲρ τῶν ὅλων πραγμάτων, οὔτε τοῖς δεινοῖς εἴκειν ἀξιῶν οὔθʼ αὑτῷ μέμφεσθαι, αἰσχύνεσθαί τε ὑπὲρ αὑτῶν ἑτέρων ἅμα τοῖς καιροῖς γεγονότων. ὥστʼ ἔμοιγε καὶ τὸν Αἴαντα τὸν πρὸ τῶν νεῶν μαχόμενον καὶ βοῶντα ἐν κουφοτέροις καὶ ῥᾴοσιν εἶναι δοκεῖν. τῷ μὲν γὰρ πρὸς τοὺς Τρῶας ἦν μόνον ἡ μάχη, τὰ δὲ τῶν οἰκείων εὐμενῆ δήπουθεν ὑπῆρχε, τῷ δʼ οὐχ ἧττον πονήρως εἶχε τῶν ἔξω τὰ ἔνδον καὶ πλείων ἦν ὁ φόβος τῶν πολιτῶν ἢ τῶν πολεμίων. ἐν οἷς ἔδειξεν οὐ τοῖς ὀψοποιοῖς ἐοικὼς οὐδὲν Περικλῆς, ἀλλὰ τοῖς ἄκροις τῶν Ἑλλήνων. ὥστʼ ἐμοὶ μὲν, ὅταν βλέψω πρὸς ταύτας τὰς ἀπορίας καὶ <pb xml:id="v.2.p.188"/>  τὸν ὄχλον τῶν πραγμάτων αὐτοῦ, κυβερνήτου τινὸς ἔννοιαν παρίστασθαι περικλυζομένης αὐτῷ τῆς νεὼς καὶ τῶν νεφῶν καταρρηγνυμένων ἐπὶ τῶν οἰάκων μένοντος καὶ οὐ μεθιέντος, καὶ πρός γʼ ἔτι τῶν ἐμπλεόντων ἀπειλούντων καὶ ἑτοίμων ὄντων διασπάσασθαι, κατέχοντος καὶ νουθετοῦντος καὶ ἅμα ὑπέρ τε τοῦ σκάφους ἀγωνιζομένου καὶ πρὸς τοὺς ἐν τῷ σκάφει.</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="140"><p rend="align(indent)">πόθεν οὖν ἔτι χρὴ τὴν ἀνδρείαν θεωρῆσαι; εἴτε γὰρ ἐκ τῶν ἔργων εἴτʼ ἀπὸ τῶν λόγων ὁρῶμεν τὸν ἄνδρα, πῶς ἄν τις μᾶλλον ἔδειξε παντὸς ἀφεστὼς δέους, ἢ πῶς ἄμεινον πρὸς εὐψυχίαν αὐτός τε πεφυκὼς καὶ τοὺς ἄλλους ἄγων, ὅστις οὔτʼ ἐκείνους ἠξίου φόβῳ τῶν πολεμίων προέσθαι τὰ γνωσθέντα ἐξ ἀρχῆς οὔτʼ αὐτὸς ἐκείνων φόβῳ τοὺς ὑπὲρ τῶν δικαίων λόγους ἐγκαταλιπεῖν; εἰ δὲ λέγεις ὅτι οὐκ ἐπεξῆγε, σκόπει μὴ οὐδεὶς τῶν στρατηγικῶν ταῦτʼ ἀποδέξηται τὰ ἐγκλήματα. οὔτε γὰρ ἐν παντὶ καιρῷ οὔτʼ ἐν ἅπαντι δή που χωρίῳ συμφαῖεν ἂν, ἀρχὴν δʼ οὐ μάχεσθαι χρῆναι πάντως τόν γε δὴ χρηστὸν στρατηγὸν, ἀλλὰ μάλιστα μὲν ἥκιστα κινδυνεύειν καὶ τοῖς βουλεύμασι μᾶλλον ἢ ταῖς χερσὶ πολεμεῖν, ὥσπερ καὶ Λακεδαιμονίοις ἐπιχώριον εἶναι δοκεῖ· εἰ δʼ αὖ καὶ μάχης δεήσειεν, ἄμεινον μετὰ συμμάχων ἐθέλειν ἢ μόνους καὶ μετὰ πλειόνων ἢ μετʼ ἐλαττόνων καὶ μετὰ κρειττόνων ἢ μετὰ χειρόνων, <pb xml:id="v.2.p.189"/>  εἰς ὅσον ἂν περιῇ τινί. εἰς ἀνάγκην μὲν γὰρ καταστάντας οὐκ εἰκὸς ἀκριβῶς λογίζεσθαι, ἕως δέ τίς ἐστι κύριος γνώμης, ἄνοια πολλὴ καὶ δυστυχία τῆς ἀσφαλείας ἀφέμενον ὃ τοῖς πολεμίοις συνοίσει, τοῦτʼ ἐξεπίτηδες αἱρεῖσθαι. ἐκείνοις γὰρ ἂν ἤδη στρατηγοίη καὶ γίγνοιτʼ ἂν αὐτοῖς ἀντὶ τοῦ παρʼ αὐτοῖς ἡγουμένου. μὴ δὴ τοῦτο λέγωμεν ὡς οὐκ ἐξῆγεν, ἀλλʼ εἰ προσῆκον ἐξάγειν καὶ μάχεσθαι παρεώρα, τοῦτο σκοπῶμεν, ἐπεὶ καὶ Λακεδαιμονίους ἀκούομεν δή που προσκειμένων αὐτοῖς ποτὲ Θηβαίων καὶ κελευόντων ἐξιέναι καὶ μάχεσθαι ἢ χείρους ὁμολογεῖν εἶναι σφῶν, ἀποκρίνασθαι περὶ μὲν τοῦ πότεροι βελτίους τὰς πράξεις κρίνειν τὰς ὑπὲρ τῶν Ἑλλήνων ἑκατέροις πεπραγμένας, μαχεῖσθαι δὲ οὐκ ἐν τῷ τῶν πολεμίων καιρῷ οὐδʼ ὅτʼ ἐκεῖνοι κελεύουσιν, ἀλλʼ ἡνίκʼ ἂν αὐτοῖς δοκῇ, </p></div></div></body></text></TEI>