ἰδίοις, ἀλλὰ κἀν τοῖς κοινοῖς. ὅσον τε γὰρ χρόνον ἐν τῇ εἰρήνῃ προὔστη, μετρίως ἐξηγεῖτο, φησὶν ὁ τἀκείνου καλῶς εἰδὼς—τοῦτο δʼ ἐστὶν ἐναντίον τοῦ βιαίως καὶ πλεονεκτικῶς, ὧν σὺ κατηγορεῖς—ἐπειδή τε ὁ πόλεμος συνέστη, μόνος ᾔδει τί πράττουσιν ὑπάρχει σωθῆναι. οὐκοῦν τῷ μὲν ἅπαντος κέρδους κρείττω παρέχειν ἑαυτὸν δικαιοσύνην ἀσκῶν δῆλος ἦν, τῷ δὲ τὸν ἐν τάξει βίον ἀντὶ τοῦ πρὸς ἡδονὴν προῃρῆσθαι σωφροσύνης πίστιν παρείχετο ἐμφανῆ, καὶ μὴν ἀνδρείας γε ἐν οἷς οὐ πρὸς χάριν οὐδʼ ὑποπεπτωκὼς, ἀλλʼ ὡς οἷόν τε μάλιστα ἐλευθέρως ὡμίλει τῷ δήμῳ. μόνος τοίνυν καὶ τὰ μέλλοντα ἔσεσθαι προειδὼς καὶ τοῖς παροῦσι χρήσασθαι δυνηθεὶς πῶς οὐκ ἂν σοφίας δικαίως δόξαν φέροιτο τῆς γέ που χρησιμωτάτης, εἴ τις ἀνθρωπίνως ἐθέλοι λογίζεσθαι; εἶθʼ ὃν ἐξ ἁπάντων τῶν τῆς ἀρετῆς μορίων ὑπάρχει προσειπεῖν, ἀνδρεῖον, δίκαιον, φρόνιμον, σώφρονα, τοῦτον Πλάτων μετὰ τῶν κολάκων ἠρίθμησε; λάλους γὰρ, φησὶν, Ἀθηναίους ἐποίησε καὶ ἀργοὺς καὶ δειλοὺς καὶ φιλαργύρους, εἰς μισθοφορὰν καταστήσας. περὶ μὲν δὴ λάλων, ὦ Πλάτων, καὶ ἀργῶν καὶ δειλῶν αὐτόθεν κατάβαλε, μή που τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος, καὶ δῶμεν λαβὴν καθʼ ἡμῶν αὐτῶν, προσήκουσαν μὲν ἥκιστα, ὅμως δὲ τὸ τοῦ Ὁμήρου κἀνταῦθα νικᾷ τὸ ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις. ἐγὼ μὲν γὰρ οὐδὲν ἂν εἴποιμι φλαῦρον οὐδὲ προαχθείην, μήποθʼ οὕτω μανείην· ἀλλʼ ἐμαυτοῦ πρότερον τὰ ἔσχατʼ ἂν καταγνοίην ἢ Πλάτωνα τῶν μεγίστων εὐφημιῶν ἑκὼν ἂν ἀποστερήσαιμι. ἕτεροι δʼ εἰσὶν ἴσως τινὲς οἷς ἔλαττον μέλει τῆς σῆς ἀξίας, ἄλλως τε κἂν προφάσεως εὐπροσώπου λάβωνται, ὡς ὑπὲρ ἀνδρῶν οὐδʼ αὐτῶν φαύλων οὐδʼ ἀξίων κακῶς ἀκούειν ἀμύνονται. ἐπεὶ ὅτι γε ᾔδειν καὶ περὶ τούτων λέγειν, ὡς οὐδὲ τούτοις ἔνοχος Περικλῆς, σιωπῆσαι χαλεπώτερον ἢ πειρωμένῳ δεικνύειν εὑρεῖν ὅ τι χρὴ λέγειν. πρῶτον μὲν οὖν ὡς οὐ λάλους ἐποίησε μέγιστον, οἶμαι, κἀνταῦθα σημεῖον τὸ μὴ ἐπὶ τῶν ἐκείνου χρόνων γενέσθαι τῇ πόλει τὴν διαβολὴν ταύτην, ἀλλʼ ὕστερον ἡνίκα τὸν μὲν ἤδη λαμπρῶς ἐπόθουν, τοὺς δὲ παρόντας πλείω λαλοῦντας ἢ φρονοῦντας εὕρισκον καὶ οὐδαμῶς τὸ τοῦ Περικλέους ἀγαθὸν σώζοντας. ὥστʼ ἐξ αὐτῶν ὧν τοὺς ὕστερον ᾐτιάσαντο καὶ ὧν ὑπὸ τῶν μετʼ ἐκεῖνον διεβλήθησαν τά γʼ ἐκείνου σεμνύνεται. ὥσπερ γὰρ ἰατροῦ χρηστοῦ τελευτήσαντος καὶ κατὰ πολλὴν τὴν ἄδειαν ἤδη διαιτωμένων ὕστερον ἡ νόσος ἐπελθεῖν ἴσχυσεν. ὥστʼ ἔκ γε τῶν εἰκότων οὐκ ἀφεῖσθαι μόνον τῆς αἰτίας, ἀλλὰ καὶ κατʼ αὐτὸ τοῦτο μειζόνως εὐδοκιμεῖν αὐτῷ προσῆκεν ἀντὶ τοῦ μέχρι τούτου τοῦ χρόνου, ὥσπερ ἡ Διοτίμα δέκα ἔτη τῆς νόσου δυνηθεῖσα ἀναβαλέσθαι τῇ πόλει εἰς εὐεργεσίας μέρος, οἶμαι, κατέθετο καὶ οὐδεὶς ἐκείνην αἰτιᾶται τῶν ὕστερον συμβάντων, ἀλλὰ τοῦ μὲν μὴ πρότερον συμβῆναι πάντες ἂν εἰκότως, τοῦ δὲ ὅλως οὐδείς. οὐ γὰρ ἐκείνη ταῦτα ἐποίησεν, ἀλλʼ εἰς ὅσον ἐξῆν ἐκώλυσεν· ὥστʼ οὐδʼ ἂν συμβεβηκὸς εἴη τὴν ἀρχὴν τό γε ἐκείνης μέρος. σὺ δὲ Μαντινικὴν μὲν ξένην καὶ Μιλησίαν ἐπίστασαι κοσμεῖν καὶ οὕστινας ἄν σοι δοκῇ πάνυ ῥᾳδίως μεγάλων ἠξίωσας, τῶν δὲ Ἑλλήνων τοὺς ἄκρους καὶ παρὰ πᾶσι βεβοημένους ἐν φαύλῳ καθαιρεῖς, οὐδὲν διαφερόντως ἢ εἴ τίς τινα τῶν μαγείρων ὡς ἀληθῶς, ἢ καὶ ἄλλο τι τῶν τυχόντων ἀνδραπόδων. αἴτιον δὲ οὐ τὸ ἀγνοεῖν τὴν ἀξίαν, ἀλλὰ πῶς ἂν εἴποιμι εὐπρεπῶς; σφόδρα τῶν λόγων γίγνει. ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι πρῶτον μὲν οὐ τῶν Περικλέους καιρῶν, ἀλλὰ τῶν ὕστερόν ἐστι τὸ τῆς λαλιᾶς ἔγκλημα τοῦτο, ὑπʼ ἀνδρῶν οὐδὲν ὁμοίων ἐκείνῳ γενομένων. ἔπειτα καὶ τὸ εἰκὸς οὕτω σώζεται, ὡς πάντες μᾶλλον ἢ Περικλῆς ἐπηρκὼς ἂν εἴη λαλεῖν αὐτοὺς, καὶ τοσοῦτον ἥττων ἐκείνου ἡ αἰτία—καὶ μηδεὶς θαυμάσῃ τὸ παράδοξον— ὅσῳπερ ἀμείνων ἦν λέγειν, εἰ δὴ τοῦτό γʼ ἀληθές ἐστιν. εἰ μὲν γὰρ αὐτὸς ὅπως ἔτυχε τοὺς λόγους μετεχειρίζετο, ἢ κατήγαγεν εἰς φαῦλον τὸ πρᾶγμα, ὡς παντὶ τῷ βουλομένω λαβεῖν εἶναι, εἰκότως ἂν πολλοὺς ἐδόκει διαφθεῖραι καὶ πεῖσαι λαλεῖν τοῦ φρονεῖν ἀμελήσαντας, ὥσπερ οἵ τι τῶν ῥᾳδίων ἄλλο προδείξαντες ταχέως πολλοὺς ἐπισπῶνται. ὅτε δὲ αὐτὸς ἐν κόσμῳ καὶ νόμῳ καὶ μετὰ παντὸς τοῦ γιγνομένου καλοῦ τοὺς λόγους ἐδείκνυεν αὐτοὺς καὶ τὸ τοῦ Λάχητος, εἰ δὲ βούλει Πλάτωνος, ὁμοῦ συνδιέσωζεν, οὐδὲν χείρω τῶν λόγων τὸν βίον παρεχόμενος, πῶς ἂν εἴη διεφθαρκὼς Ἀθηναίους, ἢ πῶς λάλους εἶναι πεποιηκὼς, ὅς γε κἀν τοῖς λόγοις αὐτοῖς τὸ μηδὲν φαύλως μηδʼ εἰκῆ τιμήσας φαίνεται; τοὐναντίον γὰρ ἔμοιγε πᾶν αὐτοὺς ἐθίσαι δοκεῖ, μήτε λέγειν ὅπως ἔτυχε μηδὲν μήτε ποιεῖν ἀπὸ τοῦ πρώτου παραστάντος. τριῶν γοῦν ἕν γέ τι δεῖ λελύσθαι· ἢ γὰρ οὐδὲν φαῦλον οὐδὲ αἰσχρὸν λάλους εἶναι, ἢ Περικλῆς οὐκ ἂν εἴη λάλους πεποιηκὼς, εἴπερ ἦν ἀγαθὸς λέγειν, ἢ δή τοι τό γε τρίτον, Περικλῆς οὐ δεινὸς λέγειν, οὐδʼ ὑπὲρ τοὺς ἄλλους. οὐκοῦν ὡς δεινὸς καὶ ὡς ὑπὲρ τοὺς ἄλλους λοιπὸν ἂν εἴη διδάσκειν. τίνες οὖν ἂν μᾶλλον ἀξιόχρεῳ γένοιντο ἐπαινέται καὶ μάρτυρες τῆς ἐκείνου δεινότητος καὶ δυνάμεως ἢ οἷς συνηθέστερον ψέγειν ἅπαντας ἢ κοσμεῖν; εἰ γὰρ οὗτοι φανεῖεν διδόντες τὴν ψῆφον, σχολῇ γʼ ἂν ἄλλος τις ἀποστεροίη. ἐπὶ δʼ ἄλλου μέν τινος πράγματος σκήπτεσθαι μάρτυρι κωμῳδοδιδασκάλῳ τάχʼ ἂν οὐκ ἰσχυρὸν ἦν, εἰς δὲ λόγων κρίσιν μήποθʼ οὕτως σεμνὸς γενοίμην ὥσθʼ ὑπεριδεῖν τῶν ἀνδρῶν τούτων ὡς οὐδενὸς ἀξίων. λέγω δὲ ἤδη ταῦτα πρὸς οὓς ἔξεστι. τῶν δὲ βεβήλων ὀλίγος ὁ λόγος. πάντως οὐδὲν δεῖ πύλας αὐτοὺς ἐπιθέσθαι τοῖς ὠσὶν, ἀλλʼ ἐπίκεινται πάλαι· τοὺς δὲ λέληθε καὶ αὐτὸ τοῦτο, οὕτω παντάπασιν ἀναισθήτως ἔχουσι καὶ τοσοῦτόν εἰσι πόρρω τῶν ἱερῶν. οὐκοῦν τῶν μαρτύρων ἡμῖν τῶν εἰς τοὺς λόγους κεκλημένων τῷ Περικλεῖ καὶ οἷς οὐκ ἐλάχιστον μετεῖναι φαίημεν ἂν τῆς περὶ ταῦτα ἐμπειρίας ὁ μὲν τῶν Ἑλληνίδων μεγίστην τὴν ἐκείνου γλῶτταν εἴρηκε, λέγων μὲν ἴσον τι καὶ φωνὴν, ἀναμίξας δέ τι τῆς παρὰ τῆς τέχνης πικρίας τοῖς ἀπὸ τῆς ἀληθείας. ὅμως δʼ οὐκ ἐξέφυγε τὸ μὴ οὐ τὰ πρῶτα δοῦναι τῷ ἀνδρὶ, μηδʼ ἐνδείξασθαι τὴν μεγαλοπρέπειαν τὴν περὶ τοὺς λόγους αὐτοῦ· ὁ δʼ ἀστράπτειν καὶ βροντᾶν καὶ κυκᾶν αὐτόν φησι δημηγοροῦντα. μὴ γάρ μοι τοῦτο εἴ τι μέμφεται αὐτοῦ, ἀλλʼ ὅσον εἰς τὸν παρόντα προσήκει λόγον τῆς μαρτυρίας λάβωμεν, ἔπειτα κἀκεῖνα μικρὸν ὕστερον, ἄν τι δέῃ, πρὸς ἡμῶν ὄντα φανήσεται. ὁ δὲ δὴ τρίτος ἄντικρυς ὥσπερ οὐδὲ κωμῳδίας οὗτός γε ποιητὴς, ἀλλʼ ὡς ἂν εἷς τῶν καλῶν κἀγαθῶν ἀνεπίφθονον αὐτῷ καὶ καθαρὰν τὴν μαρτυρίαν ἀποδέδωκε λέγων ὡς ἐκ δέκα μὲν ποδῶν ᾕρει τοὺς ῥήτορας ἐν τοῖς λόγοις, μόνου δὲ πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσι· πάντα δʼ εἶναι φλυαρίαν πρὸς ἐκεῖνον. φησὶ γοῦν οὑτωσὶ δυσχεραίνων ῥήτωρ γάρ ἐστι νῦν τις ὧν γʼ ἐστὶν λέγειν; ὁ Βουζύγης ἄριστος ἁλιτήριος. οὕτως ἴσασιν οὕς τε προσήκει διασύρειν ἐπὶ τοῖς λόγοις καὶ οὓς ἄξιον θαυμάσαι. ἆρʼ οὖν ὁ τοσοῦτον αἱρῶν τοὺς ῥήτορας, τὴν πειθὼ δὲ ἐπὶ τῶν χειλῶν ἔχων, τοσαύτης δὲ αἰδοῦς παρὰ πάντων τυγχάνων, τοιαῦτα δʼ ἀκηκοὼς ὑπὸ τῶν ἅπαντας ἐρευνώντων περὶ τἄλλα καὶ εἰς αὐτὸ τοῦτο κωμῳδούντων ὡς ἀδυνάτους εἰπεῖν, φλυαρίαν τινὰ καὶ λαλιὰν ἐπεδείκνυτο ἐν ταῖς ἐκκλησίαις, ἢ παντὸς ἀνδρὸς πρᾶγμα διεπράττετο, ἀλλʼ οὐ πολλῇ τινι τῇ περιουσίᾳ χρώμενος οὕτω διεγίγνετο, πόρρω μὲν αὐτὸς ὢν τοῦ ληρεῖν, πλεῖστον δὲ τοὺς ἄλλους ἐθίζων ἀπέχειν; σκεψώμεθα γὰρ τί τῆς λαλιᾶς ἐστὶ καὶ τί τῶν λόγων τῶν ἐμφρόνων. λαλιᾶς μὲν οἶμαι διὰ κενῆς ληρεῖν καὶ εἰς μηδὲν δέον καὶ διατρίβειν τηνάλλως, λόγων δὲ ἀληθινῶν τῶν καιρῶν καὶ τῶν πραγμάτων στοχάζεσθαι καὶ τὸ πρέπον σώζειν πανταχοῦ. τούτοις γοῦν ἕπεται καὶ τὸ κρατεῖν οἶμαι καὶ τὰς ψυχὰς προσάγεσθαι τῶν ἀκουόντων. ὁ τοίνυν Περικλῆς τοσοῦτον νικῶν καὶ τοσαῦτα ἀφʼ ὧν ἐνίκα πράττων λάλος μὲν ἥκιστα οἶμαι, λέγειν δὲ ἄριστος εἰκότως ἐνομίζετο. καὶ μὴν ἐν οἷς γε καὶ τοὺς ἄλλους αἰτιῶνται, ἅμα τοῦτόν τʼ ἀφιᾶσι καὶ τίνας ἀντὶ τούτου προσήκει μέμφεσθαι διδάσκουσιν. εἰ δὲ δεῖ καὶ σεμνοτέρου μάρτυρος, σκόπει τί φησιν ὁ Θουκυδίδης ἐν τοῖς περὶ αὐτοῦ λόγοις. εὑρήσεις γὰρ ἁπανταχοῦ μεμνημένον ὡς ἀρίστου λέγειν καὶ οὐδʼ ἀμφισβήτησιν δόντα ὅτι μὴ καὶ πράττειν οὗτός γε πρὸς τῷ λέγειν προστίθησιν, ἐπειδὰν