<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="131"><p> πρῶτον αὐτὸν εἶναι φῇ. καὶ οὗτος ὁ μάρτυς, ὦ χρηστὲ, τῶν Ἀντιφῶντος ἑταίρων ἐστὶ καὶ ἅμα ὡς τὸ εἰκὸς καὶ ἐφʼ ἑαυτῷ τι φρονῶν, ἀλλʼ ὅμως ἀποδίδωσιν ἐκείνῳ τὰ πρέποντα. ἦ που σοί γε τῷ τὴν Ἀσπασίαν ἐπαινοῦντι πρὸ <pb xml:id="v.2.p.177"/>  τοῦ Ἀντιφῶντος συγχωρητέον ταῦτα. καὶ τί δεῖ Θουκυδίδου λοιπόν; ἥκει γὰρ πρὸς τοὔσχατον τῆς μαρτυρίας ὁ λόγος. αὐτὸς γάρ ἐστι Πλάτων ἡμῖν ὁ τὴν Ἀσπασίαν ὑμνῶν ὡς διδάσκαλον θαυμαστὴν ῥητορικῆς, καταφεύγων ἐπὶ τὸν Περικλέα καὶ διʼ ἐκείνου πιστούμενος καὶ διαρρήδην γε οὑτωσὶ διαφέροντα τῶν Ἑλλήνων αὐτὸν προσειρηκώς· τοσοῦτον φαίνεται τῷ Περικλεῖ νέμων εἰς λόγους. καίτοι οὐ δή που τοῦ μὲν Ἀσπασίᾳ μετεῖναι λόγων σημεῖον ἦν Περικλῆς οὕτω λέγων, τῆς δʼ αὐτοῦ Περικλέους δυνάμεως ἑτέρωθεν χρὴ τὸ σύμβολον ζητεῖν· οὐδέ γε ὑπὲρ μὲν Ἀσπασίας διαφέροντα τῶν Ἑλλήνων αὐτὸν ἔδει προσειπεῖν, τῷ δὲ καθʼ αὑτὸν πράγματι μηδενὸς βελτίω τῶν πολλῶν. καὶ οὐκ ἐνταῦθα μόνον ταῦτʼ εἴρηκε περὶ τοῦ ἀνδρὸς, ἀλλὰ καὶ ἑτέρωθι εἰκότως φησὶ τέλεον τὸν Περικλέα τὴν ῥητορικὴν γενέσθαι συγγενόμενον Ἀναξαγόρᾳ. ἀλλὰ μή πω πᾶν τοῦτο. ἀλλʼ ὅτι γε ὡμολόγηκε τέλεον γενέσθαι κατὰ τοὺς λόγους δῆλον. πῶς ἂν οὖν ὁ τοσοῦτον ὑπερέχων καὶ μόνος πᾶσι τοῖς κριταῖς νικῶν τὴν τοῦ φλυαρεῖν εἰκῆ καὶ παρὰ καιρὸν Ἀθηναίους ἀνεῖναι φέροιτʼ ἂν δόξαν; ἐγὼ μὲν γὰρ τοὐναντίον ἡγοῦμαι, σιωπῆς αἴτιον αὐτὸν πλείονος ἢ προπετείας καταστῆναι. ἴσμεν γοῦν ὅτι κἀν ταῖς ἄλλαις δή που δυνάμεσιν οὗ μὲν πολλοὶ παραπλήσιοι καὶ ἐφάμιλλοι πρὸς ἀλλήλους, πολλὰ τὰ πράγματα καὶ πλείων ἡ ἔρις, ἐπειδὰν δέ τις εἷς ὑπέρσχῃ λαμπρῶς, ἅπαντες ἤδη συγκεχωρήκασιν. οὕτω δὴ καὶ <pb xml:id="v.2.p.178"/>  </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="132"><p>λέγειν ἐπειδάν τις εἷς ἄκρος ἐγγένηται, στέργειν ἀνάγκη τοὺς πλείους καὶ μὴ πολυπραγμονεῖν, ἀλλʼ ὡς οἷόν τε μάλιστα εὐλαβεῖς καὶ κοσμίους εἶναι περὶ τοὺς λόγους. οὐ γὰρ ἂν ᾧ γέ τίς ἐστι βέλτιστος, τούτῳ χείρους ἀπεργάζοιτο, ἄλλως τε καὶ πρὸς αὐτὰ ταῦτα ἃ βέλτιστός ἐστιν. ὥσπερ γὰρ ἐν τοῖς κατὰ τὸν βίον πράγμασιν ὅστις ἑαυτὸν κόσμιον παρέχει καὶ σώφρονα καὶ τοῖς πᾶσιν εὔτακτον, οὐδʼ ἂν εἷς εἴποι δή που τοῦτον ὡς ταύτῃ διαφθείρει τοὺς ἐντυγχάνοντας, ὅτι μὴ καὶ τοῦ σωφρονεῖν παράδειγμα πάντες ἂν αὐτὸν εἶναι φαῖμεν, εἴπερ αὐτοὶ μέλλομεν δόξειν σωφρονεῖν, οὕτω κἀν τοῖς λόγοις ὅστις τὴν τοῦ καλοῦ καὶ πρέποντος φυλακὴν ἔχει καὶ μηδαμοῦ παρορᾷ τὸ βέλτιον, μηδʼ ἀμελεῖ τοῦ περὶ ταῦτα κόσμου, τὸ σὸν, ὦ Πλάτων, ποιεῖ, τό γε σύμπαν τοῦτο ὡς κόσμος ἐκλήθη λογιζόμενος, ἀλλʼ οὐχὶ ἀκοσμία οὐδʼ ἀταξία οὐδὲ τῶν περὶ ταῦτα ὀνομάτων οὐδέν. καὶ τοὺς κρείττους εἰς ὅσον οἷόν τʼ ἐστὶν ἐν τοῖς αὑτοῦ μιμούμενος. οὐκ ἂν οὖν εἴη φλυαρίας αἴτιος, οὐδʼ ἡγεμὼν, οὐδʼ ἀταξίας, οὐδὲ τῶν αἰσχρῶν οὐδενὸς, οὐ μᾶλλόν γε ἢ τὸν γυμναστὴν ἐθίζειν ἀμελεῖν τοῦ σώματός ἐστʼ εἰπεῖν ᾧ γε ὅπως τὸ σῶμα καλῶς ἕξει μέλειν ὁ σοφὸς Πλάτων φησίν. ἐὰν δὲ δή τις καὶ τὸν βίον ἐξ ἴσου τοῖς λόγοις καταστήσῃ καὶ μὴ μόνον λέγων εἰς κάλλος, ἀλλὰ καὶ ζῶν ᾖ φανερὸς, πῶς οὗτος ἐθίζει λαλεῖν ἢ <pb xml:id="v.2.p.179"/>  καὶ ἄλλʼ ὁτιοῦν ποιεῖν ἄνευ τῆς τοῦ βελτίονος μοίρας; ἐγὼ μὲν οὐκ ἔχω πεισθῆναι. ἀλλὰ δυοῖν ἔμελλον, οἶμαι, θάτερον οἱ τότʼ ἐκείνῳ συνόντες ἢ ζηλώσαντες αὐτοῦ τὴν δύναμιν, χρηστόν τι καὶ παραπλήσιον κατὰ τοὺς λόγους ἐπιτηδεύειν, καὶ ὅσῳ μᾶλλον ἐτίμων κἀκεῖνον καὶ τοὺς λόγους, τοσούτῳ κοσμιώτερον καὶ σωφρονέστερον αὑτῶν ἕξεσθαι καὶ πάσης παρανομίας ἀφέξεσθαι, ἢ καὶ παντάπασιν ἀπογνόντες καὶ νομίσαντες κρεῖττον ἢ καθʼ αὑτοὺς εἶναι τὸ πρᾶγμα τὴν ἡσυχίαν σχήσειν καθαρῶς, ὡς τὸ μὲν εἶναι ῥήτορα τοῦτο ὂν, ὅπερ ἦν ὁ Περικλῆς, αὐτοῖς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="133"><p> δʼ οὐκ ἐξ ἴσου τὴν τύχην οὖσαν. ὥστε καὶ οὕτως κἀκείνως ἥκιστα ἔμελλον ἔσεσθαι λάλοι.</p><p rend="align(indent)">ὁρῶ δέ τοι καὶ περὶ τὴν τραγῳδίαν Αἰσχύλον μὲν αἰτίαν οὐ σχόντα ὡς εἰσαγάγοι λαλιὰν, οὐδὲ τὸν ἥδιστον εἰπεῖν Σοφοκλέα οὐδαμοῦ ταῦτʼ ἀκούσαντα ὡς ἐπῆρεν Ἀθηναίους λαλεῖν, ὅτι, οἶμαι, τῆς σεμνότητος ὡς οἷόν τε μάλιστα ἀντείχοντο καὶ κρείττονα ἢ κατὰ τοὺς πολλοὺς τὰ ἤθη παρείχοντο· Εὐριπίδην δὲ λαλεῖν αὐτοὺς ἐθίσαι καταιτιαθέντα, ἀφελεῖν τι δόξαντα τοῦ βάρους καὶ τῶν καιρῶν, καὶ μετʼ ἐκεῖνον αὖ πλεῖν ἢ σταδίῳ λαλίστερα Ἀριστοφάνης μειράκια γενέσθαι φησὶν, ἅτʼ, οἶμαι, τοσοῦτον Εὐριπίδου λειπόμενα κατὰ τὴν ποίησιν. τοῦ γὰρ κόσμου κατὰ μικρὸν ὑπορρέοντος εἰς τοῦτο ἔδει τὸ ἁμάρτημα κατενεχθῆναι καὶ δοκεῖν λαλεῖν μᾶλλον ἢ ποιεῖν. <pb xml:id="v.2.p.180"/>  οὕτω δὴ καὶ περὶ τοὺς λόγους τοὺς πολιτικοὺς οὐχ ὁ σεμνότατος οὐδʼ ᾧ τῶν ῥημάτων ὁ νοῦς ἡγεῖτο, οὐδʼ ὃς ἄνευ μὲν φρονήματος οὐκ ᾤετο δεῖν λέγειν, τὸ φρόνημα δʼ ἐξ ἁπάντων ὧν ἑαυτῷ συνῄδει δικαίως ἐκέκτητο, οὐχ οὗτος ἦν ὁ λάλους ἀντὶ κοσμίων ποιήσας, ἀλλὰ οὗτος ὁ κωλύων εἶναι λάλους τὸ καθʼ αὑτόν. οὔκουν ὅ γε Ὀδυσσεὺς οὐδὲ ὁ Νέστωρ αἰτίαν ἔσχον ὡς διαφθείροντες τῶν Ἀχαιῶν τὸ στρατόπεδον, ἀλλʼ ὁ Θερσίτης μᾶλλον, <quote rend="blockquote">ὅς ῥʼ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδει <l/> μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσι.</quote> διὸ καὶ κατεῖχεν αὐτὸν ὁ τῷ Περικλεῖ προσόμοιος ῥήτωρ καὶ οὐκ εἴα λαλεῖν. σὺ δὲ ποιεῖς παραπλήσιον ὥσπερ ἂν εἴ τις τὸν Ὀδυσσέα τότε ᾐτιᾶτο θόρυβον ἐν τῷ στρατοπέδῳ ποιεῖν, ὃς τοὺς ἄλλους τοῦ θορυβεῖν ἔπαυεν· ὥσπερ ἂν εἰ καὶ τὸν Ἡρακλέα φαίης τοὺς ἀνθρώπους ἐθίζειν αὐθάδεις εἶναι καὶ θρασεῖς, ὅτι τοῖς τόξοις καὶ τῷ ῥοπάλῳ περιῄει χρώμενος, τοὐναντίον γε πᾶν ἐθίζων, ὦ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="134"><p> χρηστὲ, πάντας κοσμίους εἶναι καὶ τοῖς νόμοις ἐμμένειν, καὶ χρῆσθαί γε τοῖς ὀργάνοις τούτοις ὥσπερ ἐκεῖνον ἑώρων μετὰ παντὸς τοῦ βελτίονος. οὕτω καὶ Περικλεῖ μοί τις ἂν ἐγκαλέσαι δοκεῖ λάλους ποιεῖν· ὃς τοσοῦτον ἅπαντας καθεῖργεν ὥστε σιωπᾶν καὶ ἄκοντας αὐτῷ· καὶ τοσοῦτον ἀπεῖχε τοῦ τὸ πλῆθος ἐπαίρειν ὥστε καὶ τοὺς ῥήτορας ἡσυχίαν ἔχοντας ὡς τὰ πολλὰ παρείχετο. ὥστε εἰ μὴ καθʼ Ἡρακλέα, κατὰ γοῦν τὸν Ἰόλεων ἦν ἐπικάων, ὡς τὸ τοῦ κωμικοῦ ῥῆμα, τὰς κεφαλὰς τῶν πλειόνων. εἶτα λέγεις ὡς λάλους Ἀθηναίους Περικλῆς ἐποίησεν; ὥσπερ ἂν εἴ τις τὸν διδάσκαλον αἰτιῷτο τοὺς παῖδας λάλους ποιεῖν, ὅτι αὐτοῖς ἅπαντα ἐξηγεῖται. καὶ μὴν ὅ γε αὐτὸς οὗτος οὐδὲ <pb xml:id="v.2.p.181"/>  φθέγγεσθαί ποτε αὐτοὺς εἴα, ἀλλὰ καὶ τῶν λόγων αὐτῶν μέρος ἦν αὐτῷ τὸ τὴν ἡσυχίαν ἄγειν εἰδέναι προστάττειν. οὐδὲ γὰρ Σωκράτη φαίην ἂν ἔγωγε ὡς ἐποίησεν Ἀθηναίους λάλους καὶ φιλονείκους, ὅτι πλεῖστα Ἀθηναίων ἐπὶ τῶν τραπεζῶν καὶ τῶν ἐργαστηρίων διελέγετο καὶ πρὸς τοὺς ἀστοὺς καὶ πρὸς τοὺς ξένους· οὐδʼ εἰς τοῦτον τὸ τοῦ Ἡσιόδου φέρειν, ἐπιτιμῶντος καὶ διακωλύοντος, <quote rend="blockquote">πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην· </quote> ἀλλὰ καὶ τοῖς χαλκείοις ἂν αὐτὸν καὶ τοῖς ἄλλοις ἐργαστηρίοις θαρρούντως κελεύειν προσιέναι, οὗ τι μέλλουσι τοιοῦτον ἀκούσεσθαι ἢ τῶν νέων ἢ τῶν πρεσβυτέρων τινές. οὐ γὰρ ἂν εἴη φλυαρεῖν ἐθίζεσθαι τὸ τί τῶν χρησίμων ἀκούειν, ὥσπερ γε καὶ αὐτοῦ τοῦ Ἡσιόδου ταῦτα συμβουλεύοντος ἀκούοντες οὐκ ἀπολλύναι τὸν χρόνον ἡγούμεθα οὐδὲ χείρους γίγνεσθαι. εἰ δέ τινες Σωκράτους ἢ Περικλέους ἀκούοντες, εἶτα τῆς ἐκείνων δυνάμεως ἐπιθυμήσαντες κακῶς ἐμιμήσαντο, οὐ τοῦτό γε ἐκείνων αἴτιον. ἐκεῖνοι μὲν γὰρ τοῖς ἀκούουσι λέγοντες τὰ βέλτιστα οὕτως ἐπεδείκνυντο τὴν δύναμιν, οἱ δʼ ἁμαρτόντες τοῦ κεφαλαίου καὶ πρὸς οὐδὲν χρήσιμον τοὺς λόγους ἀναλίσκοντες εἰκότως ἂν τὴν μέμψιν φέροιντο καὶ οὐδὲ ταυτὸν ἂν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="135"><p> ἐκείνοις, οἶμαι, δοκοῖεν ποιεῖν, ἀλλʼ αὐτὰ τὰ ἐναντιώτατα, ὥσπερ οἱ παρὰ τοὺς νόμους γράφοντες, νόμους δὲ ὅμως <pb xml:id="v.2.p.182"/>  ὄνομα οἷς γράφουσι τιθέμενοι. Περικλῆς τοίνυν κάλλιστον νόμον περὶ δημηγοριῶν ἔθηκε, μηδαμοῦ τῆς σεμνότητος ὑφίεσθαι. πῶς οὖν τῆς περὶ ταῦτα ὀλιγωρίας αἴτιος; ἀλλὰ μὴν ὡς αὐτό γε οὐκ ἄτιμον τὸ δύνασθαι λέγειν οὐδʼ εἰς ὄνειδος φέρον, οὐδὲ κατηγορίας ἄξιον, οὐδέ γε συγγνώμης, ἀλλά τινος κρείττονος, αἰσχυνοίμην ἂν τοὺς λογίους θεοὺς, εἰ ζητοίην ἀποδεικνύναι, πλήν γε τοσοῦτον ἂν εἴποιμι, — ἐμοὶ γὰρ εἴη εἴ τις ἄλλος δυσχεραίνει καὶ τρέποιτο ἅπαν εἰς ἐμὲ, καὶ οὐ μέμψομαι τῷ δαίμονι—ὡς ἐγὼ δεξαίμην ἂν δύνασθαι λέγειν μετὰ χρηστοῦ βίου καὶ σώφρονος εἰς ὅσον οἷόν τε κάλλιστα ἀνθρώπων μᾶλλον ἢ μυριάκις Δαρεῖος ὁ Ὑστάσπου γενέσθαι· καὶ μικρά μοι πάνθʼ ὡς ἀληθῶς πρὸς τοῦτʼ ἤδη φαίνεται. οἶδα δὲ καὶ τὰ Πλάτωνος πράγματα, εἰ μὴ τετυφώμεθα, οὐδὲν ἄλλο σχεδὸν ὄντα ἢ λόγους, καὶ συγχαίρω τῆς λέξεως αὐτῷ, κἄν με προσπαίζων οὑτωσὶ πείθῃ, μὴ πάνυ τούτου φροντίζειν, οὐ πάνυ πείσομαι, ἀλλʼ εἴσομαι σφόδρα σπουδάζοντα, καὶ τηνικαῦτα μάλιστα ἡνίκʼ ἂν ὡς παίζων λέγῃ. ὥστε τὸν οἴκοι θησαυρὸν διαβάλλοιμεν ἂν εἰ ταῦτα διασύροιμεν. ἀλλʼ ὑπὲρ μὲν τούτων οὐδὲ λέγειν ἄξιον, ἀλλὰ τοσούτῳ ἧττον ὅσῳπερ ἂν ᾖ κρεῖττον τὸ δύνασθαι λέγειν. εἶεν. ἀργοὺς δὲ δὴ πῶς ἡμῖν ἐποίησεν Ἀθηναίους <pb xml:id="v.2.p.183"/> Περικλῆς; ἢ σὺ λίαν ἐνεργοὺς ἡμᾶς ποιήσεις, ἀναγκάζων πρὸς ἕκαστον τῶν εἰρημένων ἀποκρίνεσθαι, οὐχ οὗτός ἐστιν ὁ πανταχοῖ κομίζων ἐκείνους, οὐχ οὗτος ὁ μηδαμοῦ καθεύδειν ἐῶν, ἐπὶ μὲν Σάμῳ δέκατος αὐτὸς στρατηγῶν, ἀποκρύψας τοὺς ἄλλους ἅπαντας στρατηγοὺς καὶ δείξας ὄνομα ἄλλως ὄντας, καὶ τοὺς Σαμίους καταστήσας εἰς </p></div></div></body></text></TEI>